Humanitext Reader

柏拉图 · 法律篇后篇 §986

八种天体力量与对行星的尊崇

第 8 段,共 11 段 · 希腊语

内容简介

雅典人阐述了天体的重要性,并谈到了环绕天空运行、互为姐妹的八种力量(天体),主张应当对太阳、月亮和恒星之外的其他行星给予同等的尊崇。随后他指出了运行速度几乎相等的三个天体(太阳、启明星及第三个天体),并解释说第三个天体因最初的观测者是野蛮人而没有名字。

§986ΑΘ. οἷον γὰρ εἴ ποτέ τις ἡμῶν ἥλιον ἢ σελήνην ἑωρακὼς ἦν γιγνομένους ἐφορῶντάς τε ἡμᾶς πάντας, καὶ μὴ ἔφραζεν ἀδύνατος ὤν πῃ φράζειν, τιμῆς τε ἀμοίρους ὄντας ἅμα καὶ μὴ προθυμοῖτο τό γε αὑτοῦ μέρος, εἰς ἔντιμον χώραν καταφανεῖς ἄγων αὐτούς, ἑορτάς τε αὐτοῖς γίγνεσθαι ποιεῖν καὶ θυσίας, ἀπολαμβανόμενόν τε χρόνον ἑκάστοις μειζόνων καὶ ἐλαττόνων πολλάκις ἐνιαυτῶν ὥρας διανέμειν, ἆρʼ οὐκ ἂν κακὸς ἑαυτῷ τε καὶ ἄλλῳ τῷ γιγνώσκοντι λεγόμενος ἐν δίκῃ συνεδόκει λέγεσθαί ποτʼ ἄν;
雅典人:因为,例如,如果我们当中有人曾见过太阳或月亮运行,并且见证它们在注视着我们所有人,但即使在任何方面并非不能陈说的情况下,却不予以陈说,在它们失去尊荣的同时,也未尽其所能地将它们引导到受人尊敬的显赫地位,使它们获得节日与祭祀,并将分配给它们的时间划分为许多大大小小的年份季节,那么,无论对他自己还是对其他知晓此事的人来说,当他被称为卑劣之辈时,难道不会被公认为说得很对吗?
ΚΛ. πῶς γὰρ οὔκ, ὦ ξένε;
克莱尼亚: 怎么会不对呢,异邦人?
κάκιστος μὲν οὖν.
那确实是最卑劣的人。
ΑΘ. τοῦτο τοίνυν, ὦ Κλεινία φίλε, περὶ ἐμὲ νῦν γιγνόμενον ἴσθι φανερῶς.
雅典人:那么,亲爱的克莱尼亚,你要知道,这正是现在显而易见地发生在我身上的事情。
ΚΛ. πῶς λέγεις;
克莱尼亚: 你怎么说?
ΑΘ. ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ—καὶ οὐδὲν μέγα διαπέπραγμαι· ῥᾴδιον γὰρ καὶ ἑτέρῳ—τούτων δʼ εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι.
雅典人:你们知道,在整个天空周围产生了八个互为姐妹的力量,这些我都观察到了——我也没成就什么伟业,因为这对别人来说也是容易的——在这八个之中有这三个:一个是太阳的,一个是月亮的,一个是稍微前面我们提到的星辰的,此外还有五个。
ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δʼ οὔ, μηδʼ ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἵους οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τʼ εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν·
的确,我们任何人绝不可对所有这些力量以及身处其中的神明——无论它们是自力前行,还是乘着车辆被载负着以这种方式运行——持有其他看法,认为其中一些是神,而另一些则不是,或者认为一些是正统的,而另一些则是我们任何人都甚至不合天理去提起的那些东西。 相反,让我们所有人共同陈说并宣告,它们全体既是兄弟,又处于姐妹般的分额中。 让我们共同赋予它们尊荣,不要向这一个奉献一年,向那一个奉献一月,而对其他神明既不指派任何分额,也不指派任何时间去让它们运行完毕各自的轨道,从而共同完成那由万物中最神圣的理路所奠定的可见秩序。
ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθʼ οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατʼ ὄψιν, διατελεῖ.
对于这一秩序,幸福的人首先感到惊叹,接着产生了一种热望,想要在凡人本性所能及的范围内将其完全理解,因为他认为这样就能最完美、最幸福地度过一生,并在死后能到达与德性相称的处所,而且真真正正地启动了秘仪,以一己之身分享了唯一的智慧,在余下的时间里,成为在视觉所及范围内最美之物的观照者,并如此度过余生。
νῦν δὴ τὸ μετὰ τοῦθʼ ἡμῖν λοιπὸν λέγειν ὅσοι τʼ εἰσίν, καὶ τίνες· οὐ γὰρ μήποτε φανῶμεν ψευδεῖς.
现在,在这之后留给我们的,就是说明它们有多少以及它们是谁;因为我们决不会显出是虚妄的。
βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον.
至少在这一点上,我做出了坚定的断言。
λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δʼ ἔτι λοιπάς.
因为我再次声明它们共有八个,而在这八个中,三个已经提及,还有五个剩下。
ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γʼ ἐπίπαν.
那第四个运行和通路,以及与之同时的第五个,在速度上与太阳几乎相等,整体上既不慢也不快。
δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι.
必须认为,那拥有充足理智者引导着这三个存在者。
λέγωμεν δὴ ταύτας ἡλίου τʼ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου—ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δʼ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν·
因此,让我们说这些属于太阳、属于启明星,以及那第三个——它因为不为人知而无法用名字来称呼,其原因在于第一个观察到这些事物的是一个野蛮人。

词汇与语法注释

  1. 986aἀδύνατος ὤν πῃ φράζειν — 句首的否定小词 `μὴ` 影响了整个分词短语,形成了双重否定的语境:“并非在任何方面无法陈说(即在有能力陈说的情况下)却不予以陈说”。
  2. 986cτιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον — 此处的 `μὴ` 将其否定效力延伸至后文的虚拟语气 `τάττωμεν` 以及关联词 `μήτε... μήτε...` 的从句中,应理解为禁止或劝告的并列结构:“让我们赋予它们尊荣,(但不要发生)向这一个奉献一年……而对其他神明既不指派任何分额也不指派任何时间(的情况)”。
  3. 986dεἷς ὢν μιᾶς — 主格单数 `εἷς ὢν`(作为一者)与属格阴性单数 `μιᾶς`(修饰前文的 `φρονήσεως`“智慧”)的对比。该极简结构表达了柏拉图思想中,灵魂通过追求智慧实现内在统一(成为一者),并分享那唯一(真理的)智慧的统合过程。
  4. 986eδεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι — 带对格的不定式结构(accusative with infinitive)。由无人称动词 `δεῖ` 引导的不定式 `ἡγεῖσθαι` 的逻辑主语是对格短语 `τὸν νοῦν ἱκανὸν ἔχονта`(拥有充足理智者,即神),它支配属格 `τούτων τριῶν ὄντων`(这三个存在者),表示“引导/率领”之意。

引用这一段

柏拉图, 法律篇后篇 §986. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:986

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。