§982ΑΘ. νοήσωμεν οὖν πρῶτον, ὃ λέγομεν, δύο τὰ τοιαῦτα εἶναι ζῷα—πάλιν γὰρ λέγωμεν—ὁρατὰ μὲν ἀμφότερα, τὸ μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δʼ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δʼ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον.
雅典人:因此,让我们首先考虑我们所说的话,即存在这两种生物——让我们再说一遍——两者都是可见的,一如其所显得,完全由火组成,另一由土组成;而属于土的在无序中运动,属于火的则在完全的秩序中运动。
τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν, ὅπερ ὡς τὸ πολὺ δρᾷ τὸ περὶ ἡμᾶς ζῷον, τὸ δὲ ἐν τάξει τε καὶ οὐρανῷ πόρον ἔχον μέγα τεκμήριον χρὴ ποιεῖσθαι τοῦ φρόνιμον εἶναι·
因此,在无序中运动的,必须被视为无理性的,这正是我们身边的生物在大多数情况下所做的;但那在秩序中、在天空中拥有轨道的,必须将其作为其具有理性的巨大证据。
κατὰ ταὐτὰ γὰρ ἂν καὶ ὡσαύτως πορευόμενον ἀεὶ καὶ ποιοῦν καὶ πάσχον τεκμήριον ἱκανὸν τοῦ φρονίμως ζῆν εἴη παρεχόμενον.
因为总是以同样的方式且同样地前行、作用和受作用,这提供了其明智地生活的充分证据。
ἡ ψυχῆς δὲ ἀνάγκη νοῦν κεκτημένης ἁπασῶν ἀναγκῶν πολὺ μεγίστη γίγνοιτʼ ἄν—ἄρχουσα γὰρ ἀλλʼ οὐκ ἀρχομένη νομοθετεῖ—τὸ δὲ ἀμετάστροφον, ὅταν ψυχὴ τὸ ἄριστον κατὰ τὸν ἄριστον βουλεύσηται νοῦν, τὸ τέλεον ἐκβαίνει τῷ ὄντι κατὰ νοῦν, καὶ οὐδὲ ἀδάμας ἂν αὐτοῦ κρεῖττον οὐδὲ ἀμεταστροφώτερον ἄν ποτε γένοιτο, ἀλλʼ ὄντως τρεῖς Μοῖραι κατέχουσαι φυλάττουσι τέλεον εἶναι τὸ βελτίστῃ βουλῇ βεβουλευμένον ἑκάστοις θεῶν.
而拥有理性的灵魂之必然性,将成为所有必然性中最伟大的——因为它是统治者而非被统治者,它制定法律——但在灵魂依照最善的理性对最善的事物做出决议时,这不可改变的事物确实依照理性而达成完美;即使是金刚石也不会有比它更强或更不可改变的,而是真有三位命运女神守护着,使神明各自以最善的决议所决定的事情保持完美。
τοῖς δὲ ἀνθρώποις ἐχρῆν τεκμήριον εἶναι τοῦ νοῦν ἔχειν ἄστρα τε καὶ σύμπασαν ταύτην τὴν διαπορείαν, ὅτι τὰ αὐτὰ ἀεὶ πράττει διὰ τὸ βεβουλευμένα πάλαι πράττειν θαυμαστόν τινα χρόνον ὅσον, ἀλλʼ οὐ μεταβουλευόμενον ἄνω καὶ κάτω, τοτὲ μὲν ἕτερα, ἄλλοτε δὲ ἄλλα πρᾶττον, πλανᾶσθαί τε καὶ μετακυκλεῖσθαι.
但对人类来说,星辰以及这一切运行过程本应是拥有理性的证据,因为它们总是做同样的事情,因为在令人惊异的极长时间里,它们一直在做很久以前就决定好的事情,而不是反反复复地改变决定,一会儿做这,一会儿做那,四处漂移并改变运行周期。
τοῦθʼ ἡμῶν τοῖς πολλοῖς αὐτὸ τοὐναντίον ἔδοξεν, ὅτι τὰ αὐτὰ καὶ ὡσαύτως πράττει, ψυχὴν οὐκ ἔχειν·
这本身在我们的多数人看来恰恰相反:因为它们做同样的事情并且同样地做,所以它们没有灵魂。
οὕτω τοῖς ἄφροσι συνεφέσπετο τὸ πλῆθος, ὡς τὸ μὲν ἀνθρώπινον ἔμφρον καὶ ζῶν ὡς κινούμενον ὑπολαβεῖν, τὸ δὲ θεῖον ἄφρον ὡς μένον ἐν ταῖς αὐταῖς φοραῖς·
大众就是这样追随愚昧之人的,以至于认为人类是有理性且活着的,因为人在运动,而神圣之物是无理性的,因为它们保持在相同的运行轨道中。
ἐξῆν δὲ ἀνθρώπῳ γε ἐπὶ τὰ καλλίω καὶ βελτίω καὶ φίλα τιθεμένῳ λαμβάνειν ὡς διὰ τοῦτο αὐτὸ ἔμφρον δεῖ νομίζειν τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ διὰ ταὐτὰ πρᾶττον ἀεί, τοῦτο δʼ εἶναι τὴν τῶν ἄστρων φύσιν, ἰδεῖν μὲν καλλίστην, πορείαν δὲ καὶ χορείαν πάντων χορῶν καλλίστην καὶ μεγαλοπρεπεστάτην χορεύοντα πᾶσι τοῖς ζῶσι τὸ δέον ἀποτελεῖν.
然而,对于一个将心思放在更美、更善、更亲近之事物上的人来说,他完全可以认识到,正是因为这个原因,才必须认为那总是以同样方式、同样地且因为同样原因而行动的事物是有理性的。 这就是星辰的天性,其外表最美,并且在所有舞步中跳着最美、最宏伟的舞蹈,以此为所有生物成就有益的所需。
§983ΑΘ. καὶ μὴν ὅτι γε δικαίως ἔμψυχα αὐτὰ λέγομεν, πρῶτον τὸ μέγεθος αὐτῶν διανοηθῶμεν.
雅典人:此外,关于我们正当地称它们为有生命的,让我们首先考虑它们的大小。
οὐ γάρ, ὡς σμικρὰ φαντάζεται, τηλικαῦτα ὄντως ἐστίν, ἀλλʼ ἀμήχανον ἕκαστον αὐτῶν τὸν ὄγκον—πιστεῦσαι δʼ ἄξιον· ἀποδείξεσιν γὰρ ἱκαναῖς λαμβάνεται—τὸν γὰρ ἥλιον ὅλον τῆς γῆς ὅλης μείζω διανοηθῆναι δυνατὸν ὀρθῶς, καὶ πάντα δὴ τὰ φερόμενα ἄστρα θαυμαστόν τι μέγεθος ἔχει.
因为它们并不真像看起来那么小,它们之中的每一个,其体积都是无法想象的巨大——这是值得相信的,因为它是通过充分的证明得出的——因为我们有可能正确地认识到,整个太阳比整个地球还要大,而所有运行的星辰也都具有令人惊叹的大小。
λάβωμεν δὴ τίς τρόπος ἂν εἴη τοσοῦτον περιφέρειν ὄγκον τινὰ φύσιν τὸν αὐτὸν ἀεὶ χρόνον, ὅσον καὶ νῦν περιφέρεται.
那么,让我们探讨一下,有什么方法可以让某种自然在如今天这般的同样时间里,永远带着如此巨大的体积旋转。
θεὸν δή φημι τὸν αἴτιον ἔσεσθαι, καὶ οὔποθʼ ἑτέρως εἶναι δυνατόν·
我说,神必是其原因,而且绝对不可能有其他方式。
ἔμψυχον μὲν γὰρ οὔποτε γένοιτʼ ἂν ἑτέρᾳ πλὴν διὰ θεόν, ὡς ἡμεῖς ἀπεφηνάμεθα.
因为,除了通过神之外,它们绝不可能以其他方式变得有生命,正如我们已经表明的那样。
ὅτε δὲ τοῦτο οἷός τέ ἐστιν θεός, ἅπασα αὐτῷ ῥᾳστώνη γέγονεν τοῦ πρῶτον μὲν ζῷον γεγονέναι πᾶν σῶμα καὶ ὄγκον σύμπαντα, ἔπειτα, ᾗπερ ἂν διανοηθῇ βέλτιστα, ταύτῃ φέρειν.
既然神能够做到这一点,那么对于神来说,首先使所有的身体和整个体积成为生物,然后以神认为最善的任何方式来携带它,就变得完全轻松容易了。
νῦν δὴ περὶ ἁπάντων τούτων ἕνα λόγον λέγοιμεν ἀληθῆ· οὐκ ἔστιν γῆν τε καὶ οὐρανὸν ἅπαντάς τε ἀστέρας ὄγκους τε ἐκ τούτων σύμπαντας, μὴ ψυχῆς πρὸς ἑκάστῳ γενομένης ἢ καὶ ἐν ἑκάστοις, εἶτα εἰς ἀκρίβειαν κατʼ ἐνιαυτὸν οὕτω πορεύεσθαι κατὰ μῆνάς τε καὶ ἡμέρας, καὶ σύμπαντα τὰ γιγνόμενα σύμπασιν ἡμῖν ἀγαθὰ γίγνεσθαι.
现在,让我们关于所有这些说一个真实的道理:如果灵魂没有出现在它们每一个的身边或每一个之中,那么土、天、所有的星辰以及由这些组成的全部体积,绝不可能这样年复一年、月复一月、日复一日地精确运行,且所有生成的事物也绝不可能对我们所有人成为善。
δεῖ δέ, ὅσῳ φλαυρότερόν ἐστʼ ἄνθρωπος, μή τοι ληροῦντά γε, σαφῶς δέ τι λέγοντα φαίνεσθαι.
然而,人越是卑微,就越不能胡言乱语,而是应当显得说出一些清晰明白的道理。
ῥύμας μὲν οὖν εἴ τις αἰτίας τινὰς ἐρεῖ σωμάτων ἢ φύσεις ἤ τι τοιοῦτον, οὐδὲν σαφὲς ἐρεῖ·
如果有人把身体的某些流动、自然或类似的东西说成是原因,那他什么也说不清楚。
τὸ δὲ παρʼ ἡμῶν εἰρημένον σφόδρʼ ἀναλαβεῖν χρή, πότερον ἔχει λόγον ὁ λόγος ἢ πάντως ὑστερεῖ, τὸ πρῶτον μὲν τὰ ὄντα εἶναι δύο, τὸ μὲν ψυχήν, τὸ δὲ σῶμα, καὶ πολλὰ ἑκατέρου, πάντα δὲ ἀλλήλων ἄλλα καὶ ἑκάτερα ἑκατέρων, καὶ τρίτον ἄλλο οὐδὲν κοινὸν οὐδενί, διαφέρειν δὲ ψυχὴν σώματος.
我们所说的必须被大力重申,无论这个论点是有道理还是完全站不住脚:首先,存在的事物有两种,一是灵魂,二是身体,且两者都有很多,一切都互不相同,各自也与对方不同,并且没有任何第三种对任何事物都共同的东西,而灵魂与身体不同。
ἔμφρον μέν που, τὸ δὲ ἄφρον θήσομεν, ἄρχον δέ, τὸ δὲ ἀρχόμενον, καὶ τὸ μὲν αἴτιον ἁπάντων, τὸ δὲ ἀναίτιον πάσης πάθης·
我们可以假定,一者是有理性的,另一者是无理性的;一者是统治的,另一者是被统治的;一者是一切的原因,另一者是不引起任何受动的原因。
ὥστε τά γε δὴ κατʼ οὐρανὸν ὑπʼ ἄλλου του φάναι γεγονέναι, καὶ μὴ ψυχῆς τε καὶ σώματος οὕτως εἶναι γεννήματα, πολλὴ μωρία τε καὶ ἀλογία.
因此,如果说天上的事物是由其他什么东西产生的,而不是像这样由灵魂与身体结合而成的产物,那就是极大的愚蠢和荒谬。
εἰ δʼ οὖν δεῖ νικᾶν τοὺς περὶ ἁπάντων τῶν τοιούτων λόγους καὶ πιστῶς θεῖα φαίνεσθαι γεγονέναι τὰ τοιαῦτα σύμπαντα, δυοῖν τοι θάτερα θετέον αὐτά·
但如果关于所有这些事物的论说必须获胜,且所有这些事物确实必须以令人信服的方式显得是神圣地生成的,那么在这两者之中,必须为它们假定其中之一: