Humanitext Reader

柏拉图 · 法律篇 §9.864

正义与不正的定义及对心神丧失者的减刑

第 127 段,共 186 段 · 希腊语

内容简介

阿典那人重新将“不正义”定义为激情对灵魂的专制,将“正义”定义为关于最好的信念的支配。此外,他规定了针对因发疯或衰老而犯下掠夺神庙、国事罪等重罪的例外减刑措施,仅对其课以单倍赔偿及一定期限的国外流放。

§9.864ΑΘ. νῦν δή σοι τό τε δίκαιον καὶ τὸ ἄδικον, ὅ γε ἐγὼ λέγω, σαφῶς ἂν διορισαίμην οὐδὲν ποικίλλων.
阿典那人:现在,我愿为你毫无复杂地明确界定正义与不正义,至少是按照我所说的意思。
τὴν γὰρ τοῦ θυμοῦ καὶ φόβου καὶ ἡδονῆς καὶ λύπης καὶ φθόνων καὶ ἐπιθυμιῶν ἐν ψυχῇ τυραννίδα, ἐάντε τι βλάπτῃ καὶ ἐὰν μή, πάντως ἀδικίαν προσαγορεύω·
因为在灵魂中,激情、恐惧、快乐、痛苦、嫉妒以及欲望的专制,无论它是否带来损害,我都一概称之为不正义。
τὴν δὲ τοῦ ἀρίστου δόξαν, ὅπῃπερ ἂν ἔσεσθαι τούτων ἡγήσωνται πόλις εἴτε ἰδιῶταί τινες, ἐὰν αὕτη κρατοῦσα ἐν ψυχαῖς διακοσμῇ πάντα ἄνδρα, κἂν σφάλληταί τι, δίκαιον μὲν πᾶν εἶναι φατέον τὸ ταύτῃ πραχθὲν καὶ τὸ τῆς τοιαύτης ἀρχῆς γιγνόμενον ὑπήκοον ἑκάστων, καὶ ἐπὶ τὸν ἅπαντα ἀνθρώπων βίον ἄριστον, δοξάζεσθαι δὲ ὑπὸ πολλῶν ἀκούσιον ἀδικίαν εἶναι τὴν τοιαύτην βλάβην.
另一方面,至于关于最好的信念——无论城邦或某些个人认为这在他们之中会以何种方式存在——如果这一信念支配着灵魂并规范着每个人,即使它在某些方面有所失误,我们也必须说,依此而行的一切,以及在每种情况下服从这种支配的部分,都是完全正义的,而且对人类的整个一生来说是最好的,尽管这种损害被许多人认为是因非自发而起的不正义。
ἡμῖν δὲ οὐκ ἔστιν τὰ νῦν ὀνομάτων πέρι δύσερις λόγος, ἀλλʼ ἐπειδὴ τῶν ἁμαρτανομένων τρία εἴδη δεδήλωται γιγνόμενα, ταῦτα εἰς μνήμην πρῶτον ἔτι μᾶλλον ἀναληπτέον.
但对于我们来说,现在的讨论并不是为了名称而争好斗胜,而是既然已经表明所犯的错误有三种类型,我们首先必须把这些更加牢记在心,重新梳理。
λύπης μὲν οὖν, ἣν θυμὸν καὶ φόβον ἐπονομάζομεν, ἓν εἶδος ἡμῖν ἐστιν.
因此,源于痛苦(即我们所称的激情和恐惧)的是我们的一种类型。
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. ἡδονῆς δʼ αὖ καὶ ἐπιθυμιῶν δεύτερον, ἐλπίδων δὲ καὶ δόξης τῆς ἀληθοῦς περὶ τὸ ἄριστον ἔφεσις τρίτον ἕτερον.
阿典那人:其次,源于快乐和欲望的是第二种,而对关于最好的希望和真确信念的追求,则是另一个,即第三种。
τούτου δὲ αὐτοῦ τρία διχῇ τμηθέντος πέντε εἴδη γέγονεν, ὡς νῦν φαμεν·
而这三种类型本身,当被一分为二时,就成了我们现在所说的五种类型。
οἷς νόμους διαφέροντας ἀλλήλων πέντε εἴδεσιν θετέον ἐν δυοῖν γένεσιν.
针对这五种类型,我们必须在两个大类之下制定彼此不同的法律。
ΚΛ. τίσιν τούτοις;
克莱尼亚:这两个大类是指什么?
ΑΘ. τὸ μὲν διὰ βιαίων καὶ συμφανῶν πράξεων πραττόμενον ἑκάστοτε, τὸ δὲ μετὰ σκότους καὶ ἀπάτης λαθραίως γιγνόμενον, ἔστιν δʼ ὅτε καὶ διʼ ἀμφοῖν τούτοιν πραχθέν· ᾧ δὴ καὶ νόμοι τραχύτατοι γίγνοιντο ἄν, εἰ τὸ προσῆκον μέρος ἔχοιεν.
阿典那人:其一是在每种情况下通过暴力和公开的行动所做的事,其二是在黑暗和欺骗中秘密发生的事,而有时则是通过这两者共同犯下的行为;对于这后一种行为,如果法律能给予其应得的分量,那么法律将会是最严厉的。
ΚΛ. εἰκὸς γοῦν.
克莱尼亚:这确实理所当然。
ΑΘ. ἴωμεν δὴ τὰ μετὰ ταῦτα ἐκεῖσε ὁπόθεν ἐξέβημεν δεῦρο, περαίνοντες τὴν θέσιν τῶν νόμων.
阿典那人:那么,接下来让我们回到我们之前偏离到这里的那个地方,继续完成法律的制定。
ἦν δὲ ἡμῖν κείμενα περί τε τῶν συλώντων, οἶμαι, τοὺς θεοὺς καὶ τὰ περὶ προδοτῶν, ἔτι δὲ τῶν τοὺς νόμους διαφθειρόντων ἐπὶ καταλύσει τῆς παρούσης πολιτείας.
我想,我们之前已经为那些掠夺神庙财物的人、关于叛国者,以及为了颠覆现有政体而破坏法律的人制定了规定。
τούτων δή τις ἂν ἴσως πράξειέν τι μανείς, ἢ νόσοις ἢ γήρᾳ ὑπερμέτρῳ συνεχόμενος, ἢ παιδίᾳ χρώμενος, οὐδέν πω τῶν τοιούτων διαφέρων·
在这些人中,也许有人是在发疯时,或者在受制于疾病或过度衰老时,或者表现得像个孩子时犯下了此类行为,而他当时与那些处于此类状态的人毫无二致。
ὧν ἂν γίγνηταί τι φανερὸν τοῖς ἐκλεχθεῖσιν ἑκάστοτε δικασταῖς, ἀναφέροντος τοῦ δράσαντος ἢ τοῦ σκηπτομένου ὑπὲρ τοῦ ποιήσαντος, κριθῇ δὲ οὕτω διατεθεὶς παρανομῆσαι, τὴν μὲν βλάβην ἣν ἄν τινα καταβλάψῃ πάντως ἁπλῆν ἀποτινέτω, τῶν δὲ ἄλλων δικαιωμάτων ἀφείσθω, πλὴν ἂν ἄρα τινὰ ἀποκτείνας μὴ καθαρὸς ᾖ τὰς χεῖρας φόνου·
如果在每种情况下被选出的法官面前,这些情况中的任何一种变得显而易见——无论是由行为者本人提出,还是由为行为者辩护的人提出,并且如果他被判定是在处于这种状态下违法,他必须为他所造成的任何损害支付单倍赔偿,但免除其他刑罚,除非他杀害了某人,且他的双手因杀人而未得净化。
οὕτω δʼ εἰς ἄλλην χώραν καὶ τόπον ἀπελθὼν οἰκείτω τὸν ἐνιαυτὸν ἐκδημῶν, πρότερον δὲ ἐλθὼν τοῦ χρόνου ὃν ὁ νόμος ὥρισεν, ἢ καὶ πάσης ἐπιβὰς τῆς οἰκείας χώρας, ἐν δημοσίῳ δεσμῷ δεθεὶς ὑπὸ τῶν νομοφυλάκων δύο ἐνιαυτούς, οὕτως ἀπαλλαττέσθω τῶν δεσμῶν.
在这种情况下,他必须前往另一个土地和地方,在外居住一年;但如果他在法律规定的期限之前回来,或者踏上了故土的任何地方,他必须被法律护卫者关入公家牢狱,监禁两年,然后才能释放。

词汇与语法注释

  1. 864aτὴν δὲ τοῦ ἀρίστου δόξαν — 此句中的宾格短语 `τὴν δὲ τοῦ ἀρίστου δόξαν` 被置于句首,被后随条件从句 `ἐὰν αὕτη κρατοῦσα...` 中的主语代词 `αὕτη` 提前引述(先行先取结构)。在经历让步插入语 `κἂν σφάλληταί τι`(即使在某些方面有所失误)之后,句子导向主句的谓语部分 `δίκαιον μὲν πᾶν εἶναι φατέον...`。
  2. 864cτούτου δὲ αὐτοῦ τρία διχῇ τμηθέντος πέντε εἴδη γέγονεν — 属格独立结构,意为“这三种本身,当(其中两种)被一分为二时,便形成了五种类型”。在前面提到的三种错误根源中,前两种(痛苦/激情和快乐/欲望)被进一步细分为暴力的和欺骗性的,从而产生总共五种类型(3 - 2 + 4 = 5)。
  3. 864eἀναφέροντος τοῦ δράσαντος ἢ τοῦ σκηπτομένου ὑπὲρ τοῦ ποιήσαντος — 属格独立结构。分词 `ἀναφέροντος`(提出、报告)的主语是行为者本人(`τοῦ δράσαντος`)或为行为者辩护/寻找托词的人(`τοῦ σκηπτομένου ὑπὲρ τοῦ ποιήσαντος`)。其中 `σκήπτομαι` 在此处意为“辩解、抗辩”。

引用这一段

柏拉图, 法律篇 §9.864. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.864

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。