§987ΑΘ. παλαιὸς γὰρ δὴ τρόπος ἔθρεψεν τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θʼ ἱκανῶς κέκτηται, φανεροὺς μὲν ὡς ἔπος εἰπεῖν ἀστέρας ἀεὶ σύμπαντας καθορῶντας, ἅτε νεφῶν καὶ ὑδάτων ἀπόπροσθεν ἀεὶ τοῦ κόσμου κεκτημένους, ὅθεν καὶ πανταχόσε καὶ δεῦρʼ ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ.
雅典人:因为确实,古老的习俗,由于夏日气候的美好,孕育了最早思考这些事物的人,埃及和叙利亚就充分拥有这种气候,可以说,他们总是能看清所有的星辰,因为他们所处的世界总是远离云雾和雨水。 从那里,经过一万年及无限时间的检验,这些知识传到了各地,也传到了这里。
διὸ θαρροῦντα χρὴ ταῦτα εἰς νόμους θέσθαι—τὸ γὰρ μὴ τίμια τὰ θεῖα εἶναι, τὰ δὲ τίμια, σαφῶς οὐκ ἐμφρόνων—ὅτι δὲ οὐκ ὀνόματα ἔσχηκεν, τήν γε αἰτίαν χρὴ λέγεσθαι ταύτην.
因此,应当满怀信心地将这些写入法律——因为不使神圣之物获得尊荣,而使其他事物获得尊荣,显然不是明智之人的做法——但至于它们为何没有名字,则应当说明这个原因。
ἀλλὰ γὰρ ἐπωνυμίαν εἰλήφασιν θεῶν·
然而,它们确实得到了诸神的名字。
ὁ μὲν γὰρ ἑωσφόρος ἕσπερός τε ὢν αὑτὸς ἀφροδίτης εἶναι σχεδὸν ἔχει λόγον καὶ μάλα Συρίῳ νομοθέτῃ πρέπον, ὁ δʼ ὁμόδρομος ἡλίῳ τε ἅμα καὶ τούτῳ σχεδὸν Ἑρμοῦ.
因为那既是启明星又是长庚星的同一颗星,几乎可以说是属于阿佛洛狄忒的,这非常适合叙利亚的立法者;而那与太阳和这颗星几乎同轨运行的,则属于赫耳墨斯。
τρεῖς δʼ ἔτι φορὰς λέγωμεν ἐπὶ δεξιὰ πορευομένων μετὰ σελήνης τε καὶ ἡλίου.
让我们再谈谈与月亮和太阳一起向右运行的另外三个轨道。
ἕνα δὲ τὸν ὄγδοον χρὴ λέγειν, ὃν μάλιστά τις ἂν κόσμον προσαγορεύοι, ὃς ἐναντίος ἐκείνοις σύμπασιν πορεύεται, οὐκ ἄγων τοὺς ἄλλους, ὥς γε ἀνθρώποις φαίνοιτʼ ἂν ὀλίγα τούτων εἰδόσιν.
而第八个应该被说成是单一的,人最可以称其为“宇宙(秩序)”,它与所有那些星辰逆向运行,但并不拉着其他星辰一起走,正如对这些事物知之甚少的人所看起来的那样。
ὅσα δὲ ἱκανῶς ἴσμεν, ἀνάγκη λέγειν καὶ λέγομεν· ἡ γὰρ ὄντως οὖσα σοφία ταύτῃ πῃ φαίνεται τῷ καὶ σμικρὰ συννοίας ὀρθῆς θείας τε μετειληφότι.
但是,凡是我们充分了解的事物,我们必须说,而且我们正在说;因为对于那些分享了哪怕是一点点正确而神圣的思考的人来说,真正的智慧就是以这种方式显现的。
λοιποὶ δὴ τρεῖς ἀστέρες, ὧν εἷς μὲν βραδυτῆτι διαφέρων αὐτῶν ἐστι, Κρόνου δʼ αὐτόν τινες ἐπωνυμίαν φθέγγονται· τὸν δὲ μετὰ τοῦτον βραδυτῆτι λέγειν χρὴ Διός, Ἄρεως δὲ ὁ μετὰ τοῦτον, πάντων δὲ οὗτος ἐρυθρώτατον ἔχει χρῶμα.
至于剩下的三颗星,其中一颗由于极度缓慢而与众不同,有人用克洛诺斯的名字称呼它;紧随其后的、在缓慢程度上排第二的,应该说属于宙斯;而在这之后的那颗属于阿瑞斯,这颗星在所有星辰中颜色最红。
χαλεπὸν δὲ οὐδὲν τούτων κατανοῆσαί τινα φράζοντός τινος, ἀλλὰ μαθόντα, ὡς λέγομεν, ἡγεῖσθαι δεῖ.
如果有人予以解释,任何人要理解这些并不困难,但正如我们所说,在学习之后应当予以信服。
τόδε γε μὴν διανοηθῆναι χρὴ πάντʼ ἄνδρα Ἕλληνα, ὡς τόπον ἔχομεν τὸν τῶν Ἑλλήνων πρὸς ἀρετὴν ἐν τοῖς σχεδὸν ἄριστον·
然而,每一个希腊人都必须认识到:我们希腊人的土地,在培养德性方面几乎是最好的地方。
τὸ δʼ ἐπαινετὸν αὐτοῦ χρὴ λέγειν ὅτι μέσος ἂν εἴη χειμώνων τε καὶ τῆς θερινῆς φύσεως, ἡ δʼ ὑστεροῦσα ἡμῖν εἰς τὸ θερινὸν φύσις τοῦ περὶ τὸν ἐκεῖ τόπον, ὅπερ εἴπομεν, ὕστερον αὐτοῖς παραδέδωκεν τὸ τούτων τῶν θεῶν τοῦ κόσμου κατανόημα.
其值得称赞之处应当说是,它处于严冬与夏日气候的中间;而我们的自然气候,在夏日气候方面不如我们所说的那个地方(埃及和叙利亚),因此,关于这些宇宙神明的认识,比他们更晚地传给了我们。
λάβωμεν δὲ ὡς ὅτιπερ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται·
但是,让我们接受这样一点:凡是希腊人从野蛮人那里继承过来的东西,他们最终都会将其雕琢得更加完美。
§988ΑΘ. καὶ δὴ καὶ περὶ τὰ νῦν λεγόμενα ταὐτὸν δεῖ διανοηθῆναι τοῦτο, ὡς χαλεπὸν μὲν πάντα τὰ τοιαῦτα ἀναμφισβητήτως ἐξευρίσκειν, πολλὴ δʼ ἐλπὶς ἅμα καὶ καλὴ κάλλιον καὶ δικαιότερον ὄντως τῆς ἐκ τῶν βαρβάρων ἐλθούσης φήμης τε ἅμα καὶ θεραπείας πάντων τούτων τῶν θεῶν ἐπιμελήσεσθαι τοὺς Ἕλληνας, παιδείαις τε καὶ ἐκ Δελφῶν μαντείαις χρωμένους καὶ πάσῃ τῇ κατὰ νόμους θεραπείᾳ.
雅典人:而且,对于现在所说的这些,也必须持有这完全相同的想法:虽然要毫无争议地找出所有这类事物是困难的,但同时存在着一个巨大而美好的希望,那就是希腊人将利用教育、来自德尔斐的神谕以及法律所规定的所有崇拜,比从野蛮人那里传来的传闻和崇拜更加美好和更加公正地对待所有这些神明。
τόδε δὲ μηδείς ποτε φοβηθῇ τῶν Ἑλλήνων, ὡς οὐ χρὴ περὶ τὰ θεῖά ποτε πραγματεύεσθαι θνητοὺς ὄντας, πᾶν δὲ τούτῳ διανοηθῆναι τοὐναντίον, ὡς οὔτε ἄφρον ἐστίν ποτε τὸ θεῖον οὔτε ἀγνοεῖ που τὴν ἀνθρωπίνην φύσιν, ἀλλʼ οἶδεν ὅτι διδάσκοντος αὐτοῦ συνακολουθήσει καὶ μαθήσεται τὰ διδασκόμενα.
希腊人中决不要有人害怕这一点,认为凡人决不应该探求神圣的事物,相反,在这方面应该想到完全相反的事情:神明绝非愚蠢,也决非不了解人类的本性,而是知道,当他教导时,人类会顺从并学会所教导的东西。
ὅτι δὲ διδάσκει τοῦτο αὐτὸ ἡμᾶς, μανθάνομεν δὲ ἡμεῖς ἀριθμόν τε καὶ ἀριθμεῖν, οἶδεν δήπου.
神明当然知道他正在教导我们这同一件事物,也知道我们在学习数字和计数。
πάντων γὰρ ἀφρονέστατον ἂν εἴη τοῦτο ἀγνοοῦν· τὸ λεγόμενον γὰρ ἂν ὄντως αὐτὸ αὑτὸ ἀγνοοῖ, χαλεπαῖνον τῷ δυναμένῳ μανθάνειν, ἀλλʼ οὐ συγχαῖρον ἄνευ φθόνου διὰ θεὸν ἀγαθῷ γενομένῳ.
因为如果神明不知道这一点,那将是万物中最愚蠢的;因为正如俗话所说,神明确实会不知道自己,对能够学习的人发怒,而不是毫无嫉妒地与因神而变得善良的人一同欢喜。
λόγον δὴ καὶ πολὺν καὶ καλὸν ἔχει, τότε μέν, ὅτε περὶ θεῶν ἦν ἀνθρώποις διανοήματα πρῶτα, ὥς τε ἐγένοντο οἷοί τε ἐγίγνοντο καὶ ὁ μὲν καὶ οἵας μετεχειρίζοντο πράξεις, μὴ κατὰ νοῦν τοῖς σώφροσιν λέγεσθαι μηδὲ φίλως, μηδʼ ὡς οἱ δεύτεροι, ἐν οἷς πρεσβύτατα μὲν τὰ πυρὸς ἐλέγετο καὶ ὕδατος καὶ τῶν ἄλλων σωμάτων, ὕστερα δὲ τὰ τῆς θαυμαστῆς ψυχῆς, καὶ φορὰ κρείττων καὶ τιμιωτέρα, ἣν σῶμα εἴληχεν φέρειν αὐτό τε ἑαυτὸ θερμότητι καὶ ψύξεσιν καὶ πᾶσιν τοῖς τοιούτοις, ἀλλʼ οὐ ψυχὴ σῶμά τε καὶ ἑαυτήν·
因此,在过去,当人类最初对神明产生想法时——他们是如何产生的、成了怎样的人,以及各自从事了什么样的行为——这些事情在明智的人看来既不合心意也不友好,这是非常合理且美好的;同样不合心意的,还有第二批人(自然哲学家)所说的话,在他们看来,火、水及其他物体的元素被说成是最古老的,而奇妙的灵魂的事物则是后来才产生的,更优越、更尊贵的运行,竟被分配给身体,使其通过热、冷及所有类似的方式来运载自身和其他事物,而不是由灵魂来运载身体和自身。
νῦν δʼ ὅτε λέγομεν ψυχὴν μέν, ἄνπερ ἐν σώματι γένηται, θαῦμα οὐδὲν κινεῖν τε καὶ περιφέρειν τοῦτο καὶ ἑαυτήν, οὐδʼ ἡμῖν ἀπιστεῖ ψυχὴ κατὰ λόγον οὐδένα ὡς βάρος οὐδὲν περιφέρειν δυναμένη. διὸ καὶ νῦν ἡμῶν ἀξιούντων, ψυχῆς οὔσης αἰτίας τοῦ ὅλου, καὶ πάντων μὲν τῶν ἀγαθῶν ὄντων τοιούτων, τῶν δὲ αὖ φλαύρων τοιούτων ἄλλων, τῆς μὲν φορᾶς πάσης καὶ κινήσεως ψυχὴν αἰτίαν εἶναι θαῦμα οὐδέν, τὴν δʼ ἐπὶ τἀγαθὸν φορὰν καὶ κίνησιν τῆς ἀρίστης ψυχῆς εἶναι, τὴν δʼ ἐπὶ τοὐναντίον ἐναντίαν, νενικηκέναι δεῖ καὶ νικᾶν τὰ ἀγαθὰ τὰ μὴ τοιαῦτα.
但现在,当我们说灵魂一旦进入身体,它能毫无疑义地移动并运载身体和自身,而且灵魂在任何道理上都不会不相信我们,仿佛它无法运载任何重量一样;因此,现在我们既然主张灵魂是整体的原因,且所有的善都属于这一类,而恶则属于另一类,那么,灵魂是一切运行和运动的原因就不足为奇,而向着善的运行和运动属于最完美的灵魂,向着相反方向的属于相反的灵魂,那么,善战胜了并正在战胜那些不属于这一类的事物,就是必然的了。