§975ΑΘ. ἐροῦμεν δὴ αἵ τʼ εἰσὶν καὶ ὅτι πᾶς ἀνὴρ αὐτάς, σχεδὸν ὅσοις ἀγὼν πρόκειται τοῦ δοκεῖν ὡς ἄριστον ἄνδρα συμβῆναι γενόμενον ἄν, φεύγει διὰ τὰς κτήσεις τῆς φρονήσεώς τε καὶ ἐπιτηδεύσεως.
ΑΘ. それでは、それらが何であるか、そして、最良の人間になったと思われることを目指して競争が課されているような、ほぼすべての人が、知慮と精進を修得しようとすることのゆえに、なぜそれらの知識を避けるのかを語ることにしましょう。
ἔστω δὴ πρῶτον μὲν ἡ τῆς ἀλληλοφαγίας τῶν ζῴων ἡμᾶς τῶν μέν, ὡς ὁ μῦθός ἐστιν, τὸ παράπαν ἀποστήσασα, τῶν δὲ εἰς τὴν νόμιμον ἐδωδὴν καταστήσασα.
まず、動物が互いを食らうことから、神話が語るように、一方からは私たちを完全に遠ざけ、他方については適法な食事へと落ち着かせた知識を、最初のものとしましょう。
ἵλεῳ δʼ ἡμῖν οἱ πρόσθεν εἴησάν τε καὶ εἰσίν—οἵτινες μὲν γὰρ οὖν ἐλέγομεν, πρῶτοι χαιρέτωσαν—ἡ δʼ οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι·
先人たちが私たちに対して寛大でありますように(彼らはかつてそうであり、今もそうであるように)。 そもそも私たちがだれのことを言っていたにせよ、彼らにはひとまず退場してもらいましょう。 ともかく、大麦粉や小麦粉の製造、そしてそれによる栄養摂取は、美しく善いものではありますが、完全に賢い人間を作り出すことは決して望まないでしょう。
τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτʼ ἄν.
というのも、まさにこの「製造」という呼び名そのものが、作られるものそのものに対する嫌悪感を生み出すからであります。
σχεδὸν δʼ οὐδὲ χώρας συμπάσης γεωργία·
国全体の農業も、ほぼ同様に賢者を作りません。
οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι.
というのも、私たちは誰もが、技術によってではなく、神に従った自然によって土を耕しているように見えるからです。
καὶ μὴν οὐδʼ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλʼ οὐκ ἐπʼ ἀρετῇ λεγομένη.
さらにまた、家々の組み立て、すべての建築、あらゆる器物の製造、すなわち鍛冶、大工、塑像、編物、さらにすべての道具の準備も同様であり、これらは大衆に便益をもたらすものではあっても、徳に基づくものとは言われません。
καὶ μὴν οὐδʼ ἡ σύμπασα θηρευτική, πολλή περ καὶ τεχνικὴ γεγονυῖα, τό γε μεγαλοπρεπὲς σὺν τῷ σοφῷ οὐκ ἀποδίδωσιν.
さらにまた、狩猟の技術全体も、多岐にわたり技術的であるとはいえ、賢明さと結びついた気高さをもたらしはしません。
οὐ μὴν οὐδὲ μαντική γε οὐδʼ ἑρμηνευτικὴ τὸ παράπαν· τὸ λεγόμενον γὰρ οἶδεν μόνον, εἰ δʼ ἀληθές, οὐκ ἔμαθεν.
さらにまた、予言術も通訳術も全く同様であり、それらは語られたことだけを知っているのであって、それが真実であるかどうかを学んではいないからです。
ὅτε δὴ τὴν τῶν ἀναγκαίων ὁρῶμεν κτῆσιν διὰ τέχνης μὲν ἀπεργαζομένην, τούτων δὲ οὐδεμίαν οὐδένα σοφὸν ποιοῦσαν, τό γε μετὰ τοῦτο παιδιά τις ἂν λείποιτο, μιμητικὴ μὲν τὸ πλεῖστον ἀλλʼ οὐδαμῇ σπουδαία.
それゆえ、必要なものの獲得が技術によってなされる一方で、これらの技術のいずれも誰も賢者にしないことを見るならば、この次には一種の娯楽が残されていることになるでしょう。 それは大部分が模倣的であり、決して真剣なものではありません。
πολλοῖς μὲν γὰρ ὀργάνοις μιμοῦνται, πολλοῖς δʼ αὐτῶν τῶν σωμάτων οὐ πάντως εὐσχήμοσι μιμήμασιν, τά τε κατὰ λόγους καὶ μοῦσαν πᾶσαν, καὶ ὅσων γραφικὴ μήτηρ, πολλῶν καὶ παντοίων ποικιλμάτων ἀποτελουμένων ἐν πολλοῖς ὑγροῖς καὶ ξηροῖς γένεσιν·
というのも、人々は多くの道具によって、あるいは体そのものを用いて、必ずしも優美ではない多くの模倣によって模倣するからであり、言論に関することや、すべてのムーサの術、そして絵画を母とするもの(多くの様々な彩りが、多くの液状または固状の素材において作り出される)などがあるからです。
ὧν σοφὸν οὐδένα εἰς οὐδὲν σπουδῇ τῇ μεγίστῃ δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται.
これらにおいて、最大の真剣さをもって制作する者のうち、模倣術は誰をも、いかなる点においても賢者にはしません。
πάντων δʼ ἐξειργασμένων τὸ λοιπὸν βοήθεια γίγνοιτʼ ἂν μυρία μυρίοις, ἡ μὲν μεγίστη τε καὶ εἰς πλεῖστα πολεμικὴ κληθεῖσα, στρατηγικὴ τέχνη, εὐδοκιμωτάτη πρὸς χρείαν, εὐτυχίας πλείστης δεομένη, μᾶλλον δὲ ἀνδρείᾳ κατὰ φύσιν ἢ σοφίᾳ δεδομένη.
これらすべてが作り出された後、残るは無数の人々に対する無数の援助でしょう。 その中で最も大きく、最も多くのことに及ぶものは、軍事技術と呼ばれる将帥の術であり、実用において最も名高いものの、きわめて多くの幸運を必要とし、自然な知恵というよりはむしろ生まれつきの勇気に与えられているものであります。
§976ΑΘ. ἣν δὲ καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὧραι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν.
アテナイ人:また、彼らが医学と呼ぶものも、やはり一種の援助であり、季節が寒さや不時の暑さ、その他すべてのそのようなことによって、生き物の自然を略奪するほとんどすべてのことに対するものであります。
εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην·
しかし、これらのどれ一つとして、最も真なる知恵に関しては高い評価を得ていません。
ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα.
なぜなら、それらは推測によって、節度のない思い込みに流されているからです。
βοηθοὺς δέ που καὶ τοὺς κυβερνήτας ἅμα καὶ τοὺς ναύτας ἐροῦμεν, καὶ τούτων ἄνδρα σοφὸν μηδένα τις ἡμᾶς παραμυθούμενος ἐξ ἁπάντων διαγγελλέτω·
また、操舵手たちや航海士たちも援助者と私たちは呼ぶでしょうが、彼ら全員の中から誰も賢者として私たちに告げ知らせることのないように、説得しようとする者がいたとしても。
οὐ γὰρ ἂν εἰδείη τις πνεύματος ὀργὴν οὐδὲ φιλίαν, ὃ προσφιλὲς ἁπάσῃ κυβερνητικῇ.
というのも、風の怒りや好意を知る者は誰もいないからであり、それは操舵術全体にとって親しいものではありますが。
καὶ μὴν οὐδʼ ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι.
さらにまた、語る力の強さによって裁判において援助者になると主張する人々も同様であり、彼らは記憶と経験によって思惑の習慣に心を向けており、真に正しいことの真実からは外れて彷徨っています。
λοιπὴ δʼ ἔτι πρὸς δόξαν σοφίας ἐστίν τις ἄτοπος δύναμις, ἣν φύσιν ἂν οἱ πολλοὶ μᾶλλον ἢ σοφίαν ὀνομάσειαν, τότε ὅταν τινά τις συννοῇ ῥᾳδίως μὲν ὅτιπερ ἂν μανθάνῃ μανθάνοντα, μάλα δὲ πολλὰ καὶ ἀσφαλῶς μνημονεύοντα, ὅταν τε τὸ πρόσφορον ἑκάστῳ διαμνημονεύῃ τις, ὅτι γιγνόμενον ἂν πρέποι, τοῦτο δὲ ταχὺ δρᾷ·
知恵の評判に向けて、まだ一種の奇妙な能力が残されており、多くの人々はこれを知恵というよりはむしろ天性と呼ぶでしょう。 それは、誰かが、学ぶべきことを何でも容易に学び、非常に多くのことを確実に記憶し、また各々にふわしいこと、すなわち何が生じたら適切であるかを思い出し、これを素早く実行するのを理解するときであります。
ταῦτα γὰρ ἅπαντα οἱ μὲν φύσιν, οἱ δὲ σοφίαν, οἱ δὲ ἀγχίνοιαν θήσουσιν φύσεως, σοφὸν δὲ ὄντως οὐδενὶ τούτων οὐδεὶς τῶν ἐμφρόνων ἐθελήσει ποτὲ καλεῖν.
これらすべてを、ある人々は天性と、他の人々は知恵と、また他の人々は天性の利発さとみなすでしょうが、分別のあう人のうち誰一人として、これらのいずれかによって本当に賢い者と呼ぼうとは決してしないでしょう。
ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸς γίγνοιτʼ ἂν ὁ σοφὸς ὄντως ὢν καὶ μὴ μόνον δοξαζόμενος.
しかし、それを所有することで、本当に賢い者であり、単にそう思われているだけではない者が賢者となるような、何らかの知識が現れなければなりません。
ἴδωμεν δή.
さあ、見てみましょう。
χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτʼ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτʼ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς διʼ αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής.
というのも、私たちは、これまで言及されたものとは異なる知識を見出すという、まったく困難な議論に着手しているからです。 その知識は、真に、かつ当然のこととして知恵と呼ばれるでしょうし、それを受け取った者は卑俗でも愚かでもなく、それによって賢く、かつ善き市民となり、正当に都市の支配者とも被支配者ともなり、同時に調和したものとなるでしょう。
κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτʼ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων.
そこで、まずこれを見極めましょう。 人間の本性から、現在存在する知識のうち、いかなる一つの知識が、失われるか、あるいはそもそも現れないことによって、人類という生き物を最も愚かで最も知慮のないものにしてしまうのでしょうか。
οὐ δὴ τοῦτό γε πάνυ χαλεπὸν τὸ κατιδεῖν.
これを見極めることは、決してそれほど困難ではありません。
μία γὰρ ὡς εἰπεῖν πρὸς μίαν ἡ τὸν ἀριθμὸν δοῦσα παντὶ τῷ θνητῷ γένει τοῦτʼ ἂν δράσειεν·
というのも、いわば一対一で対応するように、死すべき人類全体に数を与えた一つの知識が、これをなすでしょうから。
θεὸν δʼ αὐτὸν μᾶλλον ἤ τινα τύχην ἡγοῦμαι δόντα ἡμῖν σῴζειν ἡμᾶς.
そして、それを私たちに与えて救ってくれているのは、何らかの偶然というよりはむしろ神そのものであると私は考えます。