§973ΚΛ. πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστʼ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν.
克莱尼亚:外邦人啊,我们所有人都按照我们的约定正确地来到了这里,一共三个人,我、你和这里的梅吉洛斯,为了探讨关于智慧,应当用什么样的话语来详细阐明它。 我们说过,当人的状态进行思考时,这种状态会使人尽可能多地获得人类所能拥有的智慧。
τὰ μὲν γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν· ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν· σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.
因为,正如我们所说,关于立法的所有其他事情,我们都已经探讨过了;但是最重要、最难发现和说出的事情,即凡人究竟要学什么才能成为智者,这一点我们既没有说过,也没有发现过,而现在我们要努力不把它遗留下来;因为如果我们不这样做,我们大家共同着手的这个目的就几乎成了未完成的事,而我们原本是要让它从始至终都变得明明白白的。
ΑΘ. ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ.
雅典人:亲爱的克莱尼亚,你说得很好,但我认为你将会听到一个奇怪的论点,但从某种意义上说,它又不是那么奇怪。
πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδʼ εὔδαιμον.
因为许多经历了人生的人都带来了同样的论调,即人类既不会是神圣福乐的,也不会是幸福的。
ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετʼ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν.
那么,请跟着我,看看你是否认为我也和他们一样,在关于这类事情上说得很对。
οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων— μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτʼ ἂν ζῶν τε ὡς κάλλιστʼ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς τοιαύτης τυχεῖν—λέγω δʼ οὐδὲν σοφόν, ἀλλʼ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ· πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτʼ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες.
我说,除了少数人之外,人类是不可能变得福乐和幸福的——我把这个限定在我们活着的期间;但是人死后有一个美好的希望,能够获得他在活着的时候,尽其力量尽可能美好地生活,以及死后获得那样的结局所热切追求的一切——我说的并不是什么聪明的话,而是我们所有希腊人和外邦人都以某种方式知道的,即从一开始,对于每一个生命来说,诞生都是艰难的:首先是参与到受孕的状态中,其次是出生,然后是抚养和教育,所有这些都是通过无数的辛劳才得以实现的,正如我们所有人所说的那样。
§974ΑΘ. καὶ χρόνος βραχὺς ἄν τις εἴη πρὸς λογισμὸν μή τοι τῶν μοχθηρῶν, ἀλλʼ ὃ πᾶς ἂν ὑπολάβοι μέτριον.
雅典人:而且,对于计算来说,时间是短暂的,这指的不是那些痛苦的岁月,而是任何人都会认为是适度的岁月。
οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον· ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσειʼ ἂν μήποτʼ ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν.
这段时间似乎在人类生活的某个中间阶段带来了一丝喘息;但是,迅速袭来的衰老,会使任何人在计算了自己度过的一生之后,绝不想再次复活,除非他正好充满了孩子气的见解。
τούτων δὴ τί ποτέ μοι τεκμήριον;
那么,我对这些事情有什么证据呢?
ὅτι πέφυκεν ταύτῃ τὸ νῦν ζητούμενον τῷ λόγῳ.
因为我们现在在论说中所寻找的东西,其自然本性正是如此。
ζητοῦμεν δὲ δὴ τίνα τρόπον σοφοὶ γενησόμεθα, ὡς οὔσης τινὸς ἑκάστοις ταύτης τῆς δυνάμεως· ἡ δὲ φυγῇ φεύγει τότε ὅταν τις πρός τινα φρόνησιν ἴῃ τῶν λεγομένων τεχνῶν ἢ φρονήσεων ἤ τινων ἄλλων τοιούτων ὡς οἰόμεθα ἐπιστημῶν, ὡς ἀξίας τούτων οὐδεμιᾶς οὔσης ἐπίκλησιν ῥηθῆναι τῆς περὶ ταῦτα σοφίας τἀνθρώπινα, τῆς δὲ ψυχῆς σφόδρα πεποιθυίας καὶ μαντευομένης ὡς οὔσης αὐτῇ κατά τινα φύσιν ταύτης, τίς δέ ἐστιν καὶ πότε καὶ πῶς, οὐ πάνυ δυναμένης ἐξευρίσκειν.
我们正在寻找我们以何种方式会成为智者,就好像我们每个人身上都有某种这种能力一样;但是,当一个人走向所谓的技艺、实用智慧或我们认为的科学等其他类似的东西时,这种能力就会迅速逃走,因为关于这些人类事务,这些技艺中没有一个配得上被称为“智慧”,而灵魂虽然强烈地相信并预言自己通过某种本性拥有这种能力,却完全无法找出它是什么、何时以及如何拥有。
ἆρʼ οὐ τούτῳ σφόδρα προσέοιχʼ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων;
我们关于智慧的困惑和探求,不正是与此极为相似吗? 在所有能够通过在各种情况下进行的各种论证来明智且和谐地审视自己和他人的人当中,这种困惑和探求往往超出了每个人的希望。
ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν;
我们难道不同意这些事情是这样或通过这种方式存在的吗?
ΚΛ. συμφήσομεν ἐπʼ ἐλπίδι σοι ἴσως ταῦτʼ, ὦ ξένε, τῇ μετὰ σοῦ κατὰ χρόνον ἂν γενομένῃ, δοξάσαι περὶ αὐτῶν εἰς αὖθις τὸ ἀληθέστατον.
克莱尼亚:外邦人啊,我们也许会基于希望而同意你的看法,这一希望在你的陪伴下随着时间的推移可能会实现,以便我们在以后对这些事情形成最真实的意见。
ΑΘ. τὰς ἄλλας τοίνυν ὅσαι ἐπιστῆμαι μέν εἰσιν λεγόμεναι, σοφὸν δὲ οὐκ ἀποτελοῦσιν τὸν λαμβάνοντά τε αὐτὰς καὶ ἔχοντα, πρῶτον διεξιτέον, ὅπως ταύτας ἐκποδὼν θέμενοι, πειρώμεθα ἐκείνας ὧν δεόμεθα παραθέσθαι τε καὶ παραθέμενοι μανθάνειν.
雅典人:因此,那些被称为科学但并不能使接受和拥有它们的人成为智者的其他学问,我们必须首先加以探讨,以便把它们排除在一旁,然后努力将我们所需要的那些学问呈现出来,并在呈现出来之后进行学习。
πρῶτον μὲν τοίνυν ὧν πρῶτον δεῖ θνητῷ γένει, ἴδωμεν ὡς εἰσὶ μὲν ἀναγκαιόταται σχεδὸν ἀληθῶς τε πρῶται, ὁ δὲ ἐπιστήμων αὐτῶν γιγνόμενος, εἰ καὶ κατʼ ἀρχὰς ἔδοξέν τις εἶναί ποτε σοφός, οὔκουν νῦν γε οὔτε σοφὸς εἶναι δοξάζεται ὀνείδη τε ἴσχει μᾶλλον ἀπὸ τῆς τοιαύτης ἐπιστήμης.
那么,首先,对于凡人种族来说,让我们看看那些首先需要的学问,它们几乎确实是最不可或缺的、也是首要的,但是成为这些学问的专家的人,即使在开始时曾有人认为他是智者,现在也绝不会被认为是智者,反而会因为这种学问而遭到非难。