Humanitext Reader

柏拉图 · 法律篇 §9.878

绝嗣家户的继承与因愤怒伤人的赔偿

第 136 段,共 186 段 · 希腊语

内容简介

规定了因重罪而无嗣的家户指定继承人的程序,随后阐明了因愤怒(介于故意与无意之间)造成的伤害赔償标准、对城邦的军务补偿以及氏族内部调解争议的规则。

§9.878ΑΘ. ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα συνελθόντας, καθάπερ εἴπομεν νυνδή, τοὺς οἰκείους ἅμα νομοφύλαξιν σκέψασθαι γένος ὅτιπερ ἂν ᾖ τῶν ἐν τῇ πόλει εὐδοκιμώτατον πρὸς ἀρετὴν καὶ ἅμα εὐτυχές, ἐν ᾧ ἂν παῖδες γεγονότες ὦσιν πλείους· ὅθεν ἕνα τῷ τοῦ τελευτήσαντος πατρὶ καὶ τοῖς ἄνω τοῦ γένους ὑὸν ὡς ἐκείνων εἰσποιοῦντας, φήμης ἕνεκα ἐπονομάζοντας, γεννήτορά τε αὑτοῖς καὶ ἑστιοῦχον καὶ θεραπευτὴν ὁσίων τε καὶ ἱερῶν ἐπʼ ἀμείνοσι τύχαις γίγνεσθαι τοῦ πατρός, τούτῳ τῷ τρόπῳ ἐπευξαμένους, αὐτὸν κληρονόμον καταστῆσαι κατὰ νόμον, τὸν δʼ ἐξαμαρτόντα ἀνώνυμον ἐᾶν καὶ ἄπαιδα καὶ ἄμοιρον κεῖσθαι, ὁπόταν αὐτὸν καταλάβωσιν αἱ τοιαῦται συμφοραί.
阿典那人:因此,当诸户中有一户同时遭遇不幸与亵渎(即家主犯下重罪),以至于拥有该家户的人未留下子女,或未婚,或已婚却无子而死,且因故意杀人或针对神明或市民的其他过错(在法律中已被明确规定死刑为惩罚)而被判有罪,或者其中一人无子而处于终身流亡之中,首先必须依法对这一家户进行净化并驱除灾祸,然后正如我们刚才所说,亲属们与护法官一起聚集起来,考量城邦中在美德方面最负名望且同时幸运的、生有较多子女的任何一族;并自该族中引入一人,作为死者之父及该族祖先的儿子,视作他们的后嗣,为了家名的缘故而为其冠名,并以此种方式祈愿他能在比其父亲更好的运气下,成为他们(祖先)的繁衍者、炉灶守护者以及神圣与崇高事物的供奉者,从而依法确立其为继承人,而当此类灾祸降临到犯过者身上时,则听任其无名、无子、无份地躺在那里。
ἔστιν δὲ οὐ πάντων, ὡς ἔοικε, τῶν ὄντων ὅρος ὅρῳ προσμειγνύς, ἀλλʼ οἷς ἔστιν μεθόριον, τοῦτο ἐν μέσῳ ὅρων πρότερον ἑκατέρῳ προσβάλλον γίγνοιτʼ ἂν ἀμφοῖν μεταξύ· καὶ δὴ καὶ τῶν ἀκουσίων τε καὶ ἑκουσίων τὸ θυμῷ γιγνόμενον ἔφαμεν εἶναι τοιοῦτον.
然而看来,并非所有存在之物的边界都直接相接,而对于那些拥有中间地带的事物,这介于两边界之间的中间地带,会预先与各自相接,并处于两者之间;而事实上,在无意与故意的行为中,我们也曾说过因愤怒而做出的行为便是具有此种性质的。
τραυμάτων οὖν ἔστω τῶν ὀργῇ γενομένων· ἐὰν ὄφλῃ τις, πρῶτον μὲν τίνειν τοῦ βλάβους τὴν διπλασίαν, ἂν τὸ τραῦμα ἰάσιμον ἀποβῇ, τῶν δὲ ἀνιάτων τὴν τετραπλασίαν· ἐὰν δὲ ἰάσιμον μέν, αἰσχύνην δὲ μεγάλην τινὰ προσβάλλῃ τῷ τρωθέντι καὶ ἐπονείδιστον, τὴν τετραπλασίαν ἐκτίνειν.
因此,关于因愤怒而造成的伤害,规定如下:如果有人被判有罪,若伤势最终可以治愈,首先要赔偿损害的双倍;若是不可治愈的,则赔偿四倍;若是可治愈,但给受伤者造成某种巨大的、可耻的毁容,则应赔偿四倍。
ὅσα δέ τις τρώσας τινὰ μὴ μόνον βλάπτῃ τὸν παθόντα ἀλλὰ καὶ τὴν πόλιν, ποιήσας ἀδύνατον τῇ πατρίδι πρὸς πολεμίους βοηθεῖν, τοῦτον δὲ μετὰ τῶν ἄλλων ζημιῶν ἐκτίνειν καὶ τῇ πόλει τὴν βλάβην· πρὸς γὰρ ταῖς αὑτοῦ στρατείαις καὶ ὑπὲρ τοῦ ἀδυνατοῦντος στρατευέσθω καὶ τὰς ὑπὲρ ἐκείνου πολεμικὰς ταττέσθω τάξεις, ἢ μὴ δρῶν ταῦτα ὑπόδικος τῷ ἐθέλοντι τῆς ἀστρατείας γιγνέσθω κατὰ νόμον.
如果有人因伤害他人,不仅损害了受害者,还因使他无法帮助祖国抵抗敌人而损害了城邦,那么此人除其他惩罚外,还必须赔偿城邦的损失;因为除了他自己的兵役之外,他还必须替那个丧失能力的人服役,并替他列入战阵;如果不这样做,则应依法接受任何愿意起诉之人就逃避兵役罪进行的起诉。
τὴν δὲ δὴ τῆς βλάβης ἀξίαν, εἴτε διπλῆν εἴτε τριπλῆν εἴτε καὶ τετραπλασίαν, οἱ καταψηφισάμενοι δικασταὶ ταττόντων.
至于损害的适度赔偿额,无论是双倍、三倍还是四倍,均由判决有罪的法官来确定。
ἐὰν δὲ ὁμόγονος ὁμόγονον τὸν αὐτὸν τρόπον τούτῳ τρώσῃ, τοὺς γεννήτας καὶ τοὺς συγγενεῖς μέχρι ἀνεψιῶν παίδων πρὸς γυναικῶν καὶ ἀνδρῶν, γυναῖκάς τε καὶ ἄνδρας συνελθόντας, κρίναντας παραδιδόναι τιμᾶν τοῖς γεννήσασι κατὰ φύσιν· ἐὰν δὲ ἀμφισβητήσιμος ἡ τίμησις γίγνηται, τοὺς πρὸς ἀνδρῶν εἶναι τιμῶντας κυρίους, ἐὰν δὲ ἀδυνατῶσιν αὐτοί, τοῖς νομοφύλαξιν τελευτῶντας ἐπιτρέπειν.
如果同族之人以此种方式伤害了同族之人,则直到父系和母系堂表亲子女的同族人和亲属,无论男女,应当聚集在一起,在审判后,将惩罚的评定交给其亲生父母;如果惩罚的评定产生争议,则以父系亲属的评定为准;若他们自己也无能为力,则最终交由护法官裁决。

词汇与语法注释

  1. 878τις ... τῶν οἴκων — 不定代词 `τις` 指代属格短语 `τῶν οἴκων`(诸户中之一),作为被动语态动词 `δυστυχηθῇ`(遭遇不幸)和 `ἀσεβηθῇ`(遭受亵渎)的主语。此处将“家户(oikos)”本身而非个人作为承受亵渎的语法主语。
  2. 878τοῦτον ... τὸν οἶκον — 指示代名词 `τοῦτον` 与名词 `τὸν οἶκον` 因超步(hyperbaton)而处于离隔状态。它们在无人称句 `χρεὼν ἔστω`(应当)支配的介宾/中动不定式 `καθήρασθαι`(净化)和 `ἀποδιοπομπήσασθαι`(驱除恶魔)中,充当对格的逻辑主语(或目的语)。
  3. 878aεἰσποιοῦντας — 分词 `εἰσποιοῦντας`、`ἐπονομάζοντας` 和 `ἐπευξαμένους`(阳性复数对格)在性、数、格上与主不定式 `καταστῆσαι`(用作命令)的对格主语 `τοὺς οἰκείους`(亲属们)保持一致。该句法延续了由前文 `σκέψασθαι` 所引入的对格主语结构。
  4. 878bὅρος ὅρῳ προσμειγνύς — 现在分词 `προσμειγνύς`(单数阳性主格)与主语 `ὅρος` 一致,并支配与格的 `ὅρῳ` 作为宾语,意为“一个边界与另一个边界相接”。它与 `ἔστιν` 结合,构成关于此类邻接边界存在或发生状态的陈述。
  5. 878eπαραδιδόναι τιμᾶν — 不定式的连用。`παραδιδόναι` 是具有命令或义务语气的独立不定式(应当移交),后面的不定式 `τιμᾶν`(评估/判定刑罚)作为补足不定式(表示目的或结果)依赖于它,构成“移交给亲生父母以进行处罚评定”的语义关系。

引用这一段

柏拉图, 法律篇 §9.878. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.878

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。