Humanitext Reader

柏拉图 · 法律篇 §9.858-9.859

如父母般的法律与正义与美之关联

第 124 段,共 186 段 · 希腊语

内容简介

阿典那人指出他们能在闲暇中探讨最善法律的幸事,主张法律应当像充满爱意且有理智的父母般说话,而非像僭主那样威逼。随后,他开始探讨美与正义之间的关系。

§9.858ΑΘ. τὸ μηδεμίαν ἀνάγκην εἶναι νομοθετεῖν, ἀλλʼ αὐτοὺς ἐν σκέψει γενομένους περὶ πάσης πολιτείας πειρᾶσθαι κατιδεῖν τό τε ἄριστον καὶ τὸ ἀναγκαιότατον, τίνα τρόπον ἂν γιγνόμενον γίγνοιτο.
阿典那人:那就是我们没有任何迫切立法的必要,反而能让我们自己投入到对整个国制的考察中,去尝试看清最善的和最必要的东西,它们是以何种方式得以实现的。
καὶ δὴ καὶ τὸ νῦν ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, εἰ μὲν βουλόμεθα, τὸ βέλτιστον σκοπεῖν, εἰ δὲ βουλόμεθα, τὸ ἀναγκαιότατον περὶ νόμων· αἱρώμεθα οὖν πότερον δοκεῖ.
而且,正如看起来那样,现在如果我们愿意,就可以探讨关于法律的最善之物,如果我们愿意,也可以探讨最必要之物;因此,让我们选择看来合适的那一个吧。
ΚΛ. γελοίαν, ὦ ξένε, προτιθέμεθα τὴν αἵρεσιν, καὶ ἀτεχνῶς ὥσπερ κατεχομένοις νομοθέταις ὅμοιοι γιγνοίμεθʼ ἂν ὑπὸ μεγάλης τινὸς ἀνάγκης ἤδη νομοθετεῖν, ὡς οὐκέτʼ ἐξὸν εἰς αὔριον·
克莱尼亚:异乡人啊,我们提出的这种选择真是可笑,我们简直就像是被某种巨大的迫切性所驱使,必须立即立法的立法者,仿佛到了明天就不再被允许了似的。
ἡμῖν δʼ—εἰπεῖν σὺν θεῷ—ἔξεστι, καθάπερ ἢ λιθολόγοις ἢ καί τινος ἑτέρας ἀρχομένοις συστάσεως, παραφορήσασθαι χύδην ἐξ ὧν ἐκλεξόμεθα τὰ πρόσφορα τῇ μελλούσῃ γενήσεσθαι συστάσει, καὶ δὴ καὶ κατὰ σχολὴν ἐκλέξασθαι.
而对我们来说——在神的保佑下说——我们就像石匠或开始建造其他结构物的人一样,可以随意地、大量地堆积材料,并从中挑选适合未来建设的材料,而且完全是在闲暇中挑选。
τιθῶμεν οὖν ἡμᾶς νῦν εἶναι μὴ τοὺς ἐξ ἀνάγκης οἰκοδομοῦντας, ἀλλὰ τοὺς ἐπὶ σχολῆς ἔτι τὰ μὲν παρατιθεμένους, τὰ δὲ συνιστάντας· ὥστε ὀρθῶς ἔχει τὰ μὲν ἤδη τῶν νόμων λέγειν ὡς τιθέμενα, τὰ δʼ ὡς παρατιθέμενα.
因此,让我们假设我们现在不是那些出于迫切需要而建造的人,而是在闲暇中,有的人把一些材料放在一旁备用,有的人在进行组装;所以,把目前的法律中已经有一部分说成是在制定,而另一部分说成是在搁置备用,是正确的。
ΑΘ. γένοιτο γοῦν ἄν, ὦ Κλεινία, κατὰ φύσιν μᾶλλον ἡμῖν ἡ σύνοψις τῶν νόμων.
阿典那人:克莱尼亚,至少这样一来,我们对法律的通盘考量就会更加符合自然。
ἴδωμεν γὰρ οὖν, ὦ πρὸς θεῶν, τὸ τοιόνδε περὶ νομοθετῶν.
那么,奉神之名,让我们看看关于立法者的以下这一点吧。
ΚΛ. τὸ ποῖον δή;
克莱尼亚:究竟是什么呢?
ΑΘ. γράμματα μέν που καὶ ἐν γράμμασιν λόγοι καὶ ἄλλων εἰσὶ πολλῶν ἐν ταῖς πόλεσιν γεγραμμένοι, γράμματα δὲ καὶ τὰ τοῦ νομοθέτου καὶ λόγοι.
阿典那人:想必在城邦中也有许多其他人的文字以及文字中的言论,而立法者所写的也是文字和言论。
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:当然,怎么会不是呢?
ΑΘ. πότερον οὖν τοῖς μὲν τῶν ἄλλων συγγράμμασιν, ποιητῶν καὶ ὅσοι ἄνευ μέτρων καὶ μετὰ μέτρων τὴν αὑτῶν εἰς μνήμην συμβουλὴν περὶ βίου κατέθεντο συγγράψαντες, προσέχωμεν τὸν νοῦν, τοῖς δὲ τῶν νομοθετῶν μὴ προσέχωμεν;
阿典那人:那么,对于其他人的著作,即诗人们以及所有用韵文或无韵文写下并留下关于生活的建议以示后世的人的著作,我们要加以注意,而对立法者的著作却不加注意吗?
ἢ πάντων μάλιστα;
还是说,最应当注意后者的著作?
ΚΛ. πολύ γε.
克莱尼亚:显然是最应当注意后者的。
ΑΘ. ἀλλὰ δῆτα οὐ χρὴ τὸν νομοθέτην μόνον τῶν γραφόντων περὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων συμβουλεύειν, διδάσκοντα οἷά τέ ἐστι καὶ ὡς ἐπιτηδευτέον αὐτὰ τοῖς μέλλουσιν εὐδαίμοσιν ἔσεσθαι;
阿典那人:但是,难道立法者不应该在所有写作关于美、善、正义之物的人中,唯独由他来提供建议,教导这些事物是什么,以及那些将要获得幸福的人应该如何践行它们吗?
ΚΛ. καὶ πῶς οὔ;
克莱尼亚:当然,怎么能不呢?
ΑΘ. ἀλλὰ αἰσχρὸν δὴ μᾶλλον Ὁμήρῳ τε καὶ Τυρταίῳ καὶ τοῖς ἄλλοις ποιηταῖς περὶ βίου τε καὶ ἐπιτηδευμάτων κακῶς θέσθαι γράψαντας, Λυκούργῳ δὲ ἧττον καὶ Σόλωνι καὶ ὅσοι δὴ νομοθέται γενόμενοι γράμματα ἔγραψαν;
阿典那人:那么,难道荷马、提尔泰乌斯以及其他诗人们在关于生活和实践的事情上写下糟糕的规条是更可耻的,而吕库古、梭伦以及其他所有作为立法者写下文字的人这样做,可耻的程度就会少一些吗?
§9.859ΑΘ. ἢ τό γε ὀρθόν, πάντων δεῖ γραμμάτων τῶν ἐν ταῖς πόλεσι τὰ περὶ τοὺς νόμους γεγραμμένα φαίνεσθαι διαπτυττόμενα μακρῷ κάλλιστά τε καὶ ἄριστα, τὰ δὲ τῶν ἄλλων ἢ κατʼ ἐκεῖνα συνεπόμενα, ἢ διαφωνοῦντα αὐτοῖς εἶναι καταγέλαστα;
阿典那人:还是说,正确的做法是,在城邦所有的文字中,关于法律的文字在被展现出来时,必须显得是远远最美、最好的,而其他人的文字要么随顺它们,要么因为与它们不和谐而显得可笑?
οὕτω διανοώμεθα περὶ νόμων δεῖν γραφῆς γίγνεσθαι ταῖς πόλεσιν, ἐν πατρός τε καὶ μητρὸς σχήμασι φιλούντων τε καὶ νοῦν ἐχόντων φαίνεσθαι τὰ γεγραμμένα, ἢ κατὰ τύραννον καὶ δεσπότην τάξαντα καὶ ἀπειλήσαντα γράψαντα ἐν τοίχοις ἀπηλλάχθαι;
我们是否应该这样认为:城邦法律的撰写必须如此,使写下的文字显现出关爱且有理智的父母的形象,而不是像僭主和主人那样,下达命令并进行威胁、在墙上写下字句后便扬长而去?
σκοπῶμεν οὖν δὴ καὶ τὰ νῦν ἡμεῖς πότερα ταύτῃ πειρώμεθα λέγειν διανοηθέντες περὶ νόμων, εἴτʼ οὖν δυνάμεθα εἴτε μή, ἀλλʼ οὖν τό γε πρόθυμον παρεχόμενοι· καὶ κατὰ ταύτην τὴν ὁδὸν ἰόντες, ἂν ἄρα τι καὶ δέῃ πάσχειν, πάσχωμεν.
那么,让我们现在也考虑一下,我们是否心怀这种对法律的看法来尝试讨论,无论我们是否能够做到,但至少要拿出热忱;沿着这条道路前行,即使必须遭受什么,就让我们遭受好了。
ἀγαθὸν δʼ εἴη τε, καὶ ἂν θεὸς ἐθέλῃ, γίγνοιτʼ ἂν ταύτῃ.
愿这是件好事,且如果神明保佑,事情就会以这种方式实现。
ΚΛ. καλῶς εἴρηκας, ποιῶμέν τε ὡς λέγεις.
克莱尼亚:说得好,我们就按你说的做吧。
ΑΘ. διασκεπτέον ἄρα πρῶτον, ὥσπερ ἐπεχειρήσαμεν, ἀκριβῶς τὸν περὶ τῶν τε ἱεροσυλούντων καὶ κλοπῆς πάσης πέρι καὶ ἀδικημάτων συμπάντων, καὶ οὐ δυσχεραντέον εἰ μεταξὺ νομοθετοῦντες τὰ μὲν ἔθεμεν, τῶν δʼ ἔτι διασκοποῦμεν πέρι· νομοθέται γὰρ γιγνόμεθα ἀλλʼ οὐκ ἐσμέν πω, τάχα δὲ ἴσως ἂν γενοίμεθα.
阿典那人:那么首先,正如我们已经尝试过的那样,我们必须精确地考察关于神殿掠夺者、关于所有的盗窃以及关于所有罪行的法律,而且我们不应该因为在立法的中途,有了一些已经制定的条文而另一些仍在详细考察中,就感到不快;因为我们正在成为立法者,但我们现在还不是,不过或许很快我们就会是的。
εἰ δὴ δοκεῖ περὶ ὧν εἴρηκα ὡς εἴρηκα σκοπεῖσθαι, σκοπώμεθα.
如果确实认为应该像我所说的那样来考察我刚才谈到的那些事情,那我们就开始考察吧。
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全同意。
ΑΘ. περὶ δὴ καλῶν καὶ δικαίων συμπάντων πειρώμεθα κατιδεῖν τὸ τοιόνδε, ὅπῃ ποτὲ ὁμολογοῦμεν νῦν καὶ ὅπῃ διαφερόμεθα ἡμεῖς τε ἡμῖν αὐτοῖς, οἳ δὴ φαῖμεν ἂν προθυμεῖσθαί γε, εἰ μηδὲν ἄλλο, διαφέρειν τῶν πλείστων, οἱ πολλοί τε αὐτοὶ πρὸς αὑτοὺς αὖ.
阿典那人:关于所有美与正义的事物,让我们尝试看清这一点:我们现在是在哪里达成一致的,又在哪里存在分歧——既包括我们自己与自己的分歧(我们至少会声称自己渴望与大多数人不同),也包括大众他们自己之间的分歧。
ΚΛ. τὰς ποίας δὲ δὴ διαφορὰς ἡμῶν ἐννοηθεὶς λέγεις;
克莱尼亚:你所说的我们之间的分歧,究竟是指什么呢?
ΑΘ. ἐγὼ πειράσομαι φράζειν.
阿典那人:我来试着解释一下。
περὶ δικαιοσύνης ὅλως καὶ τῶν δικαίων ἀνθρώπων τε καὶ πραγμάτων καὶ πράξεων πάντες πως συνομολογοῦμεν πάντα εἶναι ταῦτα καλά, ὥστε οὐδʼ εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους ἀνθρώπους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατʼ αὐτό γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειε λέγειν.
关于正义的整体,以及正义的人、事物和行为,我们大家在某种程度上都同意这些全都是美的;因此,即使有人断言,正义的人即使身体丑陋,但因其极其正义的品格,在这方面也是完美无缺的美,几乎没有任何人会认为这样说有什么不妥。
ΚΛ. οὐκοῦν ὀρθῶς;
克莱尼亚:这难道不正确吗?
ΑΘ. ἴσως· ἴδωμεν δὲ ὡς, εἰ πάντʼ ἐστὶν καλὰ ὅσα δικαιοσύνης ἔχεται, τῶν πάντων τοι καὶ τὰ παθήματα ἡμῖν ἐστιν, σχεδὸν τοῖς ποιήμασιν ἴσα.
阿典那人:或许吧;但让我们看看,如果所有关乎正义的事物都是美的,那么对我们而言,所有的承受(受动)是否也几乎与行为(主动)相等呢?
ΚΛ. τί οὖν δή;
克莱尼亚:这究竟是什么意思呢?
ΑΘ. ποίημα μέν, ὅπερ ἂν ᾖ δίκαιον, σχεδὸν ὅσονπερ ἂν τοῦ δικαίου κοινωνῇ, κατὰ τοσοῦτον καὶ τοῦ καλοῦ μετέχον ἐστί.
阿典那人:一项行为,只要它是正义的,几乎它在多大程度上分享了正义,就在多大程度上分享了美。
ΚΛ. τί μήν;
克莱尼亚:可不是吗?

词汇与语法注释

  1. 858aτὸ μηδεμίαν ἀνάγκην εἶναι νομοθετεῖν — 带有冠词的对格不定式从句,用以解释前文提到的“我们当下的幸运处境”的具体内容,作为对克莱尼亚提问的回答,无须主句动词。
  2. 858dποιητῶν καὶ ὅσοι ἄνευ μέτρων καὶ μετὰ μέτρων... — 属格名词 `ποιητῶν`(诗人)和由关系代词 `ὅσοι` 引导的关系从句并列,用于具体说明和限定前述的 `τῶν ἄλλων συγγράμμασιν`(其他人的著作)。
  3. 859cκαὶ οὐ δυσχεραντέον εἰ... — 非人称动形容词 `δυσχεραντέον`(不应感到不快)后接 `εἰ` 从句。此处的 `εἰ` 从句并非表示假设条件,而是作为表示事实的名词性从句(类似于 `ὅτι` 从句)来解释感到不快的原因。
  4. 859eτῶν πάντων τοι καὶ τὰ παθήματα ἡμῖν ἐστιν, σχεδὸν τοῖς ποιήμασιν ἴσα — 对比了代表“被动遭受(受动)”的 `παθήματα` 与代表“主动行为(主动)”的 `ποιήμασιν`。这为在法律语境中探讨承受刑罚与做出行为之间的关系奠定了哲学基础。

引用这一段

柏拉图, 法律篇 §9.858-9.859. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.858-9.859

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。