Humanitext Reader

柏拉图 · 法律篇 §9.857

盗窃罪的处罚与奴隶医生的比喻

第 123 段,共 186 段 · 希腊语

内容简介

阿典那人提出了针对严重国家犯罪的共同法律和针对盗窃罪的处罚。在克莱尼亚提出质疑后,他借用“奴隶医生”的比喻,承认传统立法缺乏哲学教育的维度。

§9.857ΑΘ. κοινὸς δʼ ἔτι τρίτος εἷς ἔστω νόμος περὶ δικαστῶν τε, οὓς δεῖ δικάζειν αὐτοῖς, καὶ ὁ τρόπος τῶν δικῶν, οἷς ἂν προδόσεως αἰτίαν ἐπιφέρων τις εἰς δικαστήριον ἄγῃ· καὶ μονῆς ὡσαύτως ἐκγόνοις καὶ ἐξόδου τῆς πατρίδος εἷς ἔστω περὶ ταῦτα νόμος οὗτος τρισί, προδότῃ καὶ ἱεροσύλῳ καὶ τῷ τοὺς τῆς πόλεως νόμους βίᾳ ἀπολλύντι.
阿典那人:此外,关于必须审判他们的裁判官,以及有人指控叛国罪而将其送交法庭时的审判程序,还应当有第三条共同的法律;同样,对于他们子嗣的留存以及被驱逐出祖国,对于这三类人—— 叛国者、神殿掠夺者以及用暴力摧毁城邦法律的人,关于这些事应当有这一条共同的法律。
κλέπτῃ δέ, ἐάντε μέγα ἐάντε σμικρὸν κλέπτῃ τις, εἷς αὖ νόμος κείσθω καὶ μία δίκης τιμωρία σύμπασιν· τὸ μὲν γὰρ κλαπὲν δὴ χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τὸν κλῆρον, ἐὰν δὲ μή, δεδέσθαι ἕως ἂν ἐκτείσῃ ἢ πείσῃ τὸν καταδικασάμενον.
而对于窃贼,无论窃取的是大物还是小物,都应当制定同一条法律,并对所有人施以同一种刑罚;因为如果有人在此类诉讼中被判有罪,且拥有除份地之外足够支付的其余财产,那么首先必须偿还被盗物两倍的罚金;但如果没有,则应当被监禁,直到他偿还,或者说服了胜诉方。
ἐὰν δέ τις ὄφλῃ κλοπῆς δημοσίᾳ δίκην, πείσας τὴν πόλιν ἢ τὸ κλέμμα ἐκτείσας διπλοῦν, ἀπαλλαττέσθω τῶν δεσμῶν.
但是,如果有人在盗窃公诉案中被判有罪,在说服了城邦或偿还了双倍的窃取物之后,应当免除监禁。
ΚΛ. πῶς δὴ λέγομεν, ὦ ξένε, μηδὲν διαφέρειν τῷ κλέπτοντι μέγα ἢ σμικρὸν ὑφελομένῳ, καὶ ἐξ ἱερῶν ἢ ὁσίων, καὶ ὅσα ἄλλα ἐστὶν περὶ κλοπὴν πᾶσαν ἀνομοιότητα ἔχοντα, οἷς δεῖ ποικίλοις οὖσιν ἕπεσθαι τὸν νομοθέτην μηδὲν ὁμοίαις ζημίαις ζημιοῦντα;
克莱尼亚:异乡人啊,我们怎能说,窃贼窃取大物还是小物,以及是从神圣场所还是从世俗场所窃取,以及其他所有关于盗窃的、具有各种差异的事情,对窃贼来说都没有任何区别呢? 立法者本应当顺应这些多样性,绝不能用相同的刑罚来进行惩罚。
ΑΘ. ἄριστʼ, ὦ Κλεινία·
阿典那人:太好了,克莱尼亚!
σχεδόν τοί με ὥσπερ φερόμενον ἀντικρούσας ἀνήγειρας, ἐννενοηκότα δὲ καὶ πρότερον ὑπέμνησας ὅτι τὰ περὶ τὴν τῶν νόμων θέσιν οὐδενὶ τρόπῳ πώποτε γέγονεν ὀρθῶς διαπεπονημένα, ὥς γε ἐν τῷ νῦν παραπεπτωκότι λέγειν.
你把我从仿佛随波逐流的状态中撞醒了,并且提醒了我,虽然我以前也曾想到过:法律制定方面的事情,还从来没有以任何方式被正确且精细地处理过,至少就当前所碰巧谈到的这件事情而言是如此。
πῶς δʼ αὖ καὶ τοῦτο λέγομεν;
可是我们又怎么能这样说呢?
οὐ κακῶς ἀπῃκάσαμεν, ὅτε δούλοις ὡς ἰατρευομένοις ὑπὸ δούλων ἀπῃκάζομεν πάντας τοὺς νῦν νομοθετουμένους.
先前,当我们把所有现在接受立法的人,比作由身为奴隶的医生治疗的奴隶时,我们的比喻并没用错。
εὖ γὰρ ἐπίστασθαι δεῖ τὸ τοιόνδε, ὡς εἰ καταλάβοι ποτέ τις ἰατρὸς τῶν ταῖς ἐμπειρίαις ἄνευ λόγου τὴν ἰατρικὴν μεταχειριζομένων ἐλεύθερον ἐλευθέρῳ νοσοῦντι διαλεγόμενον ἰατρόν, καὶ τοῦ φιλοσοφεῖν ἐγγὺς χρώμενον μὲν τοῖς λόγοις, ἐξ ἀρχῆς τε ἁπτόμενον τοῦ νοσήματος, περὶ φύσεως πάσης ἐπανιόντα τῆς τῶν σωμάτων, ταχὺ καὶ σφόδρα γελάσειεν ἂν καὶ οὐκ ἂν ἄλλους εἴποι λόγους ἢ τοὺς περὶ τὰ τοιαῦτʼ ἀεὶ προχείρους ὄντας τοῖς πλείστοις λεγομένοις ἰατροῖς· φαίη γὰρ ἂν ὦ μῶρε, οὐκ ἰατρεύεις τὸν νοσοῦντα ἀλλὰ σχεδὸν παιδεύεις, ὡς ἰατρὸν ἀλλʼ οὐχ ὑγιῆ δεόμενον γίγνεσθαι .
因为我们必须清楚地知道这样一件事:如果某个凭借经验而毫无道理地行医的医生,发现一个自由人医生正在和患病的自由人交谈,并且使用了接近哲学探讨的论证,从病症的源头抓起,追溯到身体的整个自然本性,他一定会立刻哈哈大笑,并且不会说别的,只会说那些大多数所谓“医生”在这种情况下总是随口而出的话;因为他会说:“愚蠢的人啊,你不是在治疗病人,而几乎是在教育他,仿佛他需要变成一个医生,而不是恢复健康!
ΚΛ. οὐκοῦν λέγων τὰ τοιαῦτα ὀρθῶς ἂν λέγοι;
” 克莱尼亚:那么,他说出这些话,难道说得不对吗?
ΑΘ. τάχʼ ἄν, εἰ προσδιανοοῖτό γε ὡς ὅστις περὶ νόμων οὕτω διεξέρχεται, καθάπερ ἡμεῖς τὰ νῦν, παιδεύει τοὺς πολίτας ἀλλʼ οὐ νομοθετεῖ.
阿典那人:或许吧,如果他进一步想到:凡是像我们现在这样详细论述法律的人,是在教育公民,而不是在立法。
ἆρʼ οὖν οὐ καὶ τοῦτʼ ἂν πρὸς τρόπου λέγειν φαίνοιτο;
那么,难道这看起来不也是很合乎情理的说法吗?
ΚΛ. ἴσως.
克莱尼亚:也许吧。
ΑΘ. εὐτυχὲς δὲ ἡμῶν τὸ παρὸν γέγονεν.
阿典那人:而我们当下的处境却变成了一件幸事。
ΚΛ. τὸ ποῖον δή;
克莱尼亚:这究竟是怎么回事呢?

词汇与语法注释

  1. 857aμονῆς ὡσαύτως ἐκγόνοις καὶ ἐξόδου τῆς πατρίδος εἷς ἔστω περὶ ταῦτα νόμος οὗτος τρισί — 名词属格 μονῆς(留存)和 ἐξόδου(退去)修饰 εἷς ἔστω ... νόμος(应当有一条法律),其具体内容由随后的介词短语 περὶ ταῦτα(关于这些事)作了进一步说明。而与格的 ἐκγόνοις(对于子嗣)和 τρισί(对于三者)则是关系与格(或不利益与格),指示该法律的适用对象。
  2. 857aτὸ μὲν γὰρ κλαπὲν δὴ χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν — 无人称表达 χρεών(必须,原为 χρή 的中性单数宾格分词,作无人称使用)支配着主动态不定式 ἐκτίνειν(偿还),并且在后半部分的对比分句中同样支配着被动态不定式 δεδέσθαι(被监禁)。
  3. 857dὡς εἰ καταλάβοι ποτέ τις ἰατρὸς ... γελάσειεν ἂν — 在由连词 ὡς(正如/正如……那样)引导的从属句中,包含了一个由条件从句 εἰ καταλάβοι(如果发现,现在时愿望语气)构成的极长插入部分,并连接到带有 ἂν 的愿望语气主句(γελάσειεν ἂν ... οὐκ ἂν εἴποι,表示推测或潜在的可能性)。主语 τις ἰατρὸς(某位医生)与其主导动词 γελάσειεν ἂν(一定会大笑)之间因介入了众多修饰成分(分词短语及宾格不定式结构)而严重离隔,在把握句子骨架时需加注意。

引用这一段

柏拉图, 法律篇 §9.857. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.857

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。