Humanitext Reader

柏拉图 · 书信集 §13.362

旅费分担原则与对雅典开支的建议

第 33 段,共 34 段 · 希腊语

内容简介

柏拉图说明了因其访问叙拉古而产生费用的分担原则,报告了雅典的财政状况及筹资困难,劝告狄奥尼修斯掌握各项支出以避免“难以合作(吝啬)”的恶名,并汇报了狄翁的温和态度。

§13.362καὶ περὶ ταῦτα τὰ μὲν ἐμὰ ἀναγκαῖα σχεδόν τι ἐν τῷ νῦν ταῦτά ἐστιν·
关于这些事情,我的必要支出在目前阶段几乎就是这些了。
ἐὰν δέ τι ἄλλο γίγνηται ἴδιον ἢ δημόσιον ἀνάλωμα διὰ τὴν παρὰ σὲ ἄφιξιν, ὥσπερ τότε ἔλεγον δεῖ ποιεῖν, ἐμὲ μὲν διαμάχεσθαι ὅπως ὡς ὀλίγιστον γένηται τὸ ἀνάλωμα, ὃ δʼ ἂν μὴ δύνωμαι, σὴν εἶναι τὴν δαπάνην.
但是,如果因为我去你那里而产生任何其他私人或公共的支出,正如我当时所说应该做的那样,我应当尽力争取使支出减到最少,而我无能为力的部分则应当由你来负担。
τὸ δὴ μετὰ ταῦτα λέγω περὶ τῶν σῶν αὖ χρημάτων τῶν Ἀθήνησιν τῆς ἀναλώσεως, ὅτι πρῶτον μὲν ἐάν τι δέῃ ἐμὲ ἀναλίσκειν εἰς χορηγίαν ἤ τι τοιοῦτον, οὐκ ἔστι σοι ξένος οὐδεὶς ὅστις δώσει, ὡς ᾠόμεθα, ἔπειτα καὶ ἄν τι σοὶ αὐτῷ διαφέρῃ μέγα, ὥστε ἀναλωθὲν μὲν ἤδη ὀνῆσαι, μὴ ἀναλωθὲν δὲ ἀλλʼ ἐγχρονισθὲν ἕως ἄν τις παρὰ σοῦ ἔλθῃ, βλάψαι, πρὸς τῷ χαλεπῷ τὸ τοιοῦτόν σοί ἐστιν καὶ αἰσχρόν.
接下来的事情,我再谈谈你在雅典的资产的支出:首先,如果需要我为合唱队支援或类似的事情支出什么,正如我们所认为的那样,并没有任何一位你的客友会给钱;其次,如果这件支出对你本人有很大影响,以至于现在支出就能带来好处,而不支出却一直拖延到有你那里来的人为止则会带来损害,那么这种情况不仅是令人为难的,而且对你来说也是不光彩的。
ἐγὼ γὰρ δὴ ταῦτά γε ἐξήτασα, παρʼ Ἀνδρομήδη τὸν Αἰγινήτην πέμψας Ἔραστον, παρʼ οὗ ἐκέλευες τοῦ ὑμετέρου ξένου, εἴ τι δεοίμην, λαμβάνειν, βουλόμενος καὶ ἄλλα μείζονα ἃ ἐπέστελλες πέμπειν.
我确实调查了这些事情,把埃拉斯托斯派到了埃伊纳人安德罗梅德斯那里——你曾吩咐过,如果我需要什么,就向这位你们的客友拿取——因为我想把你嘱托我寄送的其他更大的物品也寄过去。
ὁ δὲ εἶπεν εἰκότα καὶ ἀνθρώπινα, ὅτι καὶ πρότερον ἀναλώσας τῷ πατρί σου μόλις κομίσαιτο, καὶ νῦν σμικρὰ μὲν δοίη ἄν, πλείω δὲ οὔ.
然而他说了合乎情理且符合常人常态的话:以前他为你的父亲支出过,也是好不容易才收回来的,所以现在可以给一点,但再多就不行了。
οὕτω δὴ παρὰ Λεπτίνου ἔλαβον·
就这样,我从莱普提涅斯那里拿了钱。
καὶ τοῦτό γε ἄξιον ἐπαινέσαι Λεπτίνην, οὐχ ὅτι ἔδωκεν, ἀλλʼ ὅτι προθύμως, καὶ τὰ ἄλλα περὶ σὲ καὶ λέγων καὶ πράττων, ὅτι οἷός τʼ ἦν ἐπιτήδειος, φανερὸς ἦν.
在这一点上莱普提涅斯确实值得赞扬,不仅是因为他给钱,而是因为他给得很积极,而且在关于你的其他事情上,无论言论还是行动,他都表明在自己能力范围内是个亲密的朋友。
χρὴ γὰρ δὴ καὶ τὰ τοιαῦτα καὶ τἀναντία τούτων ἐμὲ ἀπαγγέλλειν, ὁποῖός τις ἂν ἕκαστος ἐμοὶ φαίνηται περὶ σέ.
因为我也应当报告这些好意以及相反的情况,看每一个人对我而言在对待你时表现得如何。
τὸ δʼ οὖν περὶ τῶν χρημάτων ἐγώ σοι παρρησιάσομαι· δίκαιον γάρ, καὶ ἅμα ἐμπείρως ἔχων τῶν παρὰ σοὶ λέγοιμʼ ἄν.
无论如何,关于资金的情况,我会对你直言不讳:因为这是公正的,同时我能结合对你那边情况的经验来谈谈。
οἱ προσαγγέλλοντες ἑκάστοτέ σοι, ὅτι ἂν οἴωνται ἀνάλωμα εἰσαγγέλλειν, οὐκ ἐθέλουσιν προσαγγέλλειν, ὡς δὴ ἀπεχθησόμενοι· ἔθιζε οὖν αὐτοὺς καὶ ἀνάγκαζε φράζειν καὶ ταῦτα καὶ τὰ ἄλλα·
那些每次向你报告的人,无论何时只要他们认为要上报一项支出,他们都不愿意上报,以为自己会因此招致怨恨;因此,你要让他们习惯并强迫他们说明这些支出和其他事情。
σὲ γὰρ δεῖ εἰδέναι τε τὰ πάντα κατὰ δύναμιν καὶ κριτὴν εἶναι καὶ μὴ φεύγειν τὸ εἰδέναι.
因为你必须尽力知道一切,并成为评判者,而不是逃避去知道。
πάντων γὰρ ἄριστόν σοι ἔσται πρὸς τὴν ἀρχήν·
因为这一切对你的统治将是最好的。
τὰ γὰρ ἀναλώματα ὀρθῶς ἀναλισκόμενα καὶ ὀρθῶς ἀποδιδόμενα πρός τε τἆλλα καὶ πρὸς αὐτὴν τὴν τῶν χρημάτων κτῆσιν καὶ σὺ δὴ φῂς ἀγαθὸν εἶναι καὶ φήσεις.
因为支出得当且回报得当的开支,不仅对于其他事情,而且对于获取财富本身,你自己也说是件好事,而且将来也会这么说。
μὴ οὖν σε διαβαλλόντων πρὸς τοὺς ἀνθρώπους οἱ κήδεσθαί σου φάσκοντες· τοῦτο γὰρ οὔτε ἀγαθὸν οὔτε καλὸν πρὸς δόξαν σοι, δοκεῖν δυσσύμβολον εἶναι.
因此,不要让那些声称关心你的人在人们面前中伤你;因为这对于你的名声来说既不好也不美,即被认为是一个难以相处(在金钱上斤斤计较)的人。
τὰ μετὰ ταῦτα περὶ Δίωνος λέγοιμʼ ἄν.
接下来的事,我会谈谈关于狄翁。
τὰ μὲν ἄλλʼ οὔπω ἔχω λέγειν, πρὶν ἂν παρὰ σοῦ ἔλθωσιν αἱ ἐπιστολαί, ὥσπερ ἔφης·
其他的事情,正如你所说,在从你那里寄来信件之前,我还没法谈。
περὶ μέντοι ἐκείνων ὧν οὐκ εἴας μεμνῆσθαι πρὸς αὐτόν, οὔτε ἐμνήσθην οὔτε διελέχθην, ἐξεπειρώμην δὲ εἴτε χαλεπῶς εἴτε ῥᾳδίως οἴσει γιγνομένων, καί μοι ἐδόκει οὐκ ἠρέμα ἂν ἄχθεσθαι εἰ γίγνοιτο.
然而,关于那些你曾不许我向他提及的事情,我既没有提及,也没有讨论,但我试探了他对发生那些事情时,是会感到困难还是容易承受。 在我看来,如果发生那些事情,他不会轻易就甘休(会感到十分气恼)。
τὰ δὲ ἄλλα περὶ σὲ καὶ λόγῳ καὶ ἔργῳ μέτριός μοι δοκεῖ εἶναι δίων.
在对待你的其他方面,无论在言辞还是行动上,狄翁在我看来都是温和得当的。

词汇与语法注释

  1. 362aἐμὲ μὲν διαμάχεσθαι — 此处对格与不定式结构最适合被理解为受前文 `δεῖ ποιεῖν` 中的 `δεῖ`(必须)所支配。虽然也可以将其解释为独立的命令式不定式,但补充 `δεῖ` 的读法更为自然:“我必须努力……而开支必须由你承担”。
  2. 362aὥστε ἀναλωθὲν μὲν ἤδη ὀνῆσαι — 由 `ὥστε` 引导的结果从句中的不定式 `ὀνῆσαι` 和 `βλάψαι` 具有非人称的主语(即开支的支出与否)。被动分词 `ἀναλωθέν` 起副词性作用,表示条件(“如果被支出”)。
  3. 362cφανερὸς ἦν — 个人结构 `φανερός εἰμι` 在此处通过主格形容词 `ἐπιτήδειος`(位于插入从句 `ὅτι οἷός τʼ ἦν` 之后)来补足,意为“他显然是一个亲密的朋友”。插入的 `ὅτι οἷός τʼ ἦν`(“在他力所能及的范围内”)使词序变得复杂,但不改变这一核心句法。

引用这一段

柏拉图, 书信集 §13.362. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:13.362

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。