§9.874ΑΘ. ἐὰν δὲ ἄψυχόν τι ψυχῆς ἄνθρωπον στερήσῃ, πλὴν ὅσα κεραυνὸς ἤ τι παρὰ θεοῦ τοιοῦτον βέλος ἰόν, τῶν δὲ ἄλλων ὅσα τινὸς προσπεσόντος ἢ αὐτὸ ἐμπεσὸν κτείνῃ τινά, δικαστὴν μὲν αὐτῷ καθιζέτω τῶν γειτόνων τὸν ἐγγύτατα ὁ προσήκων γένει, ἀφοσιούμενος ὑπὲρ αὑτοῦ τε καὶ ὑπὲρ τῆς συγγενείας ὅλης, τὸ δὲ ὀφλὸν ἐξορίζειν, καθάπερ ἐρρήθη τὸ τῶν ζῴων γένος.
阿典那人:如果某种无生命的物品夺去了人的生命(但排除雷电或来自神明的类似投射物),而在其他物品中,凡因倒塌在人身上或因人撞击其上而致人死亡的,亲属为了自身和整个家族的净化,应当指定 874a¦ 最近的邻居为其裁判官,并依法将判决有罪的物品驱逐出国境,正如前文对动物一类所规定的那样。
ἐὰν δὲ τεθνεὼς μὲν αὖ τις φανῇ, ἄδηλος δὲ ὁ κτείνας ᾖ καὶ μὴ ἀμελῶς ζητοῦσιν ἀνεύρετος γίγνηται, τὰς μὲν προρρήσεις τὰς αὐτὰς γίγνεσθαι καθάπερ τοῖς ἄλλοις, προαγορεύειν δὲ τὸν φόνον τῷ δράσαντι, καὶ ἐπιδικασάμενον ἐν ἀγορᾷ κηρῦξαι τῷ κτείναντι τὸν καὶ τὸν καὶ ὠφληκότι φόνου μὴ ἐπιβαίνειν ἱερῶν μηδὲ ὅλης χώρας τῆς τοῦ παθόντος, ὡς, ἂν φανῇ καὶ γνωσθῇ, ἀποθανούμενον καὶ ἔξω τῆς τοῦ παθόντος χώρας ἐκβληθησόμενον ἄταφον.
此外,如果发现有人死亡,但凶手不明,且在认真搜寻后仍未找到,应当像对待其他人一样发出相同的排斥宣告,向作案者宣告此桩谋杀,并在广场上提起诉讼,向杀害了某某人并犯有谋杀罪的凶手布告,不得踏入神庙或受害者的整个国土,以便一旦他出现并被认出,就将其处死,并不予埋葬抛弃在受害者国境之外。
οὗτος δὴ νόμος εἷς ἡμῖν ἔστω κύριος περὶ φόνου κείμενος.
这应当作为我们关于谋杀所立的一条有效法律。
καὶ τὰ μὲν περὶ τὰ τοιαῦτα μέχρι τούτων οὕτως· ὧν δὲ ὁ κτείνας ἐφʼ οἷς τε ὀρθῶς ἂν καθαρὸς εἴη, τάδε ἔστω· Νύκτωρ φῶρα εἰς οἰκίαν εἰσιόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν ἐλευθέραν γυναῖκα βιάζηταί τις ἢ παῖδα περὶ τὰ ἀφροδίσια, νηποινὶ τεθνάτω ὑπό τε τοῦ ὑβρισθέντος βίᾳ καὶ ὑπὸ πατρὸς ἢ ἀδελφῶν ἢ ὑέων· ἐάν τε ἀνὴρ ἐπιτύχῃ γαμετῇ γυναικὶ βιαζομένῃ, κτείνας τὸν βιαζόμενον ἔστω καθαρὸς ἐν τῷ νόμῳ· καὶ ἐάν τις πατρὶ βοηθῶν θάνατον, μηδὲν ἀνόσιον δρῶντι, κτείνῃ τινά, ἢ μητρὶ ἢ τέκνοις ἢ ἀδελφοῖς ἢ συγγεννήτορι τέκνων, πάντως καθαρὸς ἔστω.
关于此类事情的规定到此为止;至于凶手在杀死何人、在何种情况下可以正当地被视为无罪清净,规定如下:如果有人在夜间捕获并杀死了为偷盗财物而进入住宅的盗贼,他应当是清净无罪的;如果是为了自卫而杀死拦路抢劫的强盗,他应当是清净无罪的;如果有人对自由人身份的妇女或少年进行性侵犯,暴行受害者本人,或其父亲、兄弟、儿子将该施暴者杀死,施暴者应当被判为无偿致死(即杀人者不予追究);如果丈夫撞见自己的婚配妻子正遭受强暴,并杀死了施暴者,依法应当是清净无罪的;如果有人为了将未犯任何不洁罪行的父亲从死亡中救出而杀死了某人,或者为了救母亲、孩子、兄弟或孩子的共同生育者而杀人,在任何情况下都应当是清净无罪的。
τὰ μὲν τοίνυν περὶ τροφήν τε ζώσης ψυχῆς καὶ παιδείαν, ὧν αὐτῇ τυχούσῃ μὲν βιωτόν, ἀτυχησάσῃ δὲ τοὐναντίον, καὶ περὶ θανάτων τῶν βιαίων ἃς δεῖ τιμωρίας γίγνεσθαι, νενομοθετήσθω·
因此,关于活着的灵魂的滋养与教育(灵魂若获得这些便值得活着,若不幸失去则相反),以及关于暴力死亡应当进行何种惩罚,这些内容均已立法完毕;而关于肉体的滋养和教育也已谈及。
τὰ δὲ περὶ τὴν τῶν σωμάτων τροφὴν μὲν καὶ παιδείαν εἴρηται, τὸ δʼ ἐχόμενον τούτων, αἱ βίαιοι πράξεις ὑπʼ ἀλλήλων ἀκούσιοί τε καὶ ἑκούσιοι γιγνόμεναι διοριστέον εἰς δύναμιν αἵ τέ εἰσιν καὶ ὅσαι, καὶ ὧν ἂν τυγχάνουσαι τιμωρήσεων τὸ πρόσφορον ἔχοιεν ἂν ἕκασται, ταῦτα μετʼ ἐκεῖνα, ὡς ἔοικεν, ὀρθῶς ἂν νομοθετοῖτο.
接下来的是,人与人之间所发生的非自愿和自愿的暴力行为,必须尽力厘清其性质和数量,以及各行为在遭遇何种惩罚时才能得到其应有的回报,这些内容似乎应当在上述内容之后得到正确的立法。
τραύματα δὴ καὶ πηρώσεις ἐκ τραυμάτων τά γε δεύτερα μετὰ θανάτους καὶ ὁ φαυλότατος ἂν τάξειεν τῶν ἐπὶ νόμον τρεπομένων.
事实上,伤害以及因伤害致残在严重性上仅次于死亡,任何致力于立法的人,即使是最平庸的人,也会做出这样的排序。
τὰ δὴ τραύματα, καθάπερ οἱ φόνοι διῄρηντο, διαιρετέον, τὰ μὲν ἀκούσια, τὰ δὲ θυμῷ, τὰ δὲ φόβῳ, τὰ δὲ ὁπόσα ἐκ προνοίας ἑκούσια συμβαίνει γιγνόμενα·
因此,必须像划分谋杀那样划分伤害:有些是非自愿的,有些是出于愤怒,有些是出于恐惧,有些则是出于预谋的自愿伤害。