§9.862ΑΘ. μὴ τοίνυν τις τὰς βλάβας πάσας ἀδικίας τιθείς, οὕτως οἴηται καὶ τὰ ἄδικα ἐν αὐταῖσι ταύτῃ γίγνεσθαι διπλᾶ, τὰ μὲν ἑκούσια δή, τὰ δʼ ἀκούσια—βλάβαι γὰρ ἀκούσιοι τῶν πάντων οὔτʼ ἀριθμοῖς οὔτε μεγέθεσιν ἐλάττους εἰσὶ τῶν ἑκουσίων—σκοπεῖσθε δὲ εἴτε τι λέγω λέγων ἃ μέλλω λέγειν, εἴτε καὶ μηδὲν τὸ παράπαν.
阿典那人:因此,请不要有人因为将一切损害都视为不正义,便以为在这些损害之中,不正义的行为也同样分为两类,即有些是自发的,有些是非自发的——因为在所有的损害中,非自发的损害在数量和程度上都不少于自发的损害——而且请你们考虑,我将要说的这些话,到底是有道理的,还是完全没有意义的。
οὐ γάρ φημι ἔγωγε, ὦ Κλεινία καὶ Μέγιλλε, εἴ τίς τινά τι πημαίνει μὴ βουλόμενος ἀλλʼ ἄκων, ἀδικεῖν μέν, ἄκοντα μήν, καὶ ταύτῃ μὲν δὴ νομοθετήσω, τοῦτο ὡς ἀκούσιον ἀδίκημα νομοθετῶν, ἀλλʼ οὐδὲ ἀδικίαν τὸ παράπαν θήσω τὴν τοιαύτην βλάβην, οὔτε ἂν μείζων οὔτε ἂν ἐλάττων τῳ γίγνηται·
克莱尼亚和梅吉洛斯啊,因为我并不主张,如果有人并非出于自愿而是非自发地在某方面伤害了某人,他就是在行不正义(只是非自发地行不正义),我也不会以此进行立法,将其作为非自发的不正义行为来立法;相反,无论这种损害给某人带来的是大还是小,我根本不将其视为不正义。
πολλάκις δὲ ὠφελίαν οὐκ ὀρθὴν γενομένην τὸν τῆς ὠφελίας αἴτιον ἀδικεῖν φήσομεν, ἐὰν ἥ γʼ ἐμὴ νικᾷ.
但相反地,如果我的观点能够胜出,那么当一种不当的益处发生时,我们常常会说,带来这一益处的人是在行不正义。
σχεδὸν γάρ, ὦ φίλοι, οὔτʼ εἴ τίς τῳ δίδωσίν τι τῶν ὄντων οὔτʼ εἰ τοὐναντίον ἀφαιρεῖται, δίκαιον ἁπλῶς ἢ ἄδικον χρὴ τὸ τοιοῦτον οὕτω λέγειν, ἀλλʼ ἐὰν ἤθει καὶ δικαίῳ τρόπῳ χρώμενός τις ὠφελῇ τινά τι καὶ βλάπτῃ, τοῦτό ἐστιν τῷ νομοθέτῃ θεατέον, καὶ πρὸς δύο ταῦτα δὴ βλεπτέον, πρός τε ἀδικίαν καὶ βλάβην, καὶ τὸ μὲν βλαβὲν ὑγιὲς τοῖς νόμοις εἰς τὸ δυνατὸν ποιητέον, τό τε ἀπολόμενον σῴζοντα καὶ τὸ πεσὸν ὑπό του πάλιν ἐξορθοῦντα, καὶ τὸ θανατωθὲν ἢ τρωθέν, ὑγιές, τὸ δὲ ἀποίνοις ἐξιλασθὲν τοῖς δρῶσι καὶ πάσχουσιν ἑκάστας τῶν βλάψεων, ἐκ διαφορᾶς εἰς φιλίαν πειρατέον ἀεὶ καθιστάναι τοῖς νόμοις.
朋友们,实际上,无论是谁把自己的财产分给某人,还是相反地夺走某人的财产,这类事情本身绝不应被简单地称为正义或不正义。 相反,只有当某人以某种品质和正义的方式去增益或损害某人时,这才是立法者必须观察的。 立法者必须注视这两个方面:即不正义和损害。 对于受损的部分,应当通过法律尽最大可能使其恢复健康,保护失去的,并将被某人击倒的重新扶起,使被杀害或受伤的恢复健全;而对于每一种损害,应当让施害者和受害者之间通过补偿达成和解,法律应当始终致力于将不和转化为友谊。
ΚΛ. καλῶς ταῦτά γε.
克莱尼亚:这些确实说得很好。
ΑΘ. τὰς τοίνυν ἀδίκους αὖ βλάβας καὶ κέρδη δέ, ἐάν τις ἀδικῶν τινα κερδαίνειν ποιῇ, τούτων ὁπόσα μὲν ἰατά, ὡς οὐσῶν ἐν ψυχῇ νόσων, ἰᾶσθαι·
阿典那人:那么,至于不正义的损害,还有不正义的收益——即如果有人通过行不正义使某人获益——在这些行为中,凡是可医治的,由于它们是灵魂中的疾病,就必须予以医治;而我们必须说,对不正义的医治应当倾向于以下方向。
τὸ δὲ τῆς ἰάσεως ἡμῖν τῆς ἀδικίας τῇδε ῥέπειν χρὴ φάναι. ΚΛ. πῇ;
克莱尼亚:什么方向?
ΑΘ. ὅπως ὅτι τις ἂν ἀδικήσῃ μέγα ἢ σμικρόν, ὁ νόμος αὐτὸν διδάξει καὶ ἀναγκάσει τὸ παράπαν εἰς αὖθις τὸ τοιοῦτον ἢ μηδέποτε ἑκόντα τολμῆσαι ποιεῖν ἢ διαφερόντως ἧττον πολύ, πρὸς τῇ τῆς βλάβης ἐκτίσει.
阿典那人:那就是,无论某人犯下了大还是小的罪行,法律除了要求他赔偿损失之外,还应当教育并迫使他,使其在未来绝不再自发地敢于做出此类事情,或者极大地减少发生。
ταῦτα εἴτε ἔργοις ἢ λόγοις, ἢ μεθʼ ἡδονῶν ἢ λυπῶν, ἢ τιμῶν ἢ ἀτιμιῶν, καὶ χρημάτων ζημίας ἢ καὶ δώρων, ἢ καὶ τὸ παράπαν ᾧτινι τρόπῳ ποιήσει τις μισῆσαι μὲν τὴν ἀδικίαν, στέρξαι δὲ ἢ μὴ μισεῖν τὴν τοῦ δικαίου φύσιν, αὐτό ἐστιν τοῦτο ἔργον τῶν καλλίστων νόμων.
无论是通过行动还是言语,是通过快乐还是痛苦,是通过荣誉还是耻辱,是通过金钱的惩罚还是赠送礼物,或者无论是以任何方式,只要能使人憎恨不正义,并喜爱——或者至少不憎恨——正义的本性,这本身就是最优美的法律所要达到的效果。
ὃν δʼ ἂν ἀνιάτως εἰς ταῦτα ἔχοντα αἴσθηται νομοθέτης, δίκην τούτοισι καὶ νόμον θήσει τίνα;
然而,对于立法者察觉到在这些方面已经无可救药的人,他应该为他们制定什么样的刑罚和法律呢?
§9.863ΑΘ. γιγνώσκων που τοῖς τοιούτοις πᾶσιν ὡς οὔτε αὐτοῖς ἔτι ζῆν ἄμεινον, τούς τε ἄλλους ἂν διπλῇ ὠφελοῖεν ἀπαλλαττόμενοι τοῦ βίου, παράδειγμα μὲν τοῦ μὴ ἀδικεῖν τοῖς ἄλλοις γενόμενοι, ποιοῦντες δὲ ἀνδρῶν κακῶν ἔρημον τὴν πόλιν, οὕτω δὴ τῶν τοιούτων πέρι νομοθέτῃ κολαστὴν τῶν ἁμαρτημάτων θάνατον ἀνάγκη νέμειν, ἄλλως δὲ οὐδαμῶς.
阿典那人:想必是因为认识到,对于所有这样的人来说,继续活下去对他们自己已不再有好处,而他们离开人世将给其他人带来双重的好处——既成为他人不犯不正义罪行的榜样,又使城邦清除恶人——因此,针对这样的人,立法者必须给他们的罪过分配死刑作为惩罚,而绝不能有其他做法。
ΚΛ. ἔοικε μέν πως λέγεσθαι τὰ παρὰ σοῦ καὶ μάλα μετρίως, ἥδιον δʼ ἂν ἔτι σαφέστερον ἀκούσαιμεν ταῦτα ῥηθέντα, τὸ τῆς ἀδικίας τε καὶ βλάβης διάφορον καὶ τὸ τῶν ἑκουσίων καὶ ἀκουσίων ὡς ἐν τούτοις διαπεποίκιλται.
克莱尼亚:你所说的这些似乎非常通情达理,但我们更乐意听到你把这些事情解释得更清楚一些:即不正义与损害之间的区别,以及自发与非自发的因素在这些情况中是如何交织区分的。
ΑΘ. πειρατέον τοίνυν ὡς κελεύετε δρᾶν, καὶ λέγειν.
阿典那人:那么,我必须尝试按照你们的要求去做并进行阐释。
δῆλον γὰρ ὅτι τοσόνδε γε περὶ ψυχῆς καὶ λέγετε πρὸς ἀλλήλους καὶ ἀκούετε, ὡς ἓν μὲν ἐν αὐτῇ τῆς φύσεως εἴτε τι πάθος εἴτε τι μέρος ὢν ὁ θυμός, δύσερι καὶ δύσμαχον κτῆμα ἐμπεφυκός, ἀλογίστῳ βίᾳ πολλὰ ἀνατρέπει.
因为显然,关于灵魂,你们彼此交谈和听闻的至少有这么一点:在灵魂的本性中有一件东西——无论它是某种受动还是某种部分——即激情,它作为一种好斗且难以克服的固有属性深植于其中,以无理性的暴力颠覆了许多事情。
ΚΛ. πῶς δʼ οὔ;
克莱尼亚:当然如此。
ΑΘ. καὶ μὴν ἡδονήν γε οὐ ταὐτὸν τῷ θυμῷ προσαγορεύομεν, ἐξ ἐναντίας δὲ αὐτῷ φαμεν ῥώμης δυναστεύουσαν, πειθοῖ μετὰ ἀπάτης βιαίου πράττειν πᾶν ὅτιπερ ἂν αὐτῆς ἡ βούλησις ἐθελήσῃ.
阿典那人:再者,我们绝不把快乐称为与激情相同的东西,而是说它以相反的力量进行统治,通过伴随着强力欺骗的劝说,去行使它的意志所渴望的一切。
ΚΛ. καὶ μάλα.
克莱尼亚:非常正确。
ΑΘ. τρίτον μὴν ἄγνοιαν λέγων ἄν τις τῶν ἁμαρτημάτων αἰτίαν οὐκ ἂν ψεύδοιτο·
阿典那人:第三,如果有人说无知是犯错的原因,他也不会说错。
διχῇ μὴν διελόμενος αὐτὸ ὁ νομοθέτης ἂν βελτίων εἴη, τὸ μὲν ἁπλοῦν αὐτοῦ κούφων ἁμαρτημάτων αἴτιον ἡγούμενος, τὸ δὲ διπλοῦν, ὅταν ἀμαθαίνῃ τις μὴ μόνον ἀγνοίᾳ συνεχόμενος ἀλλὰ καὶ δόξῃ σοφίας, ὡς εἰδὼς παντελῶς περὶ ἃ μηδαμῶς οἶδεν, μετὰ μὲν ἰσχύος καὶ ῥώμης ἑπομένης μεγάλων καὶ ἀμούσων ἁμαρτημάτων τιθεὶς αἴτια τὰ τοιαῦτα, ἀσθενείας δὲ ἑπομένης, παίδειά τε ἁμαρτήματα καὶ πρεσβυτέρων γιγνόμενα θήσει μὲν ἁμαρτήματα καὶ ὡς ἁμαρτάνουσιν νόμους τάξει, πρᾳοτάτους γε μὴν πάντων καὶ συγγνώμης πλείστης ἐχομένους.
但立法者最好将其分为两类:将简单无知视为轻微罪行的原因,而将双重无知视为——当某人愚昧时,不仅受制于无知,还受制于对智慧的自以为是,仿佛对自己根本不知道的事情无所不知——当伴随着力量和强权时,他将把这类事情定为重大且粗野的罪行的原因;但当伴随着软弱时,他将把它们归为孩童般的错误或年长者所犯的错,并将它们规定为过错并为犯错者制定法律,但这些法律必将是所有法律中最温和的,也是最包含宽恕的。
ΚΛ. εἰκότα λέγεις.
克莱尼亚:你说得很合理。
ΑΘ. ἡδονῆς μὲν τοίνυν καὶ θυμοῦ λέγομεν σχεδὸν ἅπαντες ὡς ὁ μὲν κρείττων ἡμῶν, ὁ δὲ ἥττων ἐστίν· καὶ ἔχει ταύτῃ.
阿典那人:那么,关于快乐和激情,我们几乎所有人都在说,一者强于我们,而另一者弱于我们;事实也确实如此。
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. ἀγνοίας δέ γε ὡς ὁ μὲν ἡμῶν κρείττων, ὁ δὲ ἥττων, οὐκ ἠκούσαμεν πώποτε.
阿典那人:但是,关于无知,我们却从未听人说过一者强于我们而另一者弱于我们。
ΚΛ. ἀληθέστατα.
克莱尼亚:最真实不过。
ΑΘ. πάντα δέ γε προτρέπειν ταῦτά φαμεν εἰς τὴν αὑτοῦ βούλησιν ἐπισπώμενον ἕκαστον εἰς τἀναντία πολλάκις ἅμα.
阿典那人:然而,我们却说,所有这些都在催促着我们,各自把人拉向自己的意志,并且常常同时拉向相反的方向。
ΚΛ. πλειστάκις μὲν οὖν.
克莱尼亚:确实极其频繁。