Humanitext Reader

柏拉图 · 法律篇后篇 §991-992

宇宙和谐的认知与真正智者的国政统治

第 11 段,共 11 段 · 希腊语

内容简介

说话者论证了数字比例和平均数的和谐结构如何塑造宇宙与缪斯的舞蹈,并指出通过天文学和灵魂学说掌握这一知识的少数智者应当担任国家最高的官职。

§991ΑΘ. ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατʼ ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα· ἡ δʼ εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφʼ ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα·
雅典人:事实上,按数字计算,第一个双倍的进展是按一比二的比例进行的;第二个是按力能(平方)计算的双倍;而第三个进入立体和触觉领域的则是再次的双倍,从一进行到八。
ἡ δὲ διπλασίου μὲν εἰς μέσον, ἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος, τὸ δʼ ἕτερον τῷ αὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχον τε καὶ ὑπερεχόμενον—ἐν μέσῳ δὲ τοῦ ἓξ πρὸς τὰ δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον—τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπʼ ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη.
而那导向双倍之中的,一方面比极小者多出相等的分量,且比极大者少去相等的分量,另一方面则以两端自身相同的比例(部分)去超越并被超越——在六比十二的中间,恰好产生了一点五倍和一点三三倍的关系——在这些平均值本身之中向两边回旋,为了游戏、节奏与和谐,它赋予了人类协调且匀称的用处,这是被授予以缪斯们幸福舞蹈的。
ταῦτα μὲν οὖν δὴ ταύτῃ γιγνέσθω τε καὶ ἐχέτω σύμπαντα·
因此,让这一切确实以这种方式产生并保持。
τὸ δʼ ἐπὶ τούτοις τέλος, εἰς θείαν γένεσιν ἅμα καὶ τὴν τῶν ὁρατῶν καλλίστην τε καὶ θειοτάτην φύσιν ἰτέον, ὅσην ἀνθρώποις θεὸς ἔδωκεν κατιδεῖν, ἣν οὔποτε ἄνευ τῶν νῦν διειρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥᾳστώνῃ παραλαβεῖν.
但接下来,作为这些学科的终点,我们必须走向神圣的生成,同时走向可见之物中最美、最神圣的自然,即神所赐予人类去注视的全部;若不通过现在所详述的这些途径,不曾注视过它的人,绝不能夸口说能轻而易举地掌握它。
πρὸς τούτοις δὲ τὸ καθʼ ἓν τῷ κατʼ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς συνουσίαις, ἐρωτῶντά τε καὶ ἐλέγχοντα τὰ μὴ καλῶς ῥηθέντα· πάντως γὰρ καλλίστη καὶ πρώτη βάσανος ἀνθρώποις ὀρθῶς γίγνεται, ὅσαι δὲ οὐκ οὖσαι προσποιοῦνται, ματαιότατος πόνος ἁπάντων.
除此之外,在每一次的讨论交谈中,都必须通过提问和检验那些说得不妥当的话,将具体个别的事物与符合形式(种)的事物联系起来;因为这确实是人类正确获得的最美、最首要的试金石,而所有那些虚假的、装腔作势的手法,则是所有人世劳作中最虚妄的。
ἔτι δὲ τὴν ἀκρίβειαν τοῦ χρόνου ἡμῖν ληπτέον, ὡς ἀκριβῶς ἀποτελεῖ πάντα τὰ κατʼ οὐρανὸν γιγνόμενα, ἵνʼ ὁ πιστεύσας ὡς ὁ λόγος ἀληθὴς γέγονεν ὅτι πρεσβύτερόν τʼ ἐστὶν ἅμα καὶ θειότερον ψυχὴ σώματος, ἡγήσαιτʼ ἂν παγκάλως τε καὶ ἱκανῶς εἰρῆσθαι τὸ θεῶν εἶναι πάντα πλέα καὶ μηδέποτε λήθῃ μηδὲ ἀμελείᾳ τῶν κρειττόνων ἡμᾶς παρωλιγωρῆσθαι.
此外,我们必须掌握时间的精确性,看天空中发生的一切事物是如何精确地完成的,以便使那些确信这一论证为真的人——即灵魂同时比身体更古老也更神圣——能够认为‘万物皆充满神明’这一说法已经说得极其完美和充分,并且我们绝不会因更高贵者(神明)的遗忘或忽视而被轻视。
νοητέον δʼ ἐστὶν περὶ πάντα τὰ τοιαῦτα τόδε, ὡς, ἐὰν μέν τις ἕκαστα τούτων ὀρθῶς λαμβάνῃ, μέγʼ ὄφελος γίγνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν·
关于所有这类事情,必须理解这一点:如果一个人确实正确地掌握了其中的每一项,那么对于以合适的方式接受它们的人来说,就会产生极大的益处;但若非如此,最好还是始终呼求神明。
ὁ δὲ τρόπος ὅδε —ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν—πᾶν διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ὁμολογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι, φανήσεται δέ, ἄν, ὃ λέγομεν, ὀρθῶς τις εἰς ἓν βλέπων μανθάνῃ— §992ΑΘ. δεσμὸς γὰρ πεφυκὼς πάντων τούτων εἷς ἀναφανήσεται διανοουμένοις —εἰ δʼ ἄλλως πως ταῦτα μεταχειριεῖταί τις, τύχην δεῖ καλεῖν, ὥσπερ καὶ λέγομεν.
而这个方法是这样的—— 因为至少说明这一点是必要的——对于以合适的方式学习的人来说,每一个几何图形、数字的体系、和谐的每一个组织,以及星辰运行的契合一致,都必须显现为所有事物共有的单一个体;而如果一个人如我们所说,通过正确地注视着一个目标来学习,它就会显现出来—— 雅典人:因为对于深思熟虑的人来说,一个天生联系着所有这些事物的单一纽带将会显现出来。 但如果有人以任何其他方式处理这些事物,他就必须求助于运气,正如我们也说过的那样。
οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλʼ οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή, ταῦτα τὰ μαθήματα· εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον.
因为如果没有这些,城邦中的任何天性都绝不会变得幸福,而这就是方法,这就是抚育,这就是学习的学科;无论是难是易,都必须走这条路。
ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστιν θεῶν, καταφανοῦς γενομένης τῆς πάντων αὐτῶν κατὰ τρόπον λεγομένης φήμης εὐτυχοῦς.
既然关于他们所有人的、以合适方式宣告的吉祥神谕已变得显而易见,那么忽视神明便是不合神法的。
τὸν δὲ σύμπαντα ταῦτα οὕτως εἰληφότα, τοῦτον λέγω τὸν ἀληθέστατα σοφώτατον· ὃν καὶ διισχυρίζομαι παίζων καὶ σπουδάζων ἅμα, ὅτε θανάτῳ τις τῶν τοιούτων τὴν αὑτοῦ μοῖραν ἀναπλήσει, σχεδὸν ἐάνπερ ἔτʼ ἀποθανὼν ᾖ, μήτε μεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων, μιᾶς τε μοίρας μετειληφότα μόνον καὶ ἐκ πολλῶν ἕνα γεγονότα, εὐδαίμονά τε ἔσεσθαι καὶ σοφώτατον ἅμα καὶ μακάριον, εἴτε τις ἐν ἠπείροις εἴτʼ ἐν νήσοις μακάριος ὢν ζῇ, κἀκεῖνον μεθέξειν τῆς τοιαύτης ἀεὶ τύχης, κεἴτε δημοσίᾳ τις ἐπιτηδεύσας ταῦτα εἴτε ἰδίᾳ διαβιῷ, τὰ αὐτὰ καὶ ὡσαύτως αὐτὸν πράξειν παρὰ θεῶν.
而以这种方式掌握了所有这一切的人,我说他才是最真实、最智慧的人;同时,我半开玩笑半认真地断言,当这样的人中有人因死亡而完成他自己的命运时,大抵上只要他仍处于死亡状态,他就不会再像现在这样分享许多感觉,而是仅分享单一的命运,并从许多个事物中合而为一,从而变得幸福,同时最智慧且受祝福,无论一个人是在大陆上还是在岛屿上幸福地生活,那个人都将始终分享这样的好运,而且无论一个人是公开践行这些还是私下度日,他都将从神明那里获得相同且同样的回报。
ὃ δὲ κατʼ ἀρχάς τε ἐλέγομεν, καὶ νῦν αὑτὸς πάρεστι λόγος ἀληθὴς ὄντως, ὡς οὐ δυνατὸν ἀνθρώποις τελέως μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, ἔστιν ταῦτα ὀρθῶς εἰρημένα·
而我们起初所说的,且现在这完全相同的论证作为确实的真理而存在,即除了少数人之外,人类不可能变得完美地受祝福和幸福,这些话是正确地说的。
ὁπόσοι γὰρ θεῖοι καὶ σώφρονες ἅμα τῆς ἄλλης τε μετέχοντες ἀρετῆς φύσει, πρὸς δὲ τούτοις ὅσα μαθήματος ἔχεται μακαρίου πάντα εἰληφότες —ἃ δʼ ἔστιν εἰρήκαμεν—τούτοισιν μόνοις τὰ τοῦ δαιμονίου σύμπαντα ἱκανῶς εἴληχέ τε καὶ ἔχει.
因为那些既神圣又克制、在天性上分享其他德性的人,而且除此之外还掌握了属于受祝福学习的所有内容的人——这些内容是什么我们已经说了——唯独对这些人,神性领域的全部才被充分地分配并保有着。
τοῖς μὲν οὖν ταῦτα οὕτω διαπονήσασιν ἰδίᾳ λέγομεν καὶ δημοσίᾳ κατὰ νόμον τίθεμεν, εἰς πρεσβύτου τέλος ἀφικομένοις τὰς μεγίστας ἀρχὰς παραδίδοσθαι δεῖν, τοὺς δʼ ἄλλους τούτοις συνεπομένους εὐφημεῖν πάντας θεοὺς ἅμα καὶ πάσας, καὶ τὸν νυκτερινὸν σύλλογον ἐπὶ ταύτην τὴν σοφίαν ἱκανῶς γνόντας τε καὶ δοκιμάσαντας ἡμᾶς ὀρθότατα πάντας παρακαλεῖν.
因此,对于那些如此努力钻研这些事物的人,我们私下里对他们说,并公开立法规定,当他们到达老年期时,必须把最大的官职移交给他们;而其他人应当追随他们,共同赞美所有的男神和女神;而我们,在对夜间会议的这项智慧有了充分的认识和检验后,必须最正确地召唤他们所有人。

词汇与语法注释

  1. 991aἡ μὲν δὴ πρώτη τοῦ διπλασίου — 阴性冠词 ἡ 暗示省略了一个名词,极有可能是 ἀναλογία(“比例”)或 πρόοδος(“进行”)。随后的短语 ἡ κα特级 δύναμιν 和 ἡ εἰς τὸ στερεόν 也包含类似的省略,分别代表毕达哥拉斯式的三个比例维度:数字上的双倍(1:2)、力能或平方上的双倍(1:4)以及立体上的双倍(1:8)。
  2. 991aἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος — 这定义了算术平均数(例如,6与12之间的9,比6多3,比12少3)。ἴσως 作为副词意为“以等量”,属格 τοῦ ἐλάττονος 和 τοῦ μείζονος 是比较属格。接下来的从句 τὸ δ' ἕτερον... 则描述了调和平均数(例如,6与12之间的8,它超越6的幅度是6的三分之一即2,而被12超越的幅度是12的三分之一即4)。
  3. 991dἵνʼ ὁ πιστεύσας... ἡγήσαιτʼ ἂν — 在由 ἵνα 引导的目的从句中,使用 ἂν 连同祈愿语气(ἡγήσαιτʼ ἂν)。紧接着主句中表示意图或义务的表达(ληπτέον),这一结合传达了一种潜在的语气:“以便使那些确信……的人,或许会认为”。分词 ὁ πιστεύσας 起到条件作用(“如果有人确信”),与潜在祈愿语气的归结部相匹配。
  4. 992bμεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων — 分词 μετειληφότα 和 γεγονότα 的句法关系,它们与作为“对格与不定式”结构主语的 τὸν... εἰληφότα 一致。这表达了灵魂的净化过程:死后灵魂从多重的感官感觉(αἰσθήσεις)中解放出来,并从多样性整合为单一的统一体,这通过对格不定式从句中的谓语关系(μιᾶς μοίρας μετειληφότα... εὐδαίμονά τε ἔσεσθαι)表现出来。

引用这一段

柏拉图, 法律篇后篇 §991-992. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:991-992

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。