Humanitext Reader

柏拉图 · 书信集 §13.363

给友人的礼物与确认亲笔信的暗号

第 34 段,共 34 段 · 希腊语

内容简介

作者要求狄奥尼西奥斯二世为朋友和刻贝斯的家人安排礼物,并透露了用“神”与“诸神”区分真伪信件的秘密暗号,最后就包括尽快偿还莱普提涅斯等事务做出指示。

§13.363Κρατίνῳ τῷ Τιμοθέου μὲν ἀδελφῷ, ἐμῷ δʼ ἑταίρῳ, θώρακα δωρησώμεθα ὁπλιτικὸν τῶν μαλακῶν τῶν πεζῶν, καὶ ταῖς κέβητος θυγατράσι χιτώνια τρία ἑπταπήχη, μὴ τῶν πολυτελῶν τῶν Ἀμοργίνων, ἀλλὰ τῶν Σικελικῶν τῶν λινῶν.
让我们送给提摩太的兄弟、我的同伴克拉提诺斯一件步兵用的轻便重装甲衣,并送给刻贝斯的女儿们三件七肘长的紧身衣,不是阿莫尔戈斯产的那种昂贵衣服,而是西西里产的亚麻衣服。
ἐπιεικῶς δὲ γιγνώσκεις τοὔνομα κέβητος· γεγραμμένος γάρ ἐστιν ἐν τοῖς Σωκρατείοις λόγοις μετὰ Σιμμίου Σωκράτει διαλεγόμενος ἐν τῷ περὶ ψυχῆς λόγῳ, ἀνὴρ πᾶσιν ἡμῖν οἰκεῖός τε καὶ εὔνους.
你对刻贝斯这个名字应该相当熟悉;因为在苏格拉底对话录中,在关于灵魂的那篇对话里,他曾与西米亚斯一起同苏格拉底交谈,他是我们所有人的亲密且友好的朋友。
περὶ δὲ δὴ τοῦ συμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας ἂν μή, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δʼ ἐννόει καὶ πάνυ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι.
至于信件的暗号,即哪些是我在紧急情况下写的,哪些不是,我想你是记得的,但还是要记在心里并密切注意;因为有许多人要求我写信,要公开拒绝他们并不容易。
τῆς μὲν γὰρ σπουδαίας ἐπιστολῆς θεὸς ἄρχει, θεοὶ δὲ τῆς ἧττον.
真诚的信以“神”开头,而不那么真诚的信则以“诸神”开头。
οἱ πρέσβεις καὶ ἐδέοντο ἐπιστέλλειν σοι, καὶ εἰκός· πάνυ γὰρ προθύμως σὲ πανταχοῦ καὶ ἐμὲ ἐγκωμιάζουσιν, καὶ οὐχ ἥκιστα Φίλαγρος, ὃς τότε τὴν χεῖρα ἠσθένει.
使者们也请求我写信给你,这也是理所当然的;因为他们在各地都非常热烈地赞扬你和我,尤其是当时手部有疾的菲拉格罗斯。
καὶ φιλαίδης παρὰ βασιλέως ἥκων τοῦ μεγάλου ἔλεγεν περὶ σοῦ· εἰ δὲ μὴ πάνυ μακρᾶς ἐπιστολῆς ἦν, ἔγραψα ἂν ἃ ἔλεγεν, νῦν δὲ Λεπτίνου πυνθάνου.
而且从大王那里回来的菲莱德斯也谈到了你;如果这不需要写一封极长的信,我本想把他的话写下来的,但现在你还是向莱普提涅斯打听吧。
ἂν τὸν θώρακα ἢ ἄλλο τι ὧν ἐπιστέλλω πέμπῃς, ἂν μὲν αὐτός τῳ βούλῃ, εἰ δὲ μή, Τηρίλλῳ δός·
如果你寄送这件铠甲或我嘱托你寄送的其他任何东西,如果你自己想托付给某人,那就给他;否则,就交给特里罗斯。
ἔστι δὲ τῶν ἀεὶ πλεόντων, ἡμέτερος ἐπιτήδειος καὶ τὰ ἄλλα καὶ περὶ φιλοσοφίαν χαρίεις.
他是经常航行的人之一,也是我们的亲密朋友,在其他方面尤其是哲学方面都很文雅。
Τείσωνος δʼ ἔστιν κηδεστής, ὃς τότε ὅθʼ ἡμεῖς ἀπεπλέομεν ἐπολιανόμει.
他是泰松的姻亲,在我们乘船离开时,泰松正担任市政监督官。
ἔρρωσο καὶ φιλοσόφει καὶ τοὺς ἄλλους προτρέπου τοὺς νεωτέρους, καὶ τοὺς συσφαιριστὰς ἀσπάζου ὑπὲρ ἐμοῦ, καὶ πρόσταττε τοῖς τε ἄλλοις καὶ Ἀριστοκρίτῳ, ἐάν τις παρʼ ἐμοῦ λόγος ἢ ἐπιστολὴ ἴῃ παρὰ σέ, ἐπιμελεῖσθαι ὅπως ὡς τάχιστα σὺ αἴσθῃ, καὶ ὑπομιμνῄσκειν σε ἵνα ἐπιμελῇ τῶν ἐπισταλέντων.
愿你健康,并致力于哲学,也勉励其他年轻人;代我向球友们问好。 并吩咐其他人以及阿里斯托克里托斯:如果我有什么话或信件寄给你,要确保让你尽快知道,并提醒你处理所嘱托的事。
καὶ νῦν Λεπτίνῃ τῆς ἀποδόσεως τοῦ ἀργυρίου μὴ ἀμελήσῃς, ἀλλʼ ὡς τάχιστα ἀπόδος, ἵνα καὶ οἱ ἄλλοι πρὸς τοῦτον ὁρῶντες προθυμότεροι ὦσιν ἡμῖν ὑπηρετεῖν.
现在对于偿还莱普提涅斯资金的事,你千万不可疏忽,而是要尽快偿还,以便其他人看到他的待遇,会更乐意为我们服务。
Ἰατροκλῆς, ὁ μετὰ Μυρωνίδου τότε ἐλεύθερος ἀφεθεὶς ὑπʼ ἐμοῦ, πλεῖ νῦν μετὰ τῶν πεμπομένων παρʼ ἐμοῦ· ἔμμισθον οὖν που αὐτὸν κατάστησον ὡς ὄντα σοι εὔνουν, καὶ ἄν τι βούλῃ, αὐτῷ χρῷ.
亚特罗克莱斯,即当时与米罗尼德斯一起被我释放获得自由的那个人,现在正与我派去的人同行;因此,请给他安排一个有薪水的职位,因为他对你很友好,如果你有什么需要,就起用他。
καὶ τὴν ἐπιστολὴν ἢ αὐτὴν ἢ ὑπόμνημα αὐτῆς σῷζέ τε, καὶ ὁ αὐτὸς ἴσθι.
请保存这封信本身或它的摘要,并保持你一贯的品质。

词汇与语法注释

  1. 363aθώρακα ... τῶν μαλακῶν τῶν πεζῶν — 属格短语 `τῶν μαλακῶν τῶν πεζῶν` 起到部分属格或表示类别的属格作用,指明了重装甲衣中“步兵用柔软型”这一特定子类别。
  2. 363bτῆς μὲν γὰρ σπουδαίας ἐπιστολῆς θεὸς ἄρχει — 动词 `ἄρχει` 支配属格,意为“以……开始”。此处描述了验证柏拉图写信意图真诚与否的暗号:真诚的信以单数的“神”(`θεός`)开头,而不那么重要的信则以复数的“诸神”(`θεοί`)开头。
  3. 363cεἰ δὲ μὴ πάνυ μακρᾶς ἐπιστολῆς ἦν — 此处的属格 `πάνυ μακρᾶς ἐπιστολῆς` 是与非人称动词 `ἦν`(或以所述内容为暗示主语)连用的特征/性质属格。该条件句表示过去相反的虚拟语气:“如果写这封信不需要很长的篇幅的话”。
  4. 363dἐπιμελεῖσθαι ... καὶ ὑπομιμνῄσκειν — 这两个不定式在主句命令式动词 `πρόσταττε`(命令)之后,用作间接命令的不定式,意为“命令(他们)去留心……并去提醒……”。
  5. 363eὁ αὐτὸς ἴσθι — 字面意思是“做同样的人”,这是一种惯常的结语表达,意为“(在对我的友好关系中)保持不变”或“对自己忠诚”。

引用这一段

柏拉图, 书信集 §13.363. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:13.363

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。