§9.875ΑΘ. προρρητέον δή τι περὶ πάντων τῶν τοιούτων τοιόνδε, ὡς ἄρα νόμους ἀνθρώποις ἀναγκαῖον τίθεσθαι καὶ ζῆν κατὰ νόμους ἢ μηδὲν διαφέρειν τῶν πάντῃ ἀγριωτάτων θηρίων.
阿典那人:对于所有此类事情,确实必须预先说明如下的道理:即人类必须制定法律并依法律生活,否则与最凶猛的野兽无异。
ἡ δὲ αἰτία τούτων ἥδε, ὅτι φύσις ἀνθρώπων οὐδενὸς ἱκανὴ φύεται ὥστε γνῶναί τε τὰ συμφέροντα ἀνθρώποις εἰς πολιτείαν καὶ γνοῦσα, τὸ βέλτιστον ἀεὶ δύνασθαί τε καὶ ἐθέλειν πράττειν.
而其原因在于:没有任何人的本性天生就足够能干,既能认识到什么是有利于人类城邦的,又在认识到之后,始终有能力且愿意去践行最善之事。
γνῶναι μὲν γὰρ πρῶτον χαλεπὸν ὅτι πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν—τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις—καὶ ὅτι συμφέρει τῷ κοινῷ τε καὶ ἰδίῳ, τοῖν ἀμφοῖν, ἢν τὸ κοινὸν τιθῆται καλῶς μᾶλλον ἢ τὸ ἴδιον·
因为首先,人们很难认识到,政治和真正的艺术必然关注的不是私利而是公益——因为公益维系城邦,而私利瓦解城邦——而且,如果公益比私利得到更好的确立,那么对公私双方都是有利的。
δεύτερον δέ, ἐὰν ἄρα καὶ τὸ γνῶναί τις ὅτι ταῦτα οὕτω πέφυκεν λάβῃ ἱκανῶς ἐν τέχνῃ, μετὰ δὲ τοῦτο ἀνυπεύθυνός τε καὶ αὐτοκράτωρ ἄρξῃ πόλεως, οὐκ ἄν ποτε δύναιτο ἐμμεῖναι τούτῳ τῷ δόγματι καὶ διαβιῶναι τὸ μὲν κοινὸν ἡγούμενον τρέφων ἐν τῇ πόλει, τὸ δὲ ἴδιον ἑπόμενον τῷ κοινῷ, ἀλλʼ ἐπὶ πλεονεξίαν καὶ ἰδιοπραγίαν ἡ θνητὴ φύσις αὐτὸν ὁρμήσει ἀεί, φεύγουσα μὲν ἀλόγως τὴν λύπην, διώκουσα δὲ τὴν ἡδονήν, τοῦ δὲ δικαιοτέρου τε καὶ ἀμείνονος ἐπίπροσθεν ἄμφω τούτω προστήσεται, καὶ σκότος ἀπεργαζομένη ἐν αὑτῇ πάντων κακῶν ἐμπλήσει πρὸς τὸ τέλος αὑτήν τε καὶ τὴν πόλιν ὅλην.
其次,即使有人在艺术中充分掌握了这些事物本性如此的道理,但在此之后若以不受监督且独裁的方式统治城邦,他也绝不可能坚持这一信念,并在城邦中始终以公益为先导、以私利服从公益来度过一生;相反,凡人的本性将始终促使他走向贪婪和私利,盲目地逃避痛苦而追求享乐,并将这两者置于更正义、更美好的事物之前,从而在自身中制造黑暗,最终使自己和整个城邦都充满各种邪恶。
ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανὸς θείᾳ μοίρᾳ γεννηθεὶς παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο τῶν ἀρξόντων ἑαυτοῦ· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶν νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
因为如果有人凭借神圣的天赋,天生就有能力接受这些真理,他就根本不需要任何法律来统治自己;因为没有任何法律或秩序比知识更强大,理智也绝不应当服从于任何人或做任何人的奴隶,相反,只要它在天性上是真实且真正自由的,它就应当是万物的统治者。
νῦν δὲ οὐ γάρ ἐστιν οὐδαμοῦ οὐδαμῶς, ἀλλʼ ἢ κατὰ βραχύ· διὸ δὴ τὸ δεύτερον αἱρετέον, τάξιν τε καὶ νόμον, ἃ δὴ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ὁρᾷ καὶ βλέπει, τὸ δʼ ἐπὶ πᾶν ἀδυνατεῖ.
但现实中,这样的理智绝无仅有,即使有也微乎其微;因此,我们必须选择第二好的路径,即秩序和法律,它们虽然能照顾到大多数情况,但无法通达一切细节。
ταῦτα δὴ τῶνδε εἵνεκα εἴρηται· νῦν ἡμεῖς τάξομεν τί χρὴ τὸν τρώσαντα ἤ τι βλάψαντα ἕτερον ἄλλον παθεῖν ἢ ἀποτίνειν.
说这些话正是为了以下的目的:现在我们将规定,伤害或以某种方式损害他人的人,应当遭受何种惩罚或支付何种赔偿。
πρόχειρον δὴ παντὶ περὶ παντὸς ὑπολαβεῖν ὀρθῶς,
τὸν τί τρώσαντα ἢ τίνα ἢ πῶς ἢ πότε λέγεις;
其实,任何人对任何事都很容易提出合理的疑问:‘你所说的伤害了别人的人,是指伤害了什么,伤害了谁,如何伤害,或在何时伤害?
μυρία γὰρ ἕκαστά ἐστι τούτων καὶ πάμπολυ διαφέροντα ἀλλήλων.
因为在这些细节中,每一种都有无数种情况,且彼此大不相同。
ταῦτʼ οὖν δὴ δικαστηρίοις ἐπιτρέπειν κρίνειν πάντα ἢ μηδὲν ἀδύνατον.
’因此,将所有这些事情都交给法庭来裁决,或者完全不让法庭裁决,都是不可能的。