← プラトン

エピノミス

§977-978

天空の神による数の付与と諸徳の基礎

アテネ人は、天空(ウラノス)という神が人間に数の知識を授けたこと、そして数こそが人間の徳、幸福、および諸技術の不可欠な基礎であることを論じ、天体の運行が最も物分かりの悪い人間にさえ数を教えていると説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§977

ΑΘ. ὃν δὲ θεὸν ἡγοῦμαι,1 φράζειν χρή, καίπερ ἄτοπον ὄντα, καί πως οὐκ ἄτοπον αὖ· πῶς γὰρ τὸ ἀγαθῶν αἴτιον ἡμῖν συμπάντων οὐ καὶ τοῦ πολὺ μεγίστου, τῆς φρονήσεως, αἴτιον ἡγεῖσθαι δεῖ γεγονέναι; τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλέ τε καὶ Κλεινία; σχεδὸν Οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς σύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ.2 τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν· δοῦναι δὲ ἅμα καὶ ἀριθμὸν ἡμεῖς γε ὄντως αὐτόν φαμεν, ἔτι δὲ καὶ δώσειν, ἐάν τις θέλῃ συνακολουθεῖν. ἐὰν γὰρ ἴῃ τις ἐπὶ θεωρίαν ὀρθὴν τὴν τοῦδε, εἴτε κόσμον εἴτε ὄλυμπον εἴτε οὐρανὸν ἐν ἡδονῇ τῳ λέγειν, λεγέτω μέν, ἀκολουθείτω δὲ ὅπῃ ποικίλλων αὑτὸν καὶ τὰ ἐν αὑτῷ στρέφων ἄστρα πάσας διεξόδους ὥρας τε καὶ τροφὴν πᾶσιν παρέχεται. καὶ τὴν ἄλλην δὲ οὖν φρόνησιν, ὡς φαῖμεν ἄν, σὺν ἀριθμῷ παντί, καὶ τἆλλʼ ἀγαθά· τοῦτο δὲ μέγιστον, ἐάν τις τὴν ἀριθμῶν αὐτοῦ δόσιν δεξάμενος ἐπεξέλθῃ πᾶσαν τὴν περίοδον. ἔτι δὲ σμικρὸν ἐπανελθόντες πως τοῖς λόγοις ἀναμνησθῶμεν ὅτι καὶ μάλʼ ὀρθῶς ἐνοήσαμεν ὡς, εἴπερ ἀριθμὸν ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐξέλοιμεν, οὐκ ἄν ποτέ τι φρόνιμοι γενοίμεθα. οὐ γὰρ ἂν ἔτι ποτὲ ψυχὴ τούτου τοῦ ζῴου πᾶσαν ἀρετὴν λάβοι σχεδόν, ὅτου λόγος ἀπείη· ζῷον δὲ ὅτι μὴ γιγνώσκοι δύο καὶ τρία μηδὲ περιττὸν μηδὲ ἄρτιον, ἀγνοοῖ δὲ τὸ παράπαν ἀριθμόν, οὐκ ἄν ποτε διδόναι λόγον ἔχοι περὶ ὧν αἰσθήσεις καὶ μνήμας μόνον εἴη κεκτημένον, τὴν δὲ ἄλλην ἀρετήν, ἀνδρείαν καὶ σωφροσύνην, οὐδὲν ἀποκωλύει. στερόμενος δὲ ἀληθοῦς λόγου σοφὸς οὐκ ἄν ποτε γένοιτο, ὅτῳ δὲ σοφία μὴ προσείη, πάσης ἀρετῆς τὸ μέγιστον μέρος, οὐκ ἂν ἔτι τελέως ἀγαθὸς γενόμενος εὐδαίμων ποτὲ γένοιτο. οὕτως ἀριθμὸν μὲν ἀνάγκη πᾶσα ὑποτίθεσθαι· διότι δὲ τοῦτο ἀνάγκη, λόγος ἔτι πλείων πάντων γίγνοιτʼ ἂν τῶν εἰρημένων. ἀλλὰ καὶ ὁ νῦν ὀρθῶς ῥηθήσεται, ὅτι καὶ τὰ τῶν ἄλλων τεχνῶν λεγόμενα, ἃ νυνδὴ διήλθομεν ἐῶντες εἶναι πάσας τὰς τέχνας, οὐδὲ τούτων ἓν οὐδὲν μένει, πάντα δʼ ἀπολείπεται τὸ παράπαν, ὅταν ἀριθμητικήν τις ἀνέλῃ.

アテナイ人:私が神と考えているものが誰であるか、奇妙なことのようでもあり、しかしまたどういうわけか奇妙でもないのですが、語らねばなりません。というのも、私たちにとってのすべての善いものの原因である存在が、同時に最大の善である知慮の原因でもあると考えないことが、どうしてあり得ましょうか。メギロスよ、クレイニアスよ、私は誰を称えながら、どの神のことを言っているのでしょうか。ほぼウラノスであり、他のすべてのダイモーンや神々と同様に、彼を格別に敬い、彼に祈ることが最も正しいことです。彼が私たちに他のすべての善いものをもたらした原因であることは、誰もが同意するでしょう。さらに、彼こそが真に私たちに数を与えたのであり、もし誰かが付き従うことを望むなら、これからも与えてくれるだろうと、私たちは主張します。というのも、もし誰かがこれの正しい観照に向かうなら、――これをコスモスと呼ぶにせよ、オリュンポスと呼ぶにせよ、あるいは天と呼ぶことが誰かにとって心地よいにせよ、そう呼びたいように呼ぶがよいが、――彼が自らを彩り、自らの中にある星々を回転させながら、すべての運行と季節、そしてすべての人への糧をどのように提供しているかに、付き従うべきだからです。それゆえまた、他の知慮も、私たちが言うように、すべての数とともにあり、他のすべての善いものもそうであって、もし誰かが彼の数の贈り物を受け取って、その全周期を究めるなら、これが最大の善となります。さらに、議論を少し引き戻して、もし私たちが人間の本性から数を取り除いてしまうなら、決して知慮あるものにはなり得ないと考えたことが、きわめて正しかったことを思い出しましょう。というのも、ロゴスを欠いているようなこの生き物の魂が、徳全体を獲得することは、もはやほぼ不可能だからです。二や三を知らず、奇数も偶数も知らず、数を全く知らないような生き物は、感覚や記憶だけを持っている事柄について、決して説明を与えることはできないでしょう。しかし、他の徳、すなわち勇気や節制を獲得することを妨げるものは何もありません。しかし、真のロゴスを奪われている者は、決して賢者にはなり得ず、あらゆる徳の最も偉大な部分である知恵を持たない者は、もはや完全に善い者となって幸福になることは決してできないでしょう。このように、数は絶対に前提されなければなりません。なぜこれが必然であるかについては、これまでに語られたすべてのことよりも、さらに多くの議論が必要でしょう。しかし、今語られることも正しく語られるでしょう。すなわち、私たちが先ほど、すべての技術をそのままにして通り過ぎた他の技術について語られたことも、算術を取り除くならば、それらのどれ一つとして残らず、完全にすべてが消え去ってしまうということです。

§978

ΑΘ. δόξειε δʼ ἂν ἴσως τις βραχέων ἕνεκα ἀριθμοῦ δεῖσθαι τὸ τῶν ἀνθρώπων γένος, εἰς τὰς τέχνας ἀποβλέψας—καίτοι μέγα μὲν καὶ τοῦτο—εἰ δέ τις ἴδοι τὸ θεῖον τῆς γενέσεως καὶ τὸ θνητόν, ἐν ᾧ καὶ τὸ θεοσεβὲς γνωρισθήσεται καὶ ὁ ἀριθμὸς ὄντως, οὐκ ἂν ἔτι πᾶς ἄν τις γνοίη σύμπαντα ἀριθμὸν ὅσης ἡμῖν δυνάμεως αἴτιος ἂν εἴη συγγιγνόμενος—ἐπεὶ καὶ τὰ κατὰ μουσικὴν πᾶσαν διαριθμουμένων κινήσεώς τε καὶ φθόγγων δῆλον ὅτι δεῖ—καὶ τὸ μέγιστον, ἀγαθῶν ὡς πάντων αἴτιον, ὅτι δὲ κακῶν οὐδενός, εὖ τοῦτο γνωστέον, ὃ καὶ τάχα γένοιτʼ ἄν. ἀλλʼ ἡ σχεδὸν ἀλόγιστός τε καὶ ἄτακτος ἀσχήμων τε καὶ ἄρρυθμος ἀνάρμοστός τε φορά, καὶ πάνθʼ ὁπόσα κακοῦ κεκοινώνηκέν τινος, ἐπιλέλειπται παντὸς ἀριθμοῦ, καὶ δεῖ τοῦθʼ οὕτω διανοεῖσθαι τὸν μέλλοντα εὐδαίμονα τελευτήσειν· καὶ τό γε δὴ δίκαιόν τε καὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα τὰ τοιαῦτα οὐδείς ποτε μὴ γιγνώσκων, ἀληθοῦς δόξης ἐπιλαβόμενος, διαριθμήσεται πρὸς τὸ ἑαυτόν τε καὶ ἕτερον πεῖσαι τὸ παράπαν. ἴωμεν δὴ σκεψόμενοι πρὸς τοῦτʼ αὐτό, πῶς ἐμάθομεν ἀριθμεῖν. φέρε· τὸ γὰρ ἓν δὴ καὶ δύο γέγονε πόθεν ἡμῖν ὥστʼ ἐννοῆσαι, φύσιν ταύτην ἔχουσιν ἐκ τοῦ παντὸς πρὸς τὸ δυνατοὺς ἐννοεῖν εἶναι; πολλοῖς δὲ ἄλλοις αὖ τῶν ζῴων οὐδʼ εἰς αὐτὸ τοῦθʼ ἡ φύσις παραγέγονεν, ὥστε μαθεῖν δυνατοῖς εἶναι παρὰ τοῦ πατρὸς ἀριθμεῖν, παρὰ δʼ ἡμῖν τοῦτʼ αὐτὸ πρῶτον ἐνῴκισεν ὁ θεός, ὥστε ἱκανοῖς εἶναι δεικνύμενον συννοεῖν, ἔπειτʼ ἔδειξεν καὶ δείκνυσιν· ὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο3 πλὴν τὸ τῆς ἡμέρας γένος, εἶτα εἰς τὸ τῆς νυκτὸς ἔλθοι μέρος ἔχων ὄψιν, ὅθεν ἕτερον πᾶν αὐτῷ φαίνοιτʼ ἄν; καὶ ἑλίττων δὴ ταῦτα αὐτὰ ὅταν μὴ παύηται πολλὰς μὲν νύκτας, πολλὰς δὲ ἡμέρας οὐρανός, οὐδέποτε παύεται διδάσκων ἀνθρώπους ἕν τε καὶ δύο, πρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ4 ἀριθμεῖν· ὡς γὰρ καὶ τρία καὶ τέτταρα καὶ πολλά, ἕκαστος ἡμῶν ἐπινοήσειεν ἂν ὁρῶν ταῦτα. καὶ ἐκ τούτων ἓν ἐποίησεν τὴν σελήνην ὁ θεὸς ἀπεργασάμενος, ἣ τοτὲ μὲν μείζων φαινομένη, τοτὲ δʼ ἐλάττων, διεξῆλθεν ἄλλην ἀεὶ φαίνουσα ἡμέραν, μέχρι πεντεκαίδεκα ἡμερῶν καὶ νυκτῶν· αὕτη δʼ ἔστιν περίοδος, εἰ βούλεταί τις τὸν κύκλον ἕνα ὅλον εἰς ἓν τιθέναι, ὥστε ὡς ἔπος εἰπεῖν καὶ τὸ δυσμαθέστατον ἂν μαθεῖν ζῷον, οἷς παρέδωκεν φύσιν ὁ θεὸς τοῦ δυνατοῖς εἶναι μανθάνειν.5

アテナイ人:人々は、これらの技術に目を向けることで、人類が些細なことのために数を必要としていると思うかもしれません。 ――しかし、これも重大なことではありますが。 ――しかし、もし誰かが生成の神的なものと死すべきもの(その中で敬神の念と真の数も知られることになるでしょう)を見るならば、誰もが、すべての数が私たちと共にあることによって、いかに大きな力の原因となっているかを知らないことはないでしょう。というのも、音楽全般に関わる事柄においても、運動と音を数え上げることで数が必要なのは明らかだからです。そして最も重要なことは、数がすべての善の原因であり、悪の原因では決してないことをよく知らねばならないということであり、それは間もなく明らかになるでしょう。むしろ、ほぼ不合理で、無秩序で、不格好で、無拍子で、不調和な運行、および悪を分かち持っているすべてのものは、一切の数を欠いています。そして、幸福のうちに生を終えようとする者は、このように考えねばなりません。そして、正しいこと、善いこと、美しいこと、その他すべてのそのようなことを知らない者は誰も、真の意見を把持したとしても、自分や他人を完全に説得するために数え上げることは決してないでしょう。では、まさにこのこと、すなわち私たちがどのように数えることを学んだのかを検討することにしましょう。さあ、一や二を理解することは、宇宙からそのような性質を与えられ、私たちが理解できるようになっているとして、どこから私たちのうちにもたらされたのでしょうか。他方、多くの他の動物には、父から数えることを学ぶことができるほどには、この天性が備わっていませんが、私たちのうちには、神がまさにこのことを最初に植え付け、示されたときに理解するに十分であるようにしてくださり、その後これを示し、今も示し続けておられます。それらの中で、昼という種を観照すること以上に、一つとして他より美しいものがあるでしょうか。そして視力を持って夜の部分へと進めば、そこからすべてが全く異なって見えるでしょう。そして、天がまさにこれらを旋回させることを、多くの夜、多くの昼にわたってやめないとき、天は人間に一や二を教えることを決してやめず、最も物分かりの悪い者でさえ十分に数えることを学ぶようになるまで続けます。というのも、これらを見ることで、私たちの誰もが、三や四、あるいは多くの数を思い浮かべることができるからです。そしてこれらから、神は月を作り出して一つのものとされました。月はあるときは大きく見え、あるときは小さく見え、15日と15夜に至るまで、常に異なる日を示しながら運行します。もし円軌道全体を一つの全体として一つにまとめたいならば、これがその周期であり、いわば、神が学ぶ能力を持つ天性を与えた生き物の中で、最も物分かりの悪い者でも学ぶことができるほどです。

構文注5 件
  1. 977ὃν δὲ θεὸν ἡγοῦμαι

    先行詞 θεόν が関係代名詞 ὃν の節に取り込まれた構造(先取り)。χρή φράζειν (τοῦτον τὸν) θεόν, ὃν ἡγοῦμαι と同義。

  2. 977aτιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ

    不定詞 τιμᾶν と εὔχεσθαι の目的語として与格の αὐτῷ が置かれている。εὔχομαι は通常与格を支配するが、τιμάω は対格を支配するため、ここでは二つの動詞が共通の与格目的語をとる緩やかな結合(zeugma)が起きている。

  3. 978cὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο

    ἓν ἑνὸς は「一つに対して他の一つ」あるいは「これ以上に美しい他の単一のもの」を意味する比較の表現であり、昼と夜の周期の美しさを強調している。ὧν は天の教えや示されるものを指す。

  4. 978dπρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ

    πρὶν ἄν + 接続法(μάθῃ)の構文。主節に否定表現 οὐδέποτε παύεται があるため、「〜するまでは決してやめない」の意味になり、結果として「最終的には最も物分かりの悪い者でも十分に学ぶようになる」という確実な帰結を表現している。

  5. 978eτοῦ δυνατοῖς εἶναι μανθάνειν

    属格不定詞句 τοῦ... εἶναι が、名詞 φύσιν(資質、天性)を修飾、または同格的に説明している。不定詞 εἶναι の述語形容詞 δυνατοῖς は、与格の関係代名詞 οἷς に一致して与格複数形になっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:977-978