- 底本
- Platonis Opera, Tomus V: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1914.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:984-985
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アテナイの客人は、宇宙の天体がそれ自体神であるか神々の造った彫像であるとして崇めるべきだと主張し、火(星々)、エーテル、空気、水、土(人間)からなる5つの生き物の階層構造と、中間にあるダイモーン等の仲介機能について解説する。
ΑΘ. ἢ γὰρ θεοὺς αὐτοὺς ταῦτα ὑμνητέον ὀρθότατα, ἢ θεῶν εἰκόνας ὡς ἀγάλματα ὑπολαβεῖν γεγονέναι, θεῶν αὐτῶν ἐργασαμένων· οὐ γὰρ ἀνοήτων γε οὐδὲ βραχέος ἀξίων, ἀλλʼ ὅπερ εἰρήκαμεν, τούτων ἡμῖν θάτερα θετέα, τὰ δὲ τεθέντα τιμητέον1 πάντων ἀγαλμάτων διαφερόντως· οὐ γὰρ μήποτε φανῇ2 καλλίω καὶ κοινότερα συμπάντων ἀνθρώπων ἀγάλματα, οὐδʼ ἐν διαφέρουσιν τόποις ἱδρυμένα, καθαριότητι καὶ σεμνότητι καὶ συμπάσῃ ζωῇ διαφέροντα ἢ ταύτῃ ὡς πάντῃ ταύτῃ γεγένηται. νῦν οὖν δὴ περὶ θεῶν ἐγχειρῶμεν τό γε τοσοῦτον, τὰ δύο κατιδόντες ζῷα ὁρατὰ ἡμῖν, ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον ἅπαν θνητὸν γεγονέναι, τὰ τρία τὰ μέσα τῶν πέντε τὰ μεταξὺ τούτων σαφέστατα κατὰ δόξαν τὴν ἐπιεικῆ γεγονότα πειραθῆναι λέγειν. αἰθέρα μὲν γὰρ μετὰ τὸ πῦρ θῶμεν, ψυχὴν δʼ ἐξ αὐτοῦ τιθῶμεν πλάττειν ζῷα δύναμιν ἔχοντα, ὥσπερ τῶν ἄλλων γενῶν, τὸ πολὺ μὲν τῆς αὐτοῦ φύσεως, τὰ δὲ σμικρότερα συνδέσμου χάριν ἐκ τῶν ἄλλων γενῶν· μετὰ δὲ τὸν αἰθέρα ἐξ ἀέρος πλάττειν τὴν ψυχὴν γένος ἕτερον ζῴων, καὶ τὸ τρίτον ἐξ ὕδατος. πάντα δὲ δημιουργήσασαν ταῦτα ψυχὴν ζῴων εἰκὸς ὅλον οὐρανὸν ἐμπλῆσαι, χρησαμένην πᾶσι τοῖς γένεσι κατὰ δύναμιν, πάντων μὲν μετόχων τοῦ ζῆν γεγονότων· δεύτερα δὲ καὶ τρίτα καὶ τέταρτα καὶ πέμπτα, ἀπὸ θεῶν τῶν φανερῶν ἀρξάμενα γενέσεως, εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀποτελευτᾶν. θεοὺς μὲν δή, Δία τε καὶ Ἥραν καὶ τοὺς ἄλλους πάντας, ὅπῃ τις ἐθέλει, ταύτῃ κατὰ τὸν αὐτὸν τιθέσθω νόμον καὶ πάγιον ἐχέτω τοῦτον τὸν λόγον· θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντῃ, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.
アテナイ人:というのも、これらをまさに神々そのものとして最も正しく賛美すべきであるか、あるいは、神々自身によって造られた、神々の似姿としての彫像であると想定すべきであるからです。なぜなら、それらは愚かな者たちの仕業でも価値の低いものでもないからです。むしろ、私たちが言ったように、私たちはこれら二つのうちの一方を仮定せねばならず、そして仮定されたものをあらゆる彫像よりも格段に重んじるべきです。というのも、全人類にとってこれらより美しく、より共通の彫像が現れることは決してあり得ないし、また異なる場所に安置されたとしても、純潔さと荘厳さ、そして生全体において、これらが完全にそのように生まれた以上に優れるものは決してあり得ないからです。したがって今、神々について少なくともこれだけは試みることにしましょう。すなわち、私たちに見える二つの生き物――その一方は不死であり、他方の土のものはすべて生まれながらにして死すべきものであると私たちは言っていますが――をよく観察した上で、5つのうちこれらの中間にある3つのものについて、穏当な意見に従って、きわめて明確にそれらがどのように生まれたかを語るよう試みることにしましょう。実際、火の後にエーテルを置きましょう。そして、魂がそこから能力を持つ生き物を形作ると仮定しましょう。それは他の類と同様に、その大部分はその本性からなり、少部分は結合のために他の類からなるものです。そしてエーテルの次には、空気から魂が別の生き物の類を形作り、第三のものを水から形作るとしましょう。そして、これらすべての生き物を創作した魂は、あらゆる類を能力に応じて用い、それらすべてが生命にあずかるものとなった上で、全天を満たしたと考えるのが自然です。そして、第二、第三、第四、第五のものは、目に見える神々からその生成を始め、私たち人間に至って終わるのです。神々、すなわちゼウスやヘラや他のすべての神々については、各人が望む方法で、同じ法に従って位置づけ、この議論を強固なものとして保持すべきです。しかし、目に見える神々、最大で最も尊く、あらゆる方向を最も鋭く見ている神々、すなわち最初のものとしては、星々の本性、およびこれらとともに生まれ私たちが知覚するすべてのものを呼ぶべきであり、そしてこれらの後に、かつこれらの下に順に、ダイモーンたち、すなわち第三の、かつ中間の居所を持つ空気の類を置くべきです。彼らは通訳の原因であり、彼らが好意的な経過をたどるよう、祈りをもって大いに敬うべきです。
ΑΘ. τῶν δὲ δύο τούτων ζῴων, τοῦ τʼ ἐξ αἰθέρος ἐφεξῆς τε ἀέρος ὄν, διορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι3—παρὸν δὴ πλησίον οὐ κατάδηλον ἡμῖν γίγνεσθαι—μετέχοντα δὲ φρονήσεως θαυμαστῆς, ἅτε γένους ὄντα εὐμαθοῦς τε καὶ μνήμονος, γιγνώσκειν μὲν σύμπασαν τὴν ἡμετέραν αὐτὰ διάνοιαν λέγωμεν, καὶ τόν τε καλὸν ἡμῶν καὶ ἀγαθὸν ἅμα θαυμαστῶς ἀσπάζεσθαι καὶ τὸν σφόδρα κακὸν μισεῖν, ἅτε λύπης μετέχοντα ἤδη—θεὸν μὲν γὰρ δὴ τὸν τέλος ἔχοντα τῆς θείας μοίρας ἔξω τούτων εἶναι, λύπης τε καὶ ἡδονῆς, τοῦ δὲ φρονεῖν καὶ τοῦ γιγνώσκειν κατὰ πάντα μετειληφέναι— καὶ συμπλήρους δὴ ζῴων οὐρανοῦ γεγονότος, ἑρμηνεύεσθαι πρὸς ἀλλήλους τε καὶ τοὺς ἀκροτάτους θεοὺς πάντας τε καὶ πάντα, διὰ τὸ φέρεσθαι τὰ μέσα τῶν ζῴων ἐπί τε γῆν καὶ ἐπὶ τὸν ὅλον οὐρανὸν ἐλαφρᾷ φερόμενα ῥύμῃ. τὸ δὲ ὕδατος πέμπτον ὂν ἡμίθεον μὲν ἀπεικάσειεν ἄν τις ὀρθῶς ἀπεικάζων ἐξ αὐτοῦ γεγονέναι, καὶ τοῦτʼ εἶναι τοτὲ μὲν ὁρώμενον, ἄλλοτε δὲ ἀποκρυφθὲν ἄδηλον γιγνόμενον, θαῦμα κατʼ ἀμυδρὰν ὄψιν παρεχόμενον. τούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων,4 ὅπῃ τινὲς ἐνέτυχον ἡμῶν, ἢ καθʼ ὕπνον ἐν ὀνειροπολίᾳ προστυχόντες, ἢ κατὰ φήμας τε καὶ μαντείας λεχθέν τισιν ἐν ἀκοαῖς ὑγιαίνουσιν ἢ καὶ κάμνουσιν, ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ δόξας παραγενομένας, ὅθεν ἱερὰ πολλὰ πολλῶν γέγονεν, τὰ δὲ γενήσεται, τούτων πάντων νομοθέτης, ὅστις νοῦν κέκτηται καὶ τὸν βραχύτατον, οὔποτε μὴ τολμήσῃ καινοτομῶν, ἐπὶ θεοσέβειαν ἥτις μὴ σαφὲς ἔχει τι τρέψαι πόλιν ἑαυτοῦ· καὶ μὴν οὐδʼ ὧν ὁ πάτριος νόμος εἴρηκεν περὶ θυσιῶν ἀποκωλύσει, μηδὲν τὸ παράπαν εἰδώς, ὥσπερ οὐδʼ ὂν δυνατὸν εἰδέναι τῇ θνητῇ φύσει τῶν τοιούτων πέρι. τοὺς δὲ ὄντως ἡμῖν φανεροὺς ὄντας θεοὺς ἆρʼ οὐχ αὑτὸς λόγος ἔχει κακίστους εἶναι τοὺς μὴ τολμῶντας λέγειν ἡμῖν καὶ φανεροὺς ποιεῖν ἀνοργιάστους τε ὄντας ἑτέρους θεοὺς καὶ τιμὰς μὴ δεχομένους τὰς προσηκούσας αὐτοῖς; νῦν δὲ δὴ συμβαίνει γιγνόμενον ἅμα τὸ τοιοῦτον·
アテナイ人:これら二つの生き物、すなわちエーテルからなるものと、その次にある空気からなるものについては、それらのそれぞれが全体として見通せるものであるとし――近くに存在していても私たちにははっきりと見えないのですが――驚くべき思慮にあずかっており、物覚えが良く記憶力に優れた類に属しているため、それらは私たちの思索のすべてを知っていると言いましょう。そして、私たちのうちの美しく善い者を驚くほど温かく迎え入れると同時に、極めて邪悪な者を憎むのだと。というのも、それらはすでに苦痛にあずかっているからです。(なぜなら、神的な分け前の極みを持つ神は、これら苦痛や快楽の外にありますが、思慮することと認識することにはあらゆる点であずかっているからです)そして、天が生き物で満たされている以上、それらは互いに、また最も高いところにいるすべての神々と、あらゆる人およびあらゆる事柄を仲介するのです。なぜなら、中間の生き物たちは、軽い動きによって地球の上や天の全体へと運ばれるからです。第五のものである水からなる生き物は、そこから生まれた半神と正しく例えることができるでしょう。そして、これはある時は見え、ある時は隠れて見えなくなり、かすかな視覚に対して驚きを提供します。これら真に存在する五つの生き物について、私たちのうちの誰かが出会ったり(夢の中のうつつで出会ったり、あるいは健康な時や病気の時に聞いた噂や神託によって、あるいは生の終わりに偶然出会ったりして)、私的および公的に意見が生じ、そこから多くの人々のために多くの聖所が生じ、また今後も生じるでしょうが、知性をほんの少しでも備えている立法者であれば、これらのすべてについて、決して革新を企てて、明確な根拠を持たない神への崇拝へと自身のポリスを向かわせるような大胆なことはしないでしょう。さらに、祖国の法が犠牲に関して定めていることを、全く何も知らないからといって、禁止することもしないでしょう。あたかもそのようなことについて、死すべき人間の本性には知ることが不可能であるかのように。しかし、現に私たちにとって目に見える神々については、彼らについて語り、彼らを明らかにしようと大胆にしない者たちこそが極めて邪悪である(他の神々でありながら祭儀を持たず、彼らにふさわしい敬意を受け取っていないのだから)、と同じ議論が主張するのではないでしょうか。そして今やまさにこのようなことが同時に起こっているのです。
- 984ὑμνητέον ... ὑπολαβεῖν ... θετέα ... τιμητέον
非人称的な動詞的形容詞(ὑμνητέον, θετέα, τιμητέον)が「〜すべきである」という義務を表す中で、並列されている不定詞(ὑπολαβεῖν)も同じ義務・必要のニュアンスを引き継いで解釈される。後続の文脈を含め、義務・推奨のトーンで全言語の訳を統一している。
- 984aοὐ γὰρ μήποτε φανῇ
否定の小辞 οὐ μή に接続法(φανῇ)が続く構文は、古典ギリシア語において未来に関する「決して〜ないだろう」という強い否定を表す。全言語で強い未来否定として解釈・翻訳している。
- 984eδιορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι
受動現在分詞(διορώμενον)の解釈について。直後の μετέχοντα (対格複数)および後続の λέγωμεν (1人称複数接続法、勧誘)の支配下にあり、これらの中間の生き物(δαίμονες 等)が「完全に見通せる(透き通っている)と私たちは言おう」という不定詞句の主述関係を補足的に修飾している。全言語でこの構文関係を一致させて訳出している。
- 985cτούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων ...
985cから985dにわたる、主語と動詞が大きく離隔した極めて長大な文の構造。骨格は「これら真に存在する5つの生き物について(τούτων ... ζῴων、属格)、いかなる立法者であっても(νομοθέτης、主格)、決して大胆にも革新を企てて自身のポリスを(明確な根拠のない神崇拝へ)向かわせるようなことはしない(οὔποτε μὴ τολμήσῃ ... τρέψαι)」であり、その中間に遭遇の形態を示す条件文的・分詞的挿入句が長く差し挟まれている。この骨格構造を全言語で明確に反映している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
- 2026-11-15 AI校閲 — 訳文 2 件
