§8.849ΑΘ. τῶν δὲ ἐν ἄστει κατὰ τὰ αὐτὰ ἐπιμεληθῆναι καὶ ἐπιμελεῖσθαι τὴν τῶν ἀστυνόμων ἀρχήν.
ΑΘ. 至于市区内的同样事务,过去和现在都应由市容管理官的职权负责。
τοῖς δὲ δὴ ἀγορανόμοις τὰ περὶ ἀγοράν που δεῖ ἕκαστα μέλειν·
而对于市场监督官来说,市场上的各项事务都应是他们关心的对象。
ἡ δʼ ἐπιμέλεια, μετὰ τὴν τῶν ἱερῶν ἐπίσκεψιν τῶν κατʼ ἀγορὰν μή τις ἀδικῇ τι, τῆς τῶν ἀνθρώπων χρείας τὸ δεύτερον ἂν εἴη, σωφροσύνης τε καὶ ὕβρεως ἐπισκόπους ὄντας κολάζειν τὸν δεόμενον κολάσεως.
在监督市场内的圣所、防止任何人行不义之后,这种关心第二位的就是满足人们交易的需要,他们作为节制与不逊的监督者,要惩罚那些需要惩罚的人。
τῶν δὲ ὠνίων, πρῶτον μὲν τὰ περὶ τοὺς ξένους ταχθέντα πωλεῖν τοῖς ἀστοῖς σκοπεῖν εἰ γίγνεται κατὰ τὸν νόμον ἕκαστα.
在出售的货物中,首先,他们必须监督市民出售那些为异邦人指定的份额,是否每一项都依法进行。
νόμος δʼ ἑκάστῳ μηνὸς τῇ νέᾳ ὧν δεῖ πραθῆναι τὸ μέρος τοῖς ξένοις ἐξάγειν τοὺς ἐπιτρόπους, ὅσοι τοῖς ἀστοῖς ξένοι ἢ καὶ δοῦλοι ἐπιτροπεύουσι, δωδεκατημόριον πρῶτον τοῦ σίτου, τὸν δὲ ξένον εἰς πάντα τὸν μῆνα ὠνεῖσθαι σῖτον μὲν καὶ ὅσα περὶ σῖτον ἀγορᾷ τῇ πρώτῃ·
法律规定:在每月的朔日(新月),所有为市民担任管理人的代理人(无论是异邦人还是奴隶),都必须运出需要卖给异邦人的那部分物品,首先是粮食的十二分之一;异邦人则应在第一次集市上,购买满足整月需要的粮食及与粮食相关的物品。
δεκάτῃ δὲ τοῦ μηνὸς τὴν τῶν ὑγρῶν οἱ μὲν πρᾶσιν, οἱ δὲ ὠνὴν ποιείσθωσαν διʼ ὅλου τοῦ μηνὸς ἱκανήν· τρίτῃ δὲ εἰκάδι τῶν ζῴων ἔστω πρᾶσις, ὅσα πρατέα ἑκάστοις ἢ ὠνητέα αὐτοῖς δεομένοις, καὶ ὁπόσων σκευῶν ἢ χρημάτων γεωργοῖς μὲν πρᾶσις, οἷον δερμάτων ἢ καὶ πάσης ἐσθῆτος ἢ πλοκῆς ἢ πιλήσεως ἤ τινων ἄλλων τοιούτων, ξένοις δὲ ἀναγκαῖον ὠνεῖσθαι παρʼ ἄλλων κτωμένοις.
在每月的第十日,一方进行销售,另一方进行购买,置办足够维持整月的液体食物;在二十三日,应当进行牲畜的交易,即每个人因需要而必须出售或购买的牲畜,以及农夫要出售的各种器具或货物(如皮革、各种织造或毡制的衣服,或任何其他此类物品),这些是异邦人必须向他人购买以获取的。
καπηλείας δὲ τούτων ἢ κριθῶν ἢ πυρῶν εἰς ἄλφιτα νεμηθέντων, ἢ καὶ τὴν ἄλλην σύμπασαν τροφήν, ἀστοῖς μὲν καὶ τούτων δούλοις μήτε τις πωλείτω μήτε ὠνείσθω παρὰ τοιούτου μηδεὶς μηδενός, ἐν δὲ ταῖς τῶν ξένων ξένος ἀγοραῖς πωλείτω τοῖς δημιουργοῖς τε καὶ τούτων δούλοις, οἴνου τε μεταβαλλόμενος καὶ σίτου πρᾶσιν, ὃ δὴ καπηλείαν ἐπονομάζουσιν οἱ πλεῖστοι·
但是,关于这些物品、或磨成面粉的大麦与小麦、以及所有其他食物的零售(零售业),任何人不得向市民及其奴隶出售,市民及其奴隶也不得向此类零售商购买任何东西。 相反,在异邦人的市场中,异邦人应向工匠及其奴隶出售,进行酒和粮食的转手交易,这也就是大多数人所称的零售业。
καὶ ζῴων διαμερισθέντων μάγειροι διατιθέσθων ξένοις τε καὶ δημιουργοῖς καὶ τούτων οἰκέταις.
在牲畜被分割后,屠宰者(厨师)应当将其分销给异邦人、工匠及其家奴。
πᾶσαν δὲ ὕλην καύσιμον ὁσημέραι ξένος ὁ βουληθεὶς ὠνείσθω μὲν ἁθρόαν παρὰ τῶν ἐν τοῖς χωρίοις ἐπιτρόπων, πωλείτω δὲ αὐτὸς τοῖς ξένοις, καθʼ ὅσον ἂν βούληται καὶ ὁπόταν βούληται.
对于所有的薪柴,任何愿意购买的异邦人每日都应从各地区的管理人那里成批购买,然后由他自己卖给其他异邦人,随其所愿的数量和时间进行销售。
τῶν δὲ ἄλλων χρημάτων πάντων καὶ σκευῶν ὁπόσων ἑκάστοισι χρεία, πωλεῖν εἰς τὴν κοινὴν ἀγορὰν φέροντας εἰς τὸν τόπον ἕκαστον, ἐν οἷς ἂν νομοφύλακές τε καὶ ἀγορανόμοι, μετʼ ἀστυνόμων τεκμηράμενοι ἕδρας πρεπούσας, ὅρους θῶνται τῶν ὠνίων, ἐν τούτοις ἀλλάττεσθαι νόμισμά τε χρημάτων καὶ χρήματα νομίσματος, μὴ προϊέμενον ἄλλον ἑτέρῳ τὴν ἀλλαγήν·
至于每个人所需的其他所有财产和器具,他们必须将其带到公共市场,运到法律守护官和市场监督官与市容管理官共同确定的合适位置并设立了货物边界的各个区域,在这些区域里,人们应当进行货币与货物的交换,任何一方不得在未付款的情况下向另一方交付货物。
§8.850ΑΘ. ὁ δὲ προέμενος ὡς πιστεύων, ἐάντε κομίσηται καὶ ἂν μή, στεργέτω ὡς οὐκέτι δίκης οὔσης τῶν τοιούτων περὶ συναλλάξεων.
ΑΘ. 至于因信任而预先交付货物者,无论他是否能收回货款,都应当甘心承受,因为对于此类交易,法律不再受理诉讼。
τὸ δὲ ὠνηθὲν ἢ πραθὲν ὅσῳ πλέον ἂν ᾖ καὶ πλέονος ἢ κατὰ τὸν νόμον, ὃς εἴρηκεν πόσου προσγενομένου καὶ ἀπογενομένου δεῖ μηδέτερα τούτων ποιεῖν, ἀναγραφήτω τότʼ ἤδη παρὰ τοῖς νομοφύλαξιν τὸ πλέον, ἐξαλειφέσθω δὲ τὸ ἐναντίον.
买入或卖出的财产,其超出法律规定价值的数额(法律已规定了在何种增减幅度下不应进行这两类操作),应当随即向法律守护官登记这超出部分,相反的情况则予以注销。
τὰ αὐτὰ δὲ καὶ περὶ μετοίκων ἔστω τῆς ἀναγραφῆς πέρι τῆς οὐσίας.
关于在留异邦人(美托伊科伊)的财产登记,也应适用同样的规定。
ἰέναι δὲ τὸν βουλόμενον εἰς τὴν μετοίκησιν ἐπὶ ῥητοῖς, ὡς οἰκήσεως οὔσης τῶν ξένων τῷ βουλομένῳ καὶ δυναμένῳ κατοικεῖν, τέχνην κεκτημένῳ καὶ ἐπιδημοῦντι μὴ πλέον ἐτῶν εἴκοσιν ἀφʼ ἧς ἂν γράψηται, μετοίκιον μηδὲ σμικρὸν τελοῦντι πλὴν τοῦ σωφρονεῖν, μηδὲ ἄλλο αὖ τέλος ἕνεκά τινος ὠνῆς ἢ καὶ πράσεως·
凡愿意入籍在留者,应在特定条款下进行,因为城邦为那些愿意且有能力居住、拥有手艺且自登记之日起居住不超过二十年的异邦人提供住所。 他们除了保持节制之外,无需缴纳任何哪怕微小的在留税,也无需因任何买卖缴纳其他税款。
ὅταν δʼ ἐξήκωσιν οἱ χρόνοι, τὴν αὑτοῦ λαβόντα οὐσίαν ἀπιέναι.
当期限届满时,他应携带自己的财产离开。
ἐὰν δʼ ἐν τοῖς ἔτεσι τούτοις αὐτῷ συμβῇ λόγου ἀξίῳ πρὸς εὐεργεσίαν τῆς πόλεως γεγονέναι τινὰ ἱκανήν, καὶ πιστεύῃ πείσειν βουλὴν καὶ ἐκκλησίαν, ἤ τινα ἀναβολὴν τῆς ἐξοικήσεως ἀξιῶν αὑτῷ γίγνεσθαι κυρίως, ἢ καὶ τὸ παράπαν διὰ βίου τινὰ μονήν, ἐπελθὼν καὶ πείσας τὴν πόλιν, ἅπερ ἂν πείσῃ, ταῦτα αὐτῷ τέλεα γιγνέσθω.
如果在这些年份中,他恰好对城邦做出了值得称道的重要贡献,并且相信自己能说服评议会和公民大会,请求正式延长其迁出期限,或者甚至请求终身居留,那么在他前来并说服了城邦之后,凡是他所说服的,都应向他兑现。
παισὶ δὲ μετοίκων, δημιουργοῖς οὖσι καὶ γενομένοις ἐτῶν πεντεκαίδεκα, τῆς μὲν μετοικίας ἀρχέτω χρόνος ὁ μετὰ τὸ πέμπτον καὶ δέκατον ἔτος, ἐπὶ τούτοις δὲ εἴκοσιν ἔτη μείνας, ἴτω ὅπῃ αὐτῷ φίλον, μένειν δὲ ἂν βούληται, κατὰ τὰ αὐτὰ μενέτω πείσας·
在留异邦人的子女中,若是工匠且已年满十五岁,其在留期限应自十五岁之后开始计算,在此基础上居留二十年后,可去往他想去的地方;但若他愿意留下来,应在说服城邦后按同样的条款留下来。
ὁ δὲ ἀπιὼν ἐξαλειψάμενος ἴτω τὰς ἀπογραφάς, αἵτινες ἂν αὐτῷ παρὰ τοῖς ἄρχουσιν γεγραμμέναι πρότερον ὦσιν.
而离开的人应当在注销了此前在官吏处所做的登记后,方可离去。