§9.881ΑΘ. πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἔτι προγόνων ὅστις τολμήσει ἅψασθαί ποτε βιαζόμενος αἰκίᾳ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μῆνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλὰ ὡς εἰδὼς ἃ μηδαμῶς οἶδεν, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ, τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης.
阿典那人:因为,如果有人竟敢对父亲、母亲或更长一辈的祖先诉诸暴力,进行某种人身伤害,既不惧怕天上诸神的愤怒,也不惧怕传说中冥界的惩罚,反而自以为知道自己完全不知道的事,蔑视所有人相传的古老教诲而违法乱纪,那么对这种人就必须采取极其严厉的威慑手段。
θάνατος μὲν οὖν οὐκ ἔστιν ἔσχατον, οἱ δὲ ἐν Ἅιδου τούτοισι λεγόμενοι πόνοι ἔτι τε τούτων εἰσὶ μᾶλλον ἐν ἐσχάτοις, καὶ ἀληθέστατα λέγοντες οὐδὲν ἀνύτουσιν ταῖς τοιαύταις ψυχαῖς ἀποτροπῆς—οὐ γὰρ ἂν ἐγίγνοντό ποτε μητραλοῖαί τε καὶ τῶν ἄλλων γεννητόρων ἀνόσιοι πληγῶν τόλμαι—δεῖ δὴ τὰς ἐνθάδε κολάσεις περὶ τὰ τοιαῦτα τούτοισι τὰς ἐν τῷ ζῆν μηδὲν τῶν ἐν Ἅιδου λείπεσθαι κατὰ δύναμιν.
死刑并非最极端的惩罚;传说中在哈迪斯等待这些人的痛苦甚至比死刑更为极端,虽然讲述这些传说的人说的是绝对的真理,但对于此类灵魂却起不到任何防范作用——否则,世上绝不会发生弑母或殴打其他双亲的忤逆恶行——因此,在尘世间针对此类行为对这些人施加的、在其有生之年的处罚,必须在能力范围内尽可能不亚于哈迪斯中的刑罚。
ἔστω δὴ λεγόμενον τὸ μετὰ τοῦτο τῇδε· ὃς ἂν τολμήσῃ πατέρα ἢ μητέρα ἢ τούτων πατέρας ἢ μητέρας τύπτειν μὴ μανίαις ἐχόμενος, πρῶτον μὲν ὁ προστυγχάνων καθάπερ ἐν τοῖς ἔμπροσθεν βοηθείτω, καὶ ὁ μὲν μέτοικος ἢ ξένος εἰς προεδρίαν τῶν ἀγώνων καλείσθω βοηθῶν, μὴ βοηθήσας δὲ ἀειφυγίαν ἐκ τῆς χώρας φευγέτω· ὁ δὲ μὴ μέτοικος βοηθῶν μὲν ἔπαινον ἐχέτω, μὴ βοηθῶν δέ, ψόγον· δοῦλος δὲ βοηθήσας μὲν ἐλεύθερος γιγνέσθω, μὴ βοηθήσας δὲ πληγὰς ἑκατὸν τῇ μάστιγι τυπτέσθω, ἐν ἀγορᾷ μὲν ἂν γίγνηται τὸ γενόμενον, ὑπʼ ἀγορανόμων, ἐὰν δʼ ἐκτὸς ἀγορᾶς ἐν ἄστει, τῶν ἀστυνόμων κολάζειν τὸν ἐπιδημοῦντα, ἐὰν δὲ κατʼ ἀγροὺς τῆς χώρας που, τοὺς τῶν ἀγρονόμων ἄρχοντας.
那么,接下来的规定应当这样宣布:凡非因疯癫而竟敢殴打父亲或母亲、或他们的父母的人,首先,任何在场目击者都应当像前文所述那样提供救助;外邦人或侨民若提供救助,应被邀请至竞技会的贵宾席,若不救助,则应被判处从该国永久流放;非侨民(本国公民)若提供救助,应获得赞扬,若不救助,则应受到谴责;奴隶若提供救助,应获得自由,若不救助,则应被鞭笞一百下——若事情发生在市场,由市场监督官执行,若发生在市场外的城内,由当时在城的城防监督官负责处罚,若发生在乡村的某处,则由乡村监督官的官员负责。
ἐὰν δʼ ἐπιχώριος ὁ παρατυγχάνων ᾖ τις, ἐάντε παῖς ἐάντε ἀνὴρ ἐάντʼ οὖν γυνή, ἀμυνέτω πᾶς τὸν ἀνόσιον ἐπονομάζων· ὁ δὲ μὴ ἀμύνων ἀρᾷ ἐνεχέσθω Διὸς ὁμογνίου καὶ πατρῴου κατὰ νόμον.
如果在场的人是本地居民,无论是孩子、男人还是女人,每个人都应当在指责那忤逆之人的同时去保护受害者;不保护受害者的人,应依法承受同族与祖先之神宙斯的诅咒。
ἐὰν δέ τις ὄφλῃ δίκην αἰκίας γονέων, πρῶτον μὲν φευγέτω ἀειφυγίαν ἐξ ἄστεος εἰς τὴν ἄλλην χώραν καὶ πάντων ἱερῶν εἰργέσθω· μὴ δὲ εἰργόμενον κολαζόντων αὐτὸν ἀγρονόμοι πληγαῖς καὶ πάντως ὡς ἂν ἐθέλωσιν, κατελθὼν δὲ θανάτῳ ζημιούσθω.
如果有人因殴打父母而被判有罪,首先,他必须被从城里永久流放至外地,并被禁止进入一切神殿;对不服从禁令者,乡村监督官应以鞭笞或他们属意的任何方式予以惩罚,若他擅自回城,则应处以死刑。
ἐὰν δέ τις τῷ τοιούτῳ, ὅσοι ἐλεύθεροι, συμφάγῃ ἢ συμπίῃ ἤ τινα τοιαύτην ἄλλην κοινωνίαν κοινωνήσῃ, ἢ καὶ μόνον ἐντυγχάνων που προσάπτηται ἑκών, μήτε εἰς ἱερὸν ἔλθῃ μηδὲν μήτʼ εἰς ἀγορὰν μήτʼ εἰς πόλιν ὅλως πρότερον ἢ καθήρηται, νομίζων κεκοινωνηκέναι ἀλιτηριώδους τύχης·
如果有任何自由人与此类人共同进餐、饮酒,或进行任何其他此类交往,甚至只是在某处相遇时故意与其接触,他必须认为自己也沾染了邪恶的命运,在洗净尘俗之前,绝不得进入任何神殿、市场乃至整个城市的任何地方。
§9.882ΑΘ. ἐὰν δὲ ἀπειθῶν νόμῳ ἱερὰ καὶ πόλιν μιαίνῃ παρανόμως, ὃς ἂν τῶν ἀρχόντων αἰσθόμενος μὴ ἐπάγῃ δίκην τῷ τοιούτῳ, ἐν εὐθύναις ἔστω τῶν κατηγορημάτων τῶν μεγίστων ἓν τοῦτο αὐτῷ.
阿典那人:如果他抗拒法律,非法地玷污神殿和城市,任何官员若知情而不对此类人提起诉讼,那么在接受任期审计时,这将成为对他最严重的指控之一。
ἐὰν δὲ αὖ δοῦλος τύπτῃ τὸν ἐλεύθερον, εἴτʼ οὖν ξένον εἴτε ἀστόν, βοηθείτω μὲν ὁ προστυγχάνων ἢ κατὰ τὸ τίμημα τὴν εἰρημένην ζημίαν ἀποτινέτω, συνδήσαντες δὲ οἱ προστυγχάνοντες μετὰ τοῦ πληγέντος παραδόντων τῷ ἀδικουμένῳ· ὁ δὲ παραλαβών, δήσας ἐν πέδαις καὶ μαστιγώσας ὁπόσας ἂν ἐθέλῃ, μηδὲν βλάπτων τὸν δεσπότην, παραδότω ἐκείνῳ κεκτῆσθαι κατὰ νόμον.
同样,如果奴隶殴打自由人(无论是外邦人还是本国公民),在场者应当提供救助,否则应根据其财产等级缴纳前述罚金;在场的人应与被打者一起将该奴隶捆绑起来,移交给受害者;而接受奴隶的人在用脚镣将其锁住、并尽其所愿予以鞭笞之后(但绝不能损害其主人的利益),应当将他交还给其主人,以便主人依法继续拥有他。
ὁ δὲ νόμος ἔστω· ὃς ἂν ἐλεύθερον δοῦλος ὢν τύπτῃ μὴ τῶν ἀρχόντων κελευόντων, παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα ἄξιος εἶναι τοῦ λελυμένος ζῆν.
法律应当规定:凡作为奴隶,在未经官员命令的情况下殴打自由人者,主人在从被打者那里接收被捆绑的奴隶后,不得将其释放,除非该奴隶说服被打者,使其同意该奴隶配得上恢复人身自由地生活。
τὰ αὐτὰ δὲ γυναιξίν τε ἔστω πρὸς ἀλλήλας περὶ πάντων τῶν τοιούτων νόμιμα, καὶ πρὸς ἄνδρας γυναιξὶ καὶ ἀνδράσι πρὸς γυναῖκας.
同样的法律规则应适用于妇女之间关于所有此类事件的处理,也适用于妇女对男人以及男人对妇女的处理。