Humanitext Reader

柏拉图 · 法律篇后篇 §984-985

天体的神性与五类生物的阶层中介

第 7 段,共 11 段 · 希腊语

内容简介

雅典人主张,天体要么应当作为神明本身受人崇拜,要么应当作为神明亲手制作的肖像,并阐述了由火(星辰)、以太、空气、水、土(人类)构成的五种生物的阶层结构,以及其中作为媒介的守护神的作用。

§984ΑΘ. ἢ γὰρ θεοὺς αὐτοὺς ταῦτα ὑμνητέον ὀρθότατα, ἢ θεῶν εἰκόνας ὡς ἀγάλματα ὑπολαβεῖν γεγονέναι, θεῶν αὐτῶν ἐργασαμένων· οὐ γὰρ ἀνοήτων γε οὐδὲ βραχέος ἀξίων, ἀλλʼ ὅπερ εἰρήκαμεν, τούτων ἡμῖν θάτερα θετέα, τὰ δὲ τεθέντα τιμητέον πάντων ἀγαλμάτων διαφερόντως·
雅典人:因为我们要么必须最正确地将它们作为神明本身来颂扬,要么必须假定它们是作为神明的肖像——就像雕像一般——而生成的,是由神明自身所制作的;因为它们绝非出自无知者之手,也非无足轻重,而是正如我们所说,我们必须在这两者中假定其一,并且必须比所有的雕像都更格外出色地尊重这些被假定的事物。
οὐ γὰρ μήποτε φανῇ καλλίω καὶ κοινότερα συμπάντων ἀνθρώπων ἀγάλματα, οὐδʼ ἐν διαφέρουσιν τόποις ἱδρυμένα, καθαριότητι καὶ σεμνότητι καὶ συμπάσῃ ζωῇ διαφέροντα ἢ ταύτῃ ὡς πάντῃ ταύτῃ γεγένηται.
因为全人类绝不可能出现比这些更美、更具普适性的雕像,即使被安置在不同的地方,它们在纯洁、庄严以及整个生命上,也绝不可能超越这些以完全如此的方式所生成的事物。
νῦν οὖν δὴ περὶ θεῶν ἐγχειρῶμεν τό γε τοσοῦτον, τὰ δύο κατιδόντες ζῷα ὁρατὰ ἡμῖν, ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον ἅπαν θνητὸν γεγονέναι, τὰ τρία τὰ μέσα τῶν πέντε τὰ μεταξὺ τούτων σαφέστατα κατὰ δόξαν τὴν ἐπιεικῆ γεγονότα πειραθῆναι λέγειν.
因此,现在我们至少在神明的事上做如下尝试:既然已经看清了我们所能见到的这两种生物——其中一种我们说是长生不死的,而另一种属于土的则全然是必死的——就让我们尝试根据合理的意见,最清晰地谈谈在这五种之中、介于这两者之间的那三种中介生物是如何生成的。
αἰθέρα μὲν γὰρ μετὰ τὸ πῦρ θῶμεν, ψυχὴν δʼ ἐξ αὐτοῦ τιθῶμεν πλάττειν ζῷα δύναμιν ἔχοντα, ὥσπερ τῶν ἄλλων γενῶν, τὸ πολὺ μὲν τῆς αὐτοῦ φύσεως, τὰ δὲ σμικρότερα συνδέσμου χάριν ἐκ τῶν ἄλλων γενῶν· μετὰ δὲ τὸν αἰθέρα ἐξ ἀέρος πλάττειν τὴν ψυχὴν γένος ἕτερον ζῴων, καὶ τὸ τρίτον ἐξ ὕδατος.
因为让我们把以太置于火之后,并假定灵魂以此造出具有能力的生物,就像其他种类一样,其大部分由其自身的天性构成,而较小的部分则为了结合的缘故而取自其他种类;在以太之后,假定灵魂从空气中塑造出另一类生物,而第三种则从水中塑造。
πάντα δὲ δημιουργήσασαν ταῦτα ψυχὴν ζῴων εἰκὸς ὅλον οὐρανὸν ἐμπλῆσαι, χρησαμένην πᾶσι τοῖς γένεσι κατὰ δύναμιν, πάντων μὲν μετόχων τοῦ ζῆν γεγονότων· δεύτερα δὲ καὶ τρίτα καὶ τέταρτα καὶ πέμπτα, ἀπὸ θεῶν τῶν φανερῶν ἀρξάμενα γενέσεως, εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀποτελευτᾶν.
而创造了所有这些生物的灵魂,极有可能已根据其能力使用了一切种类,使它们都成为生命的分享者,从而充满了整个天空;而第二、第三、第四和第五种,从显现的神明开始其生成,最终结束于我们人类。
θεοὺς μὲν δή, Δία τε καὶ Ἥραν καὶ τοὺς ἄλλους πάντας, ὅπῃ τις ἐθέλει, ταύτῃ κατὰ τὸν αὐτὸν τιθέσθω νόμον καὶ πάγιον ἐχέτω τοῦτον τὸν λόγον· θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντῃ, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.
至于神明,即宙斯、赫拉及所有其他神明,任何人都可以根据相同的法律,按照自己希望的方式来安置他们,并使这一论说保持稳固;但至于显见的神明,最大、最受尊崇、在各个方向都看得最敏锐的神明,必须称其中首要者为星辰的天性,以及我们感知的与这些一同生成的所有事物;而在这些之后且在它们之下的,依次是守护神,即属于空气的种类,占有第三和中间的席位,负责传译,为了其吉兆的往来,极有必要用祈祷来尊崇他们。
§985ΑΘ. τῶν δὲ δύο τούτων ζῴων, τοῦ τʼ ἐξ αἰθέρος ἐφεξῆς τε ἀέρος ὄν, διορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι—παρὸν δὴ πλησίον οὐ κατάδηλον ἡμῖν γίγνεσθαι—μετέχοντα δὲ φρονήσεως θαυμαστῆς, ἅτε γένους ὄντα εὐμαθοῦς τε καὶ μνήμονος, γιγνώσκειν μὲν σύμπασαν τὴν ἡμετέραν αὐτὰ διάνοιαν λέγωμεν, καὶ τόν τε καλὸν ἡμῶν καὶ ἀγαθὸν ἅμα θαυμαστῶς ἀσπάζεσθαι καὶ τὸν σφόδρα κακὸν μισεῖν, ἅτε λύπης μετέχοντα ἤδη—θεὸν μὲν γὰρ δὴ τὸν τέλος ἔχοντα τῆς θείας μοίρας ἔξω τούτων εἶναι, λύπης τε καὶ ἡδονῆς, τοῦ δὲ φρονεῖν καὶ τοῦ γιγνώσκειν κατὰ πάντα μετειληφέναι— καὶ συμπλήρους δὴ ζῴων οὐρανοῦ γεγονότος, ἑρμηνεύεσθαι πρὸς ἀλλήλους τε καὶ τοὺς ἀκροτάτους θεοὺς πάντας τε καὶ πάντα, διὰ τὸ φέρεσθαι τὰ μέσα τῶν ζῴων ἐπί τε γῆν καὶ ἐπὶ τὸν ὅλον οὐρανὸν ἐλαφρᾷ φερόμενα ῥύμῃ.
雅典人:而关于这两种生物,即由以太构成的以及紧随其后由空气构成的,它们中的每一个都是完全透明的——事实上,尽管它们就在我们身边,但对我们来说并不清晰可见——但分享了惊人的智慧,因为它们属于易于学习且记忆力强的种类,让我们说,它们了解我们全部的心思,并且它们奇迹般地欢迎我们中美好和善良的人,而憎恨极度邪恶的人,因为它们已经分享了痛苦——(因为那拥有神圣分额之终极完成的神,是在这些痛苦与快乐之外的,但在思考和认识上却在各方面都参与了)—— 且既然天空已被生物填满,它们便在彼此之间以及与所有最高神明之间传译所有人与所有事,因为那些中介的生物通过轻快的冲力,既被带往大地,也被带往整个天空。
τὸ δὲ ὕδατος πέμπτον ὂν ἡμίθεον μὲν ἀπεικάσειεν ἄν τις ὀρθῶς ἀπεικάζων ἐξ αὐτοῦ γεγονέναι, καὶ τοῦτʼ εἶναι τοτὲ μὲν ὁρώμενον, ἄλλοτε δὲ ἀποκρυφθὲν ἄδηλον γιγνόμενον, θαῦμα κατʼ ἀμυδρὰν ὄψιν παρεχόμενον.
而第五种,即由水构成的生物,如果有人正确地比拟它,会把它比作由此生成的半神,并且它有时显现,有时隐藏而变得看不见,对朦胧的视界呈现出奇迹。
τούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων, ὅπῃ τινὲς ἐνέτυχον ἡμῶν, ἢ καθʼ ὕπνον ἐν ὀνειροπολίᾳ προστυχόντες, ἢ κατὰ φήμας τε καὶ μαντείας λεχθέν τισιν ἐν ἀκοαῖς ὑγιαίνουσιν ἢ καὶ κάμνουσιν, ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ δόξας παραγενομένας, ὅθεν ἱερὰ πολλὰ πολλῶν γέγονεν, τὰ δὲ γενήσεται, τούτων πάντων νομοθέτης, ὅστις νοῦν κέκτηται καὶ τὸν βραχύτατον, οὔποτε μὴ τολμήσῃ καινοτομῶν, ἐπὶ θεοσέβειαν ἥτις μὴ σαφὲς ἔχει τι τρέψαι πόλιν ἑαυτοῦ· καὶ μὴν οὐδʼ ὧν ὁ πάτριος νόμος εἴρηκεν περὶ θυσιῶν ἀποκωλύσει, μηδὲν τὸ παράπαν εἰδώς, ὥσπερ οὐδʼ ὂν δυνατὸν εἰδέναι τῇ θνητῇ φύσει τῶν τοιούτων πέρι.
在这五种真实存在的生物中,我们中的某些人在何处遇到了它们,无论是在梦境中睡觉时相遇,还是通过对健康或生病之人的耳语和神谕而听闻,又或是在生命终结时偶然相遇,从而在私人和公共场合产生了信仰,并由此产生了许多人的许多圣所,未来还将产生——关于所有这些,任何哪怕拥有最微小理性的立法者,都绝不敢通过创新,将自己的城邦转向某种缺乏明确依据的神明崇拜;而且,由于对这些事物一无所知,他也绝不禁止祖传法律关于祭祀所规定的内容,正如死生有命的人类天性根本不可能知道这些事情一样。
τοὺς δὲ ὄντως ἡμῖν φανεροὺς ὄντας θεοὺς ἆρʼ οὐχ αὑτὸς λόγος ἔχει κακίστους εἶναι τοὺς μὴ τολμῶντας λέγειν ἡμῖν καὶ φανεροὺς ποιεῖν ἀνοργιάστους τε ὄντας ἑτέρους θεοὺς καὶ τιμὰς μὴ δεχομένους τὰς προσηκούσας αὐτοῖς;
但是,对于那些对我们来说确实显而易见的神明,难道不正是同一个道理认为,那些不敢对我们谈论它们、不敢使它们显现的人是最邪恶的吗? 因为它们变得像其他没有祭仪的神明一样,得不到适合它们的光荣。
νῦν δὲ δὴ συμβαίνει γιγνόμενον ἅμα τὸ τοιοῦτον·
而现在恰恰同时发生着这样的事情:

词汇与语法注释

  1. 984aὑμνητέον ... ὑπολαβεῖν ... θετέα ... τιμητέον — 在非人称动词性形容词(ὑμνητέον、θετέα、τιμητέον)表示“应当/必须”这一义务的语境中,并列的不定式(ὑπολαβεῖν)也承接了相同的必要性语气。所有语言的译文均统一采用义务或建议的语气。
  2. 984bοὐ γὰρ μήποτε φανῇ — 双重否定词 οὐ μή 后接虚拟语气(φανῇ)的句式,在古典希腊语中表示对未来的强烈否定(“绝不可能出现”)。在所有语言中均被解释并翻译为强烈的未来否定句。
  3. 985aδιορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι — 关于被动现在分词(διορώμενον)的解析。它与 μετέχοντα(宾格复数)相关,并受 λέγωμεν(第一人称复数劝诱虚拟语气)的支配,用以修饰不定式从句,说明这些中介生物的每一个都是“完全透明的”。所有语言在翻译时均保持了这一语法结构的一致性。
  4. 985cτούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων ... — 从 985c 延续到 985d 的极长句子,其主语和动词之间存在严重的离隔。该句的主干结构为:“关于这五种真实存在的生物(τούτων ... ζῴων,属格),任何立法者(νομοθέτης,主格)都绝不敢通过创新,将自己的城邦转向(缺乏明确依据的神明崇拜)(οὔποτε μὴ τολμήσῃ ... τρέψαι)”,中间夹杂了大量描述相遇方式的条件性和分词性插入成分。这一骨架结构在所有语言的译文中均得到了清晰的反映。

引用这一段

柏拉图, 法律篇后篇 §984-985. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:984-985

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。