Humanitext Reader

柏拉图 · 法律篇后篇 §975-976

诸技艺的不足与数之知识的引入

第 2 段,共 11 段 · 希腊语

内容简介

雅典人论证了实用和模仿性的技术(如农业、建筑、医学、航海等)都不能使人成为真正的智者,并指出将“数”赋予人类的学问才是免于愚昧的真正知识。

§975ΑΘ. ἐροῦμεν δὴ αἵ τʼ εἰσὶν καὶ ὅτι πᾶς ἀνὴρ αὐτάς, σχεδὸν ὅσοις ἀγὼν πρόκειται τοῦ δοκεῖν ὡς ἄριστον ἄνδρα συμβῆναι γενόμενον ἄν, φεύγει διὰ τὰς κτήσεις τῆς φρονήσεώς τε καὶ ἐπιτηδεύσεως.
雅典人:那么,让我们来谈谈这些学问是什么,以及为什么几乎所有那些以“表现得像是一个尽可能完美的人”为竞争目标的人,都会因为追求知虑和精进的获得而避开它们。
ἔστω δὴ πρῶτον μὲν ἡ τῆς ἀλληλοφαγίας τῶν ζῴων ἡμᾶς τῶν μέν, ὡς ὁ μῦθός ἐστιν, τὸ παράπαν ἀποστήσασα, τῶν δὲ εἰς τὴν νόμιμον ἐδωδὴν καταστήσασα.
首先,让我们假定那门使我们完全摆脱了动物之间互相吞食(正如神话所说),并使我们过上合法饮食生活的学问为首要之物。
ἵλεῳ δʼ ἡμῖν οἱ πρόσθεν εἴησάν τε καὶ εἰσίν—οἵτινες μὲν γὰρ οὖν ἐλέγομεν, πρῶτοι χαιρέτωσαν—ἡ δʼ οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι·
愿古人对我们宽容(他们过去如此,现在也确实如此);因为无论我们刚才谈论的是谁,首先让我们向他们致意并让他们退场。
τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτʼ ἄν.
无论如何,大麦粉和面粉的制造,以及由此获得的营养,固然是美好和善良的,但它绝不会愿意使一个人成为完全的智者;因为正是“制造”这一称呼本身,会使人对所制造的物品本身产生某种厌恶感。
σχεδὸν δʼ οὐδὲ χώρας συμπάσης γεωργία· οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι.
而且,几乎整个土地的农业也是如此;因为我们所有人似乎都是按照神意,靠着自然而非技艺来耕作土地的。
καὶ μὴν οὐδʼ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλʼ οὐκ ἐπʼ ἀρετῇ λεγομένη.
此外,房屋的建造和整个建筑业,以及所有器皿的制造、锻造、木工、雕塑、编织,乃至所有工具的准备,也是如此。 这些学问虽对大众有用,但并不能被称为与美德相关的。
καὶ μὴν οὐδʼ ἡ σύμπασα θηρευτική, πολλή περ καὶ τεχνικὴ γεγονυῖα, τό γε μεγαλοπρεπὲς σὺν τῷ σοφῷ οὐκ ἀποδίδωσιν.
再者,整个狩猎术虽然已经变得范围广泛且极具技巧,但也无法提供与智慧并存的崇高。
οὐ μὴν οὐδὲ μαντική γε οὐδʼ ἑρμηνευτικὴ τὸ παράπαν· τὸ λεγόμενον γὰρ οἶδεν μόνον, εἰ δʼ ἀληθές, οὐκ ἔμαθεν.
至于预言术和解译术则更不消说;因为它们只知道被说出的话,至于这是否是真理,它们并未学到。
ὅτε δὴ τὴν τῶν ἀναγκαίων ὁρῶμεν κτῆσιν διὰ τέχνης μὲν ἀπεργαζομένην, τούτων δὲ οὐδεμίαν οὐδένα σοφὸν ποιοῦσαν, τό γε μετὰ τοῦτο παιδιά τις ἂν λείποιτο, μιμητικὴ μὲν τὸ πλεῖστον ἀλλʼ οὐδαμῇ σπουδαία.
既然我们看到,必需品的获得虽然是通过技艺来实现的,但这些技艺中没有一个能使人成为智者,那么在此之后剩下的就只能是一种娱乐,它大部分是模仿性的,绝非严肃的事业。
πολλοῖς μὲν γὰρ ὀργάνοις μιμοῦνται, πολλοῖς δʼ αὐτῶν τῶν σωμάτων οὐ πάντως εὐσχήμοσι μιμήμασιν, τά τε κατὰ λόγους καὶ μοῦσαν πᾶσαν, καὶ ὅσων γραφικὴ μήτηρ, πολλῶν καὶ παντοίων ποικιλμάτων ἀποτελουμένων ἐν πολλοῖς ὑγροῖς καὶ ξηροῖς γένεσιν· ὧν σοφὸν οὐδένα εἰς οὐδὲν σπουδῇ τῇ μεγίστῃ δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται.
因为人们使用许多工具进行模仿,也用他们自身的身体进行许多并不完全优雅的模仿,包括言辞和所有的文艺,以及以绘画为母体的许多在多水分或干燥介质中完成的各种花样;在这些方面,模仿术并不能使任何以最大严肃性进行创作的人在任何方面成为智者。
πάντων δʼ ἐξειργασμένων τὸ λοιπὸν βοήθεια γίγνοιτʼ ἂν μυρία μυρίοις, ἡ μὲν μεγίστη τε καὶ εἰς πλεῖστα πολεμικὴ κληθεῖσα, στρατηγικὴ τέχνη, εὐδοκιμωτάτη πρὸς χρείαν, εὐτυχίας πλείστης δεομένη, μᾶλλον δὲ ἀνδρείᾳ κατὰ φύσιν ἢ σοφίᾳ δεδομένη.
在这一切都被制造出来之后,剩下的就是对无数人的无数援助了,其中最大且最适用于多数情况的被称为军事艺术,即将帅之术,它在实用上最为闻名,但需要极大的幸运,而且它与其说是被赋予了智慧,不如说是被赋予了天生的勇气。
§976ΑΘ. ἣν δὲ καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὧραι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν.
雅典人:而他们所说的医学,无疑也是一种援助,用于应对季节因寒冷、不合时宜的炎热以及所有此类事物而对动物天性的掠夺。
εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην· ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα.
但在这些学问中,没有一个在最真实的智慧上享有盛誉;因为它们靠猜测来运作,毫无节制地受思惑驱使。
βοηθοὺς δέ που καὶ τοὺς κυβερνήτας ἅμα καὶ τοὺς ναύτας ἐροῦμεν, καὶ τούτων ἄνδρα σοφὸν μηδένα τις ἡμᾶς παραμυθούμενος ἐξ ἁπάντων διαγγελλέτω· οὐ γὰρ ἂν εἰδείη τις πνεύματος ὀργὴν οὐδὲ φιλίαν, ὃ προσφιλὲς ἁπάσῃ κυβερνητικῇ.
我们无疑也会将舵手和水手称为援助者,但请不要让任何人为了安慰我们而从他们中宣告任何智者;因为没有人能知道风的愤怒或友好,而这对于整个航海术来说是至关重要的。
καὶ μὴν οὐδʼ ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι.
此外,那些声称凭借雄辩的力量在诉讼中成为援助者的人也是如此,他们通过记忆和经验将注意力集中在意见的习惯上,却偏离了真正公正的真理。
λοιπὴ δʼ ἔτι πρὸς δόξαν σοφίας ἐστίν τις ἄτοπος δύναμις, ἣν φύσιν ἂν οἱ πολλοὶ μᾶλλον ἢ σοφίαν ὀνομάσειαν, τότε ὅταν τινά τις συννοῇ ῥᾳδίως μὲν ὅτιπερ ἂν μανθάνῃ μανθάνοντα, μάλα δὲ πολλὰ καὶ ἀσφαλῶς μνημονεύοντα, ὅταν τε τὸ πρόσφορον ἑκάστῳ διαμνημονεύῃ τις, ὅτι γιγνόμενον ἂν πρέποι, τοῦτο δὲ ταχὺ δρᾷ·
为了智慧的声誉,还剩有一种奇妙的能力,许多人宁愿称之为天性而非智慧,即当人们注意到某人能轻易地学习他所学的任何东西,并且能非常多且牢固地记住,而且能记住适合每个人的东西,即发生什么才会合适,并迅速付诸行动。
ταῦτα γὰρ ἅπαντα οἱ μὲν φύσιν, οἱ δὲ σοφίαν, οἱ δὲ ἀγχίνοιαν θήσουσιν φύσεως, σοφὸν δὲ ὄντως οὐδενὶ τούτων οὐδεὶς τῶν ἐμφρόνων ἐθελήσει ποτὲ καλεῖν.
有些人会将这一切归于天性,有些人归于智慧,有些人归于天性的机敏,但明白人中绝不会有人愿意因这些而称某人为真正的智者。
ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸς γίγνοιτʼ ἂν ὁ σοφὸς ὄντως ὢν καὶ μὴ μόνον δοξαζόμενος.
然而,必须出现某种知识,拥有它才能使真正聪明、而不只是徒有其名的人成为智者。
ἴδωμεν δή.
那么让我们来看看。
χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτʼ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτʼ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς διʼ αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής.
因为我们正在尝试一个完全困难的论证,去寻找一个不同于上述学问的知识,它能真正且合理地被称为智慧,而获得它的人既非粗俗也非愚蠢,反而会因此成为明智、优秀的市民,在城邦中依法既能统治也能被统治,同时也是和谐的。
κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτʼ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων.
那么让我们首先来看这一点:在现有的知识中,究竟是人类本性中的哪一门单一知识,如果它被移除或不复存在,就会使人类成为最愚蠢、最无知虑的动物?
οὐ δὴ τοῦτό γε πάνυ χαλεπὸν τὸ κατιδεῖν.
看清这一点确实一点也不难。
μία γὰρ ὡς εἰπεῖν πρὸς μίαν ἡ τὸν ἀριθμὸν δοῦσα παντὶ τῷ θνητῷ γένει τοῦτʼ ἂν δράσειεν· θεὸν δʼ αὐτὸν μᾶλλον ἤ τινα τύχην ἡγοῦμαι δόντα ἡμῖν σῴζειν ἡμᾶς.
因为,可以说是一对一地,那门将“数”赋予了整个凡人种族的知识会做到这一点;而且我认为,是神本身而不是某种运气,通过将它赐予我们来拯救我们。

词汇与语法注释

  1. 975aδιὰ τὰς κτήσεις — 前置词 διά 接宾格(因为、由于),意为“因为追求知虑和精进的获得而避开它们”。这表明人们为了致力于获取真正的智慧和专注,从而避开了这些具体的实用技艺。
  2. 975aοἵτινες μὲν γὰρ οὖν ἐλέγομεν, πρῶτοι χαιρέτωσαν — 动词 χαιρέτωσαν(第三人称复数命令式)可以表示“向他们致敬”或“让他们离去(再见)”。在此语境下,它作为过渡,将神话中的发明者们暂时置于一旁,转向具体的实用技术探讨,因此采用“让他们退场”的解释。
  3. 976dδιεξελθοῦσα ἢ μὴ παραγενομένη — 不定过去时分词 διεξελθοῦσα(源自 διεξέρχομαι,在此意为“消逝”或“流失”)与 μὴ παραγενομένη(“不曾出现”)相对照,呈现了两种假设情况:要么“数”的知识从人类本性中流失,要么它从一开始就未曾存在。

引用这一段

柏拉图, 法律篇后篇 §975-976. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:975-976

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。