§989ΑΘ. ταῦτα ἡμῖν εἴρηται πάντα κατὰ τὴν τῶν ἀνοσίων τιμωρὸν δίκην·
雅典人:这一切都是我们按照惩罚不敬者的正义所说的。
περὶ δὲ δὴ τὸ δοκιμαζόμενον οὐχ οἷόν τε ἡμῖν ἀπιστεῖν ὡς οὐ δεῖ τόν γε ἀγαθὸν σοφὸν ἡμᾶς ἡγεῖσθαι, τὴν δὲ σοφίαν ταύτην, ἣν ζητοῦμεν πάλαι, ἴδωμεν ἄν ποτʼ ἄρα ἐπινοήσωμεν ἢ κατὰ παιδείαν ἢ κατὰ τέχνην, ἥντινα τοῦ γιγνώσκειν ἐνδεεῖς ὄντες τῶν δικαίων, ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι.
但是关于正在检验的主题,我们绝不能不相信我们必须认为善人是智慧的;让我们看看我们是否能有朝一日通过教育或技术,想出我们寻找已久的这种智慧,如果我们缺乏对这种智慧的认识,我们在正义的事物上就会成为无知之人。
δοκοῦμεν δή μοι, καὶ λεκτέον· ἄνω γὰρ καὶ κάτω ζητῶν ᾗ μοι καταφανὴς γέγονεν, πειράσομαι δήλην ὑμῖν αὐτὴν ἀποτελεῖν.
在我看来,我们确实能,而且必须说出来;因为我在自己明了的道路上到处寻找,我将努力向你们阐明它。
τὸ δὴ μέγιστον ἀρετῆς οὐ καλῶς πραττόμενον ἡμῖν γέγονεν αἴτιον, ὡς ἄρτι σημαίνειν ἐκ τῶν εἰρημένων μοι σφόδρα δοκεῖ.
正是德性中最大的部分在我们这里没有得到完美的践行,成了这个原因,这从我刚才所说的话中显得极为明显。
μεῖζον μὲν γὰρ ἀρετῆς μηδεὶς ἡμᾶς ποτε πείσῃ τῆς εὐσεβείας εἶναι τῷ θνητῷ γένει·
因为任何人决不能说服我们,对凡人而言,有比敬虔更伟大的德性。
τοῦτο δʼ ὅτι διʼ ἀμαθίαν τὴν μεγίστην ἐν ταῖς ἀρίσταις φύσεσιν οὐ γέγονεν, λεκτέον.
但是必须说明的是,由于在最优秀的天性中存在着最大的无知,这件事(敬虔)才没有充分实现。
ἄρισται δʼ εἰσὶν αἱ χαλεπώτατα μὲν ἂν γενόμεναι, μέγιστον δὲ ὄφελος, ἂν γίγνωνται·
而最优秀的天性是那些最难产生,但一旦产生便会带来最大益处的天性。
τά τε γὰρ τῆς βραδείας τε καὶ τῆς ἐναντίας φύσεως μετρίως ἀποδεχομένη ψυχὴ καὶ πρᾴως, εὔκολος ἂν εἴη, τήν τε ἀνδρείαν ἀγαμένη, καὶ πρὸς τὸ σωφρονεῖν εὐπειθής, καὶ τό γε μέγιστον, ἐν ταύταις ταῖς φύσεσιν δυναμένη μανθάνειν καὶ μνήμων οὖσα, εὖ μάλα χαίρειν τούτοις αὐτοῖς δύναιτʼ ἂν φιλομαθὴς ὥστʼ εἶναι.
因为一个能够适度且温和地接纳缓慢天性和其相反天性的灵魂,会是温和的、崇尚勇敢的、顺从节制的,而且最重要的是,在这些天性中能够学习且具有良好记忆,它将能够极好地因这些事物本身而欢欣,从而成为一个热爱学习的人。
ταῦτα γὰρ οὔτε ῥᾴδια φύεσθαι, γενόμενά τε, καὶ τροφῆς καὶ παιδείας τυχόντα ἧς δεῖ, τοὺς πλείστους αὐτῶν καὶ χείρους κατέχειν ὀρθότατα δύναιτʼ ἂν τῷ φρονεῖν καὶ πράττειν καὶ λέγειν περὶ θεοὺς ἕκαστα ὡς δεῖ τε καὶ ὅτε δεῖ, περὶ θυσίας τε καὶ καθαρμοὺς τῶν περὶ θεούς τε καὶ ἀνθρώπους, οὐ σχήμασι τεχνάζοντας, ἀλλὰ ἀληθείᾳ τιμῶντας ἀρετήν, ὃ δὴ καὶ μέγιστόν ἐστι συμπάντων πάσῃ τῇ πόλει.
因为这些天性既不易生长,而一旦产生并获得了必要的抚育和教育,就能最正确地约束他们中的大多数人以及较差的人,这是通过在关于神明的事情上以应有的方式和在应有的时候去思考、行动和说话,以及关于神人和人之间的祭祀和净化,不以外表作伪,而是以真理来尊崇德性。 这确实是整个城邦中一切事物里最伟大的。
τοῦτο δὴ οὖν τὸ μέρος εἶναί φαμεν φύσει κυριώτατον καὶ δυνατὸν ὡς οἷόν τε κάλλιστα καὶ ἄριστα μαθεῖν, εἰ διδάσκοι τις.
因此,我们说这部分在自然上是最主导的,而且如果有人教导,就能够以尽可能最美和最好的方式来学习。
ἀλλʼ οὐδʼ ἂν διδάξειεν, εἰ μὴ θεὸς ὑφηγοῖτο· εἰ τʼ οὖν διδάσκοι, κατὰ τρόπον δὲ μὴ δρῷ τὸ τοιοῦτον, κρεῖττον μὴ μανθάνειν.
但是,若非神明引导,谁也无法教导;如果确实有人教导,却不以合适的方式进行,那还不如不学。
ὅμως δʼ ἐκ τῶν νῦν λεγομένων ἀνάγκη μαθεῖν ταῦτα καὶ ἐμὲ λέγειν τὴν τοιαύτην τε καὶ ἀρίστην φύσιν.
然而,从现在所说的话来看,必须学习这些,而我也必须谈论这种最优秀的天性。
πειρώμεθα δὴ τῷ τε λόγῳ διεξελθεῖν ἅ τʼ ἐστὶν καὶ οἷα καὶ ὡς δεῖ μανθάνειν, κατὰ δύναμιν τήν τʼ ἐμὴν τοῦ λέγοντος καὶ τὴν τῶν δυναμένων εἰσακοῦσαι, θεοσεβείας ᾧτινι τρόπῳ τις τίνα μαθήσεται.
那么,让我们努力在讨论中详述它们是什么、是怎样的、以及应当如何学习,这要根据我作为说话者的能力以及那些能够听从之人的能力,即以何种方式、谁、将学习关于敬神敬虔的什么内容。
§990ΑΘ. σχεδὸν μὲν οὖν ἐστιν ἄτοπον ἀκούσαντι, τὸ δʼ ὄνομα αὐτοῦ λέγομεν ἡμεῖς γε, ὅ τις οὐκ ἄν ποτε δόξειεν διʼ ἀπειρίαν τοῦ πράγματος—ἀστρονομίαν—ἀγνοεῖ τε ὅτι σοφώτατον ἀνάγκη τὸν ἀληθῶς ἀστρονόμον εἶναι, μὴ τὸν καθʼ Ἡσίοδον ἀστρονομοῦντα καὶ πάντας τοὺς τοιούτους, οἷον δυσμάς τε καὶ ἀνατολὰς ἐπεσκεμμένον, ἀλλὰ τὸν τῶν ὀκτὼ περιόδων τὰς ἑπτὰ περιόδους, διεξιούσης τὸν αὑτῶν κύκλον ἑκάστης οὕτως ὡς οὐκ ἂν ῥᾳδίως ποτὲ πᾶσα φύσις ἱκανὴ γένοιτο θεωρῆσαι, μὴ θαυμαστῆς μετέχουσα φύσεως.
雅典人:现在,对于听者来说,这几乎是奇怪的,但我们至少要说出它的名字,由于对这门学问缺乏经验,人们绝不会想到它——那就是“天文学”——而且人们不知道真正的天文学家必须是最智慧的,不是那种按照赫西俄德的方式进行观测的人以及所有这类人,即观察落山和升起的人,而是观察八个轨道中的七个轨道的人,这七个轨道中的每一个都以任何天性都无法轻易能够看清的方式运行其自身的圆周,除非这天性分享了某种惊人的天赋。
ὃ νῦν εἰρήκαμεν ἐροῦμέν τε, ὥς φαμεν, ὅπῃ δεῖ τε καὶ ὅπως χρεὼν μανθάνειν· πρῶτον δʼ ἡμῖν τόδε λεγέσθω.
我们现在所说的以及将要说的,正如我们所说,是应当在何处以及如何去学习;但首先必须由我们说明这一点。
σελήνη μὲν περίοδον τὴν αὑτῆς τάχιστα διέξεισιν, ἄγουσα μῆνα καὶ πανσέληνον πρώτην· δεύτερον δὲ κατανοεῖν δεῖ τὸν ἥλιον, τροπὰς ἄγοντα διὰ πάσης τῆς αὑτοῦ περιόδου, καὶ τούτῳ τοὺς συνδρόμους.
月亮确实最快地运行完它自身的轨道,带来月份和第一个满月;其次必须理解太阳,它在它的整个轨道中带来至点,以及那些与它同轨运行的星辰。
ἵνα δὲ μὴ πολλάκις ταὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, τὰς ἄλλας ὅσας ἐν τῷ πρόσθεν διεξήλθομεν ὁδοὺς τούτων οὐ ῥᾴδιον συννοεῖν, ἐπὶ δὲ ταῦτα παρασκευάζοντας φύσεις οἵας δυνατὸν εἶναι, χρεὼν πολλὰ προδιδάσκοντα καὶ ἐθίζοντα ἀεὶ διαπονήσασθαι παῖδα ὄντα καὶ νεανίσκον.
但是为了使我们不至于对相同的事物多次谈论同样的话,它们中我们在前面详述过的其他轨道并不容易理解,为了让那些天性尽可能为此作好准备,必须在他们还是儿童和青年时,通过预先教导许多事物并使其始终习惯来加以磨练。
διὸ μαθημάτων δέον ἂν εἴη· τὸ δὲ μέγιστόν τε καὶ πρῶτον καὶ ἀριθμῶν αὐτῶν ἀλλʼ οὐ σώματα ἐχόντων, ἀλλὰ ὅλης τῆς τοῦ περιττοῦ τε καὶ ἀρτίου γενέσεώς τε καὶ δυνάμεως, ὅσην παρέχεται πρὸς τὴν τῶν ὄντων φύσιν.
因此,需要有学习的学科;而最重要、最首要的,是关于数字本身而非具有实体的数字,即关于奇数和偶数的整个生成和力量,以及它们对存在之物的自然所提供的力量。
ταῦτα δὲ μαθόντι τούτοις ἐφεξῆς ἐστιν ὃ καλοῦσι μὲν σφόδρα γελοῖον ὄνομα γεωμετρίαν, τῶν οὐκ ὄντων δὲ ὁμοίων ἀλλήλοις φύσει ἀριθμῶν ὁμοίωσις πρὸς τὴν τῶν ἐπιπέδων μοῖραν γεγονυῖά ἐστιν διαφανής·
对于学会了这些的人来说,紧接着这些的是人们用一个非常荒谬的名字所称呼的“几何学”,这其实是通过将本性上互不相似的数字与平面领域联系起来,从而使它们显而易见地相似。
ὃ δὴ θαῦμα οὐκ ἀνθρώπινον ἀλλὰ γεγονὸς θεῖον φανερὸν ἂν γίγνοιτο τῷ δυναμένῳ συννοεῖν.
对于能够理解的人来说,这显然将显现为神的奇迹而非人性的奇迹。
μετὰ δὲ ταύτην τοὺς τρὶς ηὐξημένους καὶ τῇ στερεᾷ φύσει ὁμοίους·
而在几何学之后,是那些被增加了三次、与立体自然相似的数字;而对于那些变得不相似的数字,则通过另一种技术使其相似,遇到这种技术的人便称其为“立体几何学”;对于那些深入观察并思考的人来说,这是神圣且奇妙的,因为当力量总是围绕着双倍和与其相反的关系展开时,整个自然都在每个比例中被印刻上形相和门类。
τοὺς δὲ ἀνομοίους αὖ γεγονότας ἑτέρᾳ τέχνῃ ὁμοιοῖ, ταύτῃ ἣν δὴ στερεομετρίαν ἐκάλεσαν οἱ προστυχεῖς αὐτῇ γεγονότες· ὃ δὲ θεῖόν τʼ ἐστὶν καὶ θαυμαστὸν τοῖς ἐγκαθορῶσί τε καὶ διανοουμένοις ὡς περὶ τὸ διπλάσιον ἀεὶ στρεφομένης τῆς δυνάμεως καὶ τῆς ἐξ ἐναντίας ταύτῃ καθʼ ἑκάστην ἀναλογίαν εἶδος καὶ γένος ἀποτυποῦται πᾶσα ἡ φύσις.