§13.360Πλάτων Διονυσίῳ τυράννῳ Συρακουσῶν εὖ πράττειν.
柏拉图致叙拉古僭主狄奥尼修斯,祝好。
ἀρχή σοι τῆς ἐπιστολῆς ἔστω καὶ ἅμα σύμβολον ὅτι παρʼ ἐμοῦ ἐστιν·
愿你这封信的开头,同时成为此信确实出自我的凭证。
τοὺς Λοκρούς ποθʼ ἑστιῶν νεανίσκους, πόρρω κατακείμενος ἀπʼ ἐμοῦ, ἀνέστης παρʼ ἐμὲ καὶ φιλοφρονούμενος εἶπες εὖ τι ῥῆμα ἔχον, ὡς ἔμοιγε ἐδόκεις καὶ τῷ παρακατακειμένῳ—ἦν δʼ οὗτος τῶν καλῶν τις—ὃς τότε εἶπεν· ἦ που πολλά, ὦ Διονύσιε, εἰς σοφίαν ὠφελῇ ὑπὸ Πλάτωνος·
有一次,当你宴请洛克里的年轻人们时,你当时躺在离我很远的地方,你站起来走到我身边,亲切地对我说了一句十分得体的话,至少在我以及躺在我身边的那个人看来是这样——他是个美男子——他当时说: “狄奥尼修斯,你必定从柏拉图那里在智慧上获益良多吧!
σὺ δʼ εἶπες· καὶ εἰς ἄλλα πολλά, ἐπεὶ καὶ ἀπʼ αὐτῆς τῆς μεταπέμψεως, ὅτι μετεπεμψάμην αὐτόν, διʼ αὐτὸ τοῦτο εὐθὺς ὠφελήθην.
” 你回答说: “在其他许多事情上也是如此,因为从派人去请他的那件事本身开始,就因为我请了他,我就立刻从中获益了。
τοῦτʼ οὖν διασωστέον, ὅπως ἂν αὐξάνηται ἀεὶ ἡμῶν ἡ ἀπʼ ἀλλήλων ὠφελία.
” 因此,我们必须保持这种关系,以便我们彼此之间的益处能够不断增长。
καὶ ἐγὼ νῦν τοῦτʼ αὐτὸ παρασκευάζων, τῶν τε Πυθαγορείων πέμπω σοι καὶ τῶν διαιρέσεων, καὶ ἄνδρα, ὥσπερ ἐδόκει ἡμῖν τότε, ᾧ γε σὺ καὶ Ἀρχύτης, εἴπερ ἥκει παρά σε Ἀρχύτης, χρῆσθαι δύναισθʼ ἄν.
而我目前正在为此做准备,我寄给你一些毕达哥拉斯派的著作和一些关于“划分”的著作,并且,正如我们当时所同意的那样,还送去了一个你和阿基塔斯(如果阿基塔斯确实已经到了你那里)可以任用的人。
ἔστι δὲ ὄνομα μὲν Ἑλίκων, τὸ δὲ γένος ἐκ Κυζίκου, μαθητὴς δὲ Εὐδόξου καὶ περὶ πάντα τὰ ἐκείνου πάνυ χαριέντως ἔχων·
他的名字叫赫利孔,是奇济科斯人,是欧多克索斯的弟子,对他的所有学说都非常熟悉。
ἔτι δὲ καὶ τῶν Ἰσοκράτους μαθητῶν τῳ συγγέγονεν καὶ Πολυξένῳ τῶν Βρύσωνός τινι ἑταίρων.
此外,他还和伊索克拉底的一个弟子打过交道,也和布里松的一个伙伴波留克森交往过。
ὃ δὲ σπάνιον ἐπὶ τούτοις, οὔτε ἄχαρίς ἐστιν ἐντυχεῖν οὔτε κακοήθει ἔοικεν, ἀλλὰ μᾶλλον ἐλαφρὸς καὶ εὐήθης δόξειεν ἂν εἶναι.
而且,在这些学问之外还有一件罕见的事,他既非不通人情,也不像心术不正之人,反而显得活泼好动,且性情温和,令人觉得他很和善。
δεδιὼς δὲ λέγω ταῦτα, ὅτι ὑπὲρ ἀνθρώπου δόξαν ἀποφαίνομαι, οὐ φαύλου ζῴου ἀλλʼ εὐμεταβόλου, πλὴν πάνυ ὀλίγων τινῶν καὶ εἰς ὀλίγα·
但我怀着恐惧说这些话,因为我是在对人类发表看法,人类不是一种简单而是极易改变的动物,除了极少数人在极少数事情上例外。
ἐπεὶ καὶ περὶ τούτου φοβούμενος καὶ ἀπιστῶν ἐσκόπουν αὐτός τε ἐντυγχάνων καὶ ἐπυνθανόμην τῶν πολιτῶν αὐτοῦ, καὶ οὐδεὶς οὐδὲν φλαῦρον ἔλεγεν τὸν ἄνδρα.
因为我自己对此人也有所畏惧和怀疑,所以不仅亲自与他接触观察,还向他的同胞打听,结果没有一个人说这男子的坏话。
σκόπει δὲ καὶ αὐτὸς καὶ εὐλαβοῦ.
你自己也要观察并多加小心。
μάλιστα μὲν οὖν, ἂν καὶ ὁπωστιοῦν σχολάζῃς, μάνθανε παρʼ αὐτοῦ καὶ τἆλλα φιλοσόφει·
最主要的,如果你有任何闲暇,就向他学习,并在其他事情上追求智慧。
εἰ δὲ μή, ἐκδίδαξαί τινα, ἵνα κατὰ σχολὴν μανθάνων βελτίων γίγνῃ καὶ εὐδοξῇς, ὅπως τὸ διʼ ἐμὲ ὠφελεῖσθαί σοι μὴ ἀνιῇ.
否则,你就让人彻底学好,以便在闲暇时向其学习,使自己变得更好并赢得美名,免得你因我而获益的事就此中断。
καὶ ταῦτα μὲν δὴ ταύτῃ.
这些事情就谈到这里。
§13.361περὶ δὲ ὧν ἐπέστελλές μοι ἀποπέμπειν σοι, τὸν μὲν Ἀπόλλω ἐποιησάμην τε καὶ ἄγει σοι Λεπτίνης, νέου καὶ ἀγαθοῦ δημιουργοῦ· ὄνομα δʼ ἔστιν αὐτῷ Λεωχάρης.
至于你写信让我寄给你的东西,我已经让人制作了阿波罗雕像,由莱普提涅斯带给你,这是一位年轻且优秀的匠人的作品,他的名字叫莱奥哈雷斯。
ἕτερον δὲ παρʼ αὐτῷ ἔργον ἦν πάνυ κομψόν, ὡς ἐδόκει· ἐπριάμην οὖν αὐτὸ βουλόμενός σου τῇ γυναικὶ δοῦναι, ὅτι μου ἐπεμελεῖτο καὶ ὑγιαίνοντος καὶ ἀσθενοῦντος ἀξίως ἐμοῦ τε καὶ σοῦ.
在他的工坊里还有另一件作品,看起来非常雅致,所以我买下了它,想把它送给你的妻子,因为无论在我健康还是生病时,她都以无愧于我和你的方式照顾我。
δὸς οὖν αὐτῇ, ἂν μή τι σοὶ ἄλλο δόξῃ.
因此,如果你没有其他想法,就把它送给她吧。
πέμπω δὲ καὶ οἴνου γλυκέος δώδεκα σταμνία τοῖς παισὶ καὶ μέλιτος δύο.
我还给孩子们寄了十二坛甜葡萄酒和两坛蜂蜜。
ἰσχάδων δὲ ὕστερον ἤλθομεν τῆς ἀποθέσεως, τὰ δὲ μύρτα ἀποτεθέντα κατεσάπη· ἀλλʼ αὖθις βέλτιον ἐπιμελησόμεθα.
至于无花果干,我们去的时候已经过了储存的季节,而储存的香桃木果已经腐烂了;但下次我们会更加注意。
περὶ δὲ φυτῶν Λεπτίνης σοι ἐρεῖ.
关于植物的事情,莱普提涅斯会告诉你。
ἀργύριον δʼ εἰς ταῦτα ἕνεκά τε τούτων καὶ εἰσφορῶν τινων εἰς τὴν πόλιν ἔλαβον παρὰ Λεπτίνου, λέγων ἅ μοι ἐδόκει εὐσχημονέστατα ἡμῖν εἶναι καὶ ἀληθῆ λέγειν, ὅτι ἡμέτερον εἴη ὃ εἰς τὴν ναῦν ἀναλώσαμεν τὴν Λευκαδίαν, σχεδὸν ἑκκαίδεκα μναῖ·
为了准备这些东西,以及为了向城邦缴纳的一些捐税,我从莱普提涅斯那里拿了钱,并对他说了在我看来对我们最体面且符合事实的话,即我们花在莱夫卡斯船只上的开支——大约十六明纳——属于我们的份额。
τοῦτʼ οὖν ἔλαβον, καὶ λαβὼν αὐτός τε ἐχρησάμην καὶ ὑμῖν ταῦτα ἀπέπεμψα.
所以我拿了这笔钱,拿了之后我自己用了,并且把这些东西寄给了你们。
τὸ δὴ μετὰ τοῦτο περὶ χρημάτων ἄκουε ὥς σοι ἔχει, περί τε τὰ σὰ τὰ Ἀθήνησιν καὶ περὶ τὰ ἐμά.
接下来的事,请听一听关于资金的情况,包括你在雅典的资产和我的资产。
ἐγὼ τοῖς σοῖς χρήμασιν, ὥσπερ τότε σοι ἔλεγον, χρήσομαι καθάπερ τοῖς τῶν ἄλλων ἐπιτηδείων, χρῶμαι δὲ ὡς ἂν δύνωμαι ὀλιγίστοις, ὅσα ἀναγκαῖα ἢ δίκαια ἢ εὐσχήμονα ἐμοί τε δοκεῖ καὶ παρʼ οὗ ἂν λαμβάνω.
我将使用你的资金,正如我当时对你说的那样,就像使用其他亲密朋友的资金一样;但我会尽可能少地使用,只在我觉得必要、公正或体面,且对借予我的人来说也是如此的范围内使用。
ἐμοὶ δὴ τοιοῦτον νῦν συμβέβηκεν.
事实上,我现在就遇到了这样的情况。
εἰσί μοι ἀδελφιδῶν θυγατέρες τῶν ἀποθανουσῶν τότε ὅτʼ ἐγὼ οὐκ ἐστεφανούμην, σὺ δʼ ἐκέλευες, τέτταρες, ἡ μὲν νῦν ἐπίγαμος, ἡ δὲ ὀκταέτις, ἡ δὲ σμικρὸν πρὸς τρισὶν ἔτεσιν, ἡ δὲ οὔπω ἐνιαυσία.
我有四个外甥女,是我那些在我没有戴上花冠(尽管你命令我戴)时去世的姐妹们的女儿。 一个现在到了结婚年龄,一个八岁,一个刚过三岁,还有一个还不到一岁。
ταύτας ἐκδοτέον ἐμοί ἐστιν καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις, αἷς ἂν ἐγὼ ἐπιβιῶ· αἷς δʼ ἂν μή, χαιρόντων.
将这些女孩出嫁是我和我的亲友们的责任,至少是那些我能活到照看她们的时候的人;至于那些我无法照看的人,随她们去吧。
καὶ ὧν ἂν γένωνται οἱ πατέρες αὐτῶν ἐμοῦ πλουσιώτεροι, οὐκ ἐκδοτέον· τὰ δὲ νῦν αὐτῶν ἐγὼ εὐπορώτατος, καὶ τὰς μητέρας δὲ αὐτῶν ἐγὼ ἐξέδωκα καὶ μετʼ ἄλλων καὶ μετὰ Δίωνος.
至于那些父亲变得比我富有的人,我不需要负责出嫁;但目前在他们当中我是最富裕的,而且她们的母亲也都是我和其他人以及狄翁一起送出嫁的。
ἡ μὲν οὖν Σπευσίππῳ γαμεῖται, ἀδελφῆς οὖσα αὐτῷ θυγάτηρ.
其中一个现在嫁给斯佩西波斯,她是斯佩西波斯的姐姐的女儿。
δεῖ δὴ ταύτῃ οὐδὲν πλέον ἢ τριάκοντα μνῶν· μέτριαι γὰρ αὗται ἡμῖν προῖκες.
对于这一个,确实不需要超过三十明纳,因为在我们这里,这算是适中的嫁妆。
ἔτι δὲ ἐὰν ἡ μήτηρ τελευτήσῃ ἡ ἐμή, οὐδὲν αὖ πλείονος ἢ δέκα μνῶν δέοι ἂν εἰς τὴν οἰκοδομίαν τοῦ τάφου.
此外,如果我的母亲去世,建造坟墓也同样不需要超过十明纳。