Humanitext Reader

柏拉图 · 书信集 §2.312-2.313

昔日不和的原因与宇宙三种原理之谜

第 3 段,共 34 段 · 希腊语

内容简介

柏拉图分析了过去在叙拉古与狄奥尼修斯关系不和的原因,并阐明了两者之间应当具有的关系。接着,他提出了关于宇宙三种原理的著名谜题,促使狄奥尼修斯通过阿凯德穆斯的传递深化对真理的检验。

§2.312ἦλθον ἐγὼ εἰς Σικελίαν δόξαν ἔχων πολὺ τῶν ἐν φιλοσοφίᾳ διαφέρειν, βουλόμενος δὲ ἐλθὼν εἰς Συρακούσας συμμάρτυρα λαβεῖν σέ, ἵνα μοι τιμῷτο φιλοσοφία καὶ παρὰ τῷ πλήθει.
我带着在哲学上远胜于他人的名声前往西西里,并希望在抵达叙拉古后,能得到你作为我的共同见证人,以便使哲学在民众中也能因我而受到尊重。
τοῦτο δʼ οὐκ εὐαγές μοι ἀπέβη.
但这对我来说并未产生神圣的结果。
τὸ δʼ αἴτιον οὐ λέγω ὅπερ ἂν πολλοὶ εἴποιεν, ἀλλʼ ὅτι ἐφαίνου οὐ πάνυ ἐμοὶ πιστεύειν σύ, ἀλλʼ ἐμὲ μέν πως ἀποπέμψασθαι ἐθέλειν, ἑτέρους δὲ μεταπέμψασθαι, καὶ ζητεῖν τὸ πρᾶγμα τί τὸ ἐμόν ἐστιν, ἀπιστῶν, ὡς ἐμοὶ δοκεῖ·
我所说的原因,并不是许多人会说的那种,而是因为在我看来,你似乎并不完全信任我,反而想以某种方式打发我走,却去召集其他人,并且带着怀疑来探寻我的主张究竟是什么。
καὶ οἱ ἐπὶ τούτοις βοῶντες πολλοὶ ἦσαν, λέγοντες ὡς σὺ ἐμοῦ μὲν καταπεφρόνηκας, ἄλλα δʼ ἐσπούδακας.
而在这些事情上,大声喧哗的人很多,他们说你轻视我,而热衷于其他事情。
ταῦτα δὴ διαβεβόηται.
这件事确实已经广为流传。
ὃ δὴ μετὰ ταῦτα δίκαιόν ἐστι ποιεῖν, ἄκουε, ἵνα σοι καὶ ἀποκρίνωμαι ὃ σὺ ἐρωτᾷς, πῶς χρὴ ἔχειν ἐμὲ καὶ σὲ πρὸς ἀλλήλους.
因此,请听一听此后应当做的合理之事,以便我能回答你所询问的,即你我彼此之间应当如何相待。
εἰ μὲν ὅλως φιλοσοφίας καταπεφρόνηκας, ἐᾶν χαίρειν, εἰ δὲ παρʼ ἑτέρου ἀκήκοας ἢ αὐτὸς βελτίονα ηὕρηκας τῶν παρʼ ἐμοί, ἐκεῖνα τίμα· εἰ δʼ ἄρα τὰ παρʼ ἡμῶν σοι ἀρέσκει, τιμητέον καὶ ἐμὲ μάλιστα.
如果你真的完全轻视哲学,那就任由它去吧;但如果你从别人那里听到,或者你自己发现了比我更好的东西,那就尊重那些;如果我们的教导终究让你满意,你应当最尊重我。
νῦν οὖν, ὥσπερ καὶ ἐξ ἀρχῆς, σὺ καθηγοῦ, ἕψομαι δὲ ἐγώ· τιμώμενος γὰρ ὑπὸ σοῦ τιμήσω σέ, μὴ τιμώμενος δὲ ἡσυχίαν ἕξω.
现在,就像一开始那样,你来引导,而我将跟随;因为受到你的尊重,我就会尊重你,而若得不到尊重,我将保持沉默。
ἔτι δὲ σὺ μὲν ἐμὲ τιμῶν καὶ τούτου καθηγούμενος φιλοσοφίαν δόξεις τιμᾶν, καὶ αὐτὸ τοῦτο, ὅτι διεσκόπεις καὶ ἄλλους, πρὸς πολλῶν εὐδοξίαν σοι οἴσει ὡς φιλοσόφῳ ὄντι.
此外,如果你尊重我并在此事上进行引导,你就会显得是在尊重哲学,而且你同样审视了其他人的这一事实本身,就会作为一名哲学家在众人中为你带来美名。
ἐγὼ δὲ σὲ τιμῶν μὴ τιμῶντα πλοῦτον δόξω θαυμάζειν τε καὶ διώκειν, τοῦτο δʼ ἴσμεν ὅτι παρὰ πᾶσιν ὄνομα οὐ καλὸν ἔχει·
但我若去尊重一个不尊重我的你,我就会显得是在赞美和追求财富,而我们知道这在所有人中都不是个好名声。
ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, σοῦ μὲν τιμῶντος ἀμφοτέροις κόσμος, ἐμοῦ δὲ ὄνειδος ἀμφοῖν.
简而言之,你若尊重,对双方都是荣耀;我若(单方面)尊重,对双方都是耻辱。
περὶ μὲν οὖν τούτων ταῦτα.
关于这些事就到此为止。
τὸ δὲ σφαιρίον οὐκ ὀρθῶς ἔχει· δηλώσει δέ σοι Ἀρχέδημος, ἐπειδὰν ἔλθῃ.
关于那个球体,它做得不正确;阿凯德穆斯到达时会向你说明。
καὶ δὴ καὶ περὶ τοῦδε, ὃ δὴ τούτου τιμιώτερόν τʼ ἐστὶν καὶ θειότερον, καὶ μάλα σφόδρʼ αὐτῷ δηλωτέον, ὑπὲρ οὗ σὺ πέπομφας ἀπορούμενος.
而且,关于这件比它更尊贵、更神圣的事,即你因困惑而遣人来询问的事,他必须向你非常清楚地说明。
φῂς γὰρ δὴ κατὰ τὸν ἐκείνου λόγον, οὐχ ἱκανῶς ἀποδεδεῖχθαί σοι περὶ τῆς τοῦ πρώτου φύσεως.
因为正如你根据他的报告所说,关于第一者的本性,并没有向你做出充分的证明。
φραστέον δή σοι διʼ αἰνιγμῶν, ἵνʼ ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει.
因此,必须通过隐喻来对你说明,以便当书板在海陆的褶皱中遇到不测时,读到它的人也不会理解。
περὶ τὸν πάντων βασιλέα πάντʼ ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν· δεύτερον δὲ πέρι τὰ δεύτερα, καὶ τρίτον πέρι τὰ τρίτα.
因为它是这样的:万物皆围绕着万物之王,万物皆为了他而存在,他是一切美好事物的源头;第二等的围绕着第二者,第三等的围绕着第三者。
§2.313ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖʼ ἄττα ἐστίν, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει.
因此,人类的灵魂渴望了解这些究竟是什么,它看着与自己同类的、亲近的事物,而在这些事物中没有一件是充分的。
τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστιν τοιοῦτον—τὸ δὴ μετὰ τοῦτο ἡ ψυχή φησιν— ἀλλὰ ποῖόν τι μήν;
关于那位王以及我所说的那些,并没有类似这样的东西——在这之后,灵魂便说道——“那么它究竟是什么样的呢?
τοῦτʼ ἐστίν, ὦ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα ὃ πάντων αἴτιόν ἐστιν κακῶν, μᾶλλον δὲ ἡ περὶ τούτου ὠδὶς ἐν τῇ ψυχῇ ἐγγιγνομένη, ἣν εἰ μή τις ἐξαιρεθήσεται, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ.
”狄奥尼修斯与多里斯之子啊,这个问题正是一切痛苦的源头,或者更确切地说,是在灵魂中产生的关于此事的阵痛,如果不能将它消除,人就真的永远无法获得真理。
σὺ δὲ τοῦτο πρὸς ἐμὲ ἐν τῷ κήπῳ ὑπὸ ταῖς δάφναις αὐτὸς ἔφησθα ἐννενοηκέναι καὶ εἶναι σὸν εὕρημα· καὶ ἐγὼ εἶπον ὅτι τοῦτο εἰ φαίνοιτό σοι οὕτως ἔχειν, πολλῶν ἂν εἴης λόγων ἐμὲ ἀπολελυκώς.
你自己曾在月桂树下的花园里对我说,你自己想通了这件事,并且这是你自己的发现;而我曾说,如果你觉得事情确实是这样,那么你就免去了我的许多论证之劳。
οὐ μὴν ἄλλῳ γέ ποτʼ ἔφην ἐντετυχηκέναι τοῦθʼ ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτʼ εἴη·
然而,我曾说我从未遇到过其他发现这一点的人,但我在这上面投入了极大的精力。
σὺ δὲ ἴσως μὲν ἀκούσας του, τάχα δʼ ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθʼ ὁρμήσας, ἔπειτα αὐτοῦ τὰς ἀποδείξεις ὡς ἔχων βεβαίως οὐ κατέδησας, ἀλλʼ ᾄττει σοι τοτὲ μὲν οὕτως, τοτὲ δὲ ἄλλως περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον.
你或许是从某人那里听到的,也或许是因神圣的命运而驱使你走向这一步,但你随后并未将它的证明牢牢锁住,以至于无法稳固地掌握它,它对你来说,在所显现的事物周围,时而这样,时而那样飘忽不定,而那事物本身绝非如此。
καὶ τοῦτο οὐ σοὶ μόνῳ γέγονεν, ἀλλʼ εὖ ἴσθι μηδένα πώποτέ μου τὸ πρῶτον ἀκούσαντα ἔχειν ἄλλως πως ἢ οὕτως κατʼ ἀρχάς, καὶ ὁ μὲν πλείω ἔχων πράγματα, ὁ δὲ ἐλάττω, μόγις ἀπαλλάττονται, σχεδὸν δὲ οὐδεὶς ὀλίγα.
这种情况不仅发生在你一个人身上,请确信,任何一个第一次从我这里听到的人,在刚开始时无一不是出于这种状态。 有的麻烦多些,有的麻烦少些,他们都极难摆脱,几乎没有人能不费什么力气就摆脱。
τούτων δὴ γεγονότων καὶ ἐχόντων οὕτω, σχεδὸν κατὰ τὴν ἐμὴν δόξαν ηὑρήκαμεν ὃ σὺ ἐπέστειλας, ὅπως δεῖ πρὸς ἀλλήλους ἡμᾶς ἔχειν.
既然这些事情已经发生且如此,在我看来,我们几乎已经找到了你来信所询问的、即我们彼此之间应当如何相待的答案。
ἐπεὶ γὰρ βασανίζεις αὐτὰ συγγιγνόμενός τε ἄλλοις καὶ παραθεώμενος παρὰ τὰ τῶν ἄλλων καὶ αὐτὰ καθʼ αὑτά, νῦν σοι ταῦτά τε, εἰ ἀληθὴς ἡ βάσανος, προσφύσεται, καὶ οἰκεῖος τούτοις τε καὶ ἡμῖν ἔσῃ.
因为当你与他人交往并进行对照审视,同时将它们与他人的学说进行比较,并对自己进行思考时,现在,如果这种审视是真实的,这些东西就会深深扎根于你,你也会成为它们以及我们亲近的人。
πῶς οὖν αὐτά τʼ ἔσται καὶ πάντα ἃ εἰρήκαμεν;
那么,这些东西本身以及我们所说的一切如何才能得以保持呢?
τὸν Ἀρχέδημον νῦν τε ὀρθῶς ἐποίησας πέμψας, καὶ τὸ λοιπόν, ἐπειδὰν ἔλθῃ πρὸς σὲ καὶ ἀπαγγείλῃ τὰ παρʼ ἐμοῦ, μετὰ ταῦτα ἴσως ἄλλαι σε ἀπορίαι λήψονται.
你现在派遣阿凯德穆斯是正确的,在未来,当他来到你那里并向你报告我这里的情况时,在此之后或许其他的困惑又会抓住你。
πέμψεις οὖν αὖθις, ἂν ὀρθῶς βουλεύῃ, παρʼ ἐμὲ τὸν Ἀρχέδημον, ὁ δʼ ἐμπορευσάμενος ἥξει πάλιν· καὶ τοῦτο ἐὰν δὶς ἢ τρὶς ποιήσῃς καὶ βασανίσῃς τὰ παρʼ ἐμοῦ πεμφθέντα ἱκανῶς, θαυμάζοιμʼ ἂν εἰ μὴ τὰ νῦν ἀπορούμενα πολύ σοι διοίσει ἢ νῦν.
因此,如果你能正确思虑,你将再次派遣阿凯德穆斯到我这里,而他在往返之后会再次返回;如果你这样做两三次,并且充分审视从我这里送去的东西,如果现在困惑的事在将来不向你展现出巨大的不同,我会感到十分惊讶。

词汇与语法注释

  1. 312bἐᾶν χαίρειν — 意为“放手”或“道别”的惯用表达。在句法上,既可以理解为承接上文省略的 `χρή`(意为“应当任由其去”),也可以理解为祈使性不定式(表示命令)。
  2. 312dπερὶ τὸν πάντων βασιλέα πάντʼ ἐστὶ — 展示了存在的双重关系:“万物皆围绕着万物之王”。介词 `περί` 搭配宾格(`τὸν ... βασιλέα`)表示“在……周围(动态地或在空间配置上)”,体现了宇宙根本原理与生成物之间的结构性关系。
  3. 313aτὸ δὴ μετὰ τοῦτο ἡ ψυχή φησιν — 句中作为直接引语插入的插入语(parenthesis)。它插在以 `τοῦ δὴ βασιλέως πέρι...` 开始的句子中间,起到了生动刻画灵魂冥想时独白式对话过程(“在这之后,灵魂便说道”)的作用。
  4. 313eθαυμάζοιμʼ ἂν εἰ μὴ τὰ νῦν ἀπορούμενα πολύ σοι διοίσει ἢ νῦν — 这是一个混合条件句,主句为 `θαυμάζοιμʼ ἂν`(希求法加 `ἄν`,表示潜在可能性或委婉的主张),条件从句为 `εἰ μὴ ... διοίσει`(`εἰ` 搭配将来时直说发)。惯用表达 `θαυμάζω εἰ μὴ ...`(“如果不是……我将感到惊讶”)委婉地表达了“无疑将会是……”的强烈确信。

引用这一段

柏拉图, 书信集 §2.312-2.313. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:2.312-2.313

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。