§9.879ΑΘ. ἐκγόνοις δὲ πρὸς γονέας εἶναι τῶν τοιούτων τραυμάτων δικαστὰς μὲν τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας ἐπάναγκες, οἷς ἂν παῖδες μὴ ποιητοί, ἀληθινοὶ δέ, ὦσιν, ἂν δέ τις ὄφλῃ, τιμᾶν εἰ τεθνάναι χρὴ τὸν τοιοῦτον εἴτε τι μεῖζον ἕτερον τούτου πάσχειν ἢ καὶ μὴ πολλῷ σμικρότερον·
阿典那人:在子女对父母造成此类伤害的诉讼中,必须由六十岁以上、且拥有亲生而非收养子女的人担任法官;如果有人被判有罪,法官们必须评定此人是应该处死,还是应该遭受比这更重、或者相差无几的其他惩罚。
καὶ τῶν συγγενῶν τοῦ δράσαντος μηδένα δικάζειν, μηδʼ ἐὰν γεγονὼς ᾖ τὸν χρόνον ὅσον ὁ νόμος εἴρηκεν.
并且,行为人的任何亲属均不得担任法官,即使他已达到法律所规定的年龄。
δοῦλος δʼ ἐάν τις ἐλεύθερον ὀργῇ τρώσῃ, παραδότω τὸν δοῦλον ὁ κεκτημένος τῷ τρωθέντι χρῆσθαι ὅτι ἂν ἐθέλῃ· ἐὰν δὲ μὴ παραδιδῷ, αὐτὸς τὴν βλάβην ἐξιάσθω.
如果奴隶因愤怒伤害了自由人,所有者应将该奴隶交予受害者,任其处置;如果所有者不交出,则须由其自己赔偿损失。
ἐὰν δὲ ἐκ συνθήκης αἰτιᾶται τοῦ δούλου καὶ τοῦ τρωθέντος μηχανὴν εἶναί τις τὸ γεγονός, ἀμφισβητησάτω· ἐὰν δὲ μὴ ἕλῃ, τριπλασίαν ἐκτεισάτω τὴν βλάβην, ἑλὼν δέ, ἀνδραποδισμοῦ ὑπόδικον ἐχέτω τὸν τεχνάζοντα μετὰ τοῦ δούλου.
但如果有人怀疑这一事件是奴隶与受害者串通的阴谋,他应当提出申辩;如果他未能胜诉,则须赔偿三倍的损失,但若胜诉,则应让与奴隶共谋策划者承担奴隶诱拐罪的控告。
ὃς δʼ ἂν ἄκων ἄλλος ἄλλον τρώσῃ, τὸ βλάβος ἁπλοῦν ἀποτινέτω—τύχης γὰρ νομοθέτης οὐδεὶς ἱκανὸς ἄρχειν—δικασταὶ δὲ ὄντων οἵπερ τοῖς ἐκγόνοις πρὸς τοὺς γεννήτορας ἐρρήθησαν, καὶ τιμώντων τὴν ἀξίαν τῆς βλάβης.
如果是他人无意伤害了另一人,则应赔偿单倍损失——因为没有哪个立法者能够支配运气——而法官应由针对子女对父母诉讼所提及的那些人担任,并由他们评定损失的合理数额。
βίαια μὲν δὴ πάνθʼ ἡμῖν τὰ προειρημένα πάθη, βίαιον δὲ καὶ τὸ τῆς αἰκίας πᾶν γένος.
现在,我们前面提到的所有伤害都是暴力行为,而所有殴打侮辱的行为也同样是暴力行为。
ὧδε οὖν χρὴ περὶ τῶν τοιούτων πάντα ἄνδρα καὶ παῖδα καὶ γυναῖκα ἀεὶ διανοεῖσθαι, τὸ πρεσβύτερον ὡς οὐ σμικρῷ τοῦ νεωτέρου ἐστὶ πρεσβευόμενον ἔν τε θεοῖσι καὶ ἐν ἀνθρώποις τοῖς μέλλουσι σῴζεσθαι καὶ εὐδαιμονεῖν.
因此,关于这些事情,每个男人、孩子和女人都应当始终牢记:年长者在神明以及将要获得救赎与幸福的人类中,都享有不小的尊崇。
αἰκίαν οὖν περὶ πρεσβύτερον ἐν πόλει γενομένην ὑπὸ νεωτέρου ἰδεῖν αἰσχρὸν καὶ θεομισές· ἔοικεν δὲ νέῳ παντὶ ὑπὸ γέροντος πληγέντι ῥᾳθύμως ὀργὴν ὑποφέρειν, αὑτῷ τιθεμένῳ τιμὴν ταύτην εἰς γῆρας.
因此,在城邦中看到年少者对年长者施加暴力,是可耻且为神所憎恶的;每一个年轻人,当被老人殴打时,理应温和地忍受其愤怒,将这种敬意视作自己步入老年时的积蓄。
ὧδε οὖν ἔστω· πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ ἔπει· τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν, ἄρρενα ἢ θῆλυν, νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω, καὶ πάσης τῆς δυνατῆς ἡλικίας αὐτὸν φιτῦσαι καὶ τεκεῖν ἀπέχοιτο ἀεὶ θεῶν γενεθλίων χάριν.
因此,规定如下:我们之中的每个人都应在言行上尊敬自己的长者;对于比自己年长二十岁以上的人,无论男女,都应视如父母般予以敬畏,并始终因诞生之神的缘故,克制自己不去殴打任何可能繁衍和生育自己的年龄层的人。
ὡς δʼ αὕτως καὶ ξένου ἀπείργοιτο εἴτε πάλαι ἐνοικοῦντος εἴτε νεήλυδος ἀφιγμένου· μήτε γὰρ ὑπάρχων μήτε ἀμυνόμενος τὸ παράπαν τολμάτω πληγαῖς τὸν τοιοῦτον νουθετεῖν.
同样,他也应当克制自己不对外邦人施暴,无论其是长期居住者还是新近到达的客人;因为无论是在主动挑衅还是在自卫时,他都绝不敢用殴打来惩戒这样的人。
ξένον δὲ ἂν ἀσελγαίνοντα καὶ θρασυνόμενον ἑαυτὸν τύπτοντα οἴηται δεῖν κολασθῆναι, λαβὼν πρὸς τὴν ἀρχὴν τῶν ἀστυνόμων ἀπαγέτω, τοῦ τύπτειν δὲ εἰργέσθω, ἵνα πόρρω γίγνηται τοῦ τὸν ἐπιχώριον ἂν τολμῆσαί ποτε πατάξαι.
如果他认为一个行为放荡不羁、态度傲慢且殴打自己的外邦人需要受到惩罚,他应将其扭送至市监的官署,但自己应克制不殴打他,以便使外邦人永远不敢殴打本地市民。
οἱ δʼ ἀστυνόμοι παραλαβόντες τε καὶ ἀνακρίναντες, τὸν ξενικὸν αὖ θεὸν εὐλαβούμενοι, ἐὰν ἄρα ἀδίκως δοκῇ ὁ ξένος τὸν ἐπιχώριον τύπτειν, τῇ μάστιγι τὸν ξένον ὅσας ἂν αὐτὸς πατάξῃ τοσαύτας δόντες, τῆς θρασυξενίας παυόντων· ἐὰν δὲ μὴ ἀδικῇ, ἀπειλήσαντές τε καὶ ὀνειδίσαντες τῷ ἀπαγαγόντι μεθιέντων ἄμφω.
市监们在接收并审讯他之后,同时敬畏保护外邦人的神明,如果该外邦人确实被认为是不公正地殴打了本地人,则给该外邦人施以与其所打次数相同的鞭刑,以此制止其对外邦主人的傲慢;但如果他并无过错,则在对将其扭送来的人进行警告和谴责后,将两人释放。