§8.848ΑΘ. τὸ δὲ δωδέκατον μέρος ἕκαστον—οἷον πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα νεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ— τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις· τὸ δὲ τρίτον δημιουργοῖς τε καὶ πάντως τοῖς ξένοις, οἵ τέ τινες αὖ τῶν μετοικούντων ὦσι συνοικοῦντες τροφῆς ἀναγκαίου δεόμενοι, καὶ ὅσοι χρείᾳ τινὶ πόλεως ἤ τινος ἰδιωτῶν εἰσαφικνοῦνται ἑκάστοτε, πάντων τῶν ἀναγκαίων ἀπονεμηθὲν τρίτον μέρος ὤνιον ἐξ ἀνάγκης ἔστω τοῦτο μόνον, τῶν δὲ δύο μερῶν μηδὲν ἐπάναγκες ἔστω πωλεῖν.
ΑΘ. 每一个十二分之一的部分——例如小麦和大麦,所有其他分配的时令产物都必须依循它们,以及各地区所有可售卖的牲畜——都必须按照比例分为三份:一份给自由人,一份给他们的奴隶;第三份则给工匠以及所有的异邦人,包括在定居者中共同居住且需要必需食粮的人,以及因城邦或私人的某种需要而经常到来的所有人;在所有的必需品中,只有这分出的第三部分必须强制出售,而其他两部分则没有任何强制出售的义务。
πῶς οὖν δὴ ταῦτα ὀρθότατα νέμοιτʼ ἄν;
那么,这些东西究竟如何分配才最正确呢?
πρῶτον μὲν δῆλον ὅτι τῇ μὲν ἴσα, τῇ δʼ οὐκ ἴσα νέμομεν.
首先,显然我们在某方面实行平等分配,在另一方面则实行不平等分配。
ΚΛ. πῶς λέγεις;
ΚΛ. 你这是什么意思?
ΑΘ. χείρω που καὶ βελτίω τούτων ἕκαστα ἀνάγκη φύειν καὶ ἐκτρέφειν τὴν γῆν.
ΑΘ. 土地在生产和养育这些东西的每一种时,必然既有较差的,也有较好的。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 确实如此。
ΑΘ. τῷ μὲν τοίνυν τοιούτῳ τῶν μερῶν, τριῶν ὄντων, μηδὲν πλέον ἐχέτω μήτε τοῖς δεσπόταις ἢ δούλοις νεμόμενον, μήτε αὖ τὸ τῶν ξένων, ἀλλὰ τὴν τῆς ὁμοιότητος ἰσότητα ἡ νομὴ πᾶσιν ἀποδιδότω τὴν αὐτήν·
ΑΘ. 因此,在三份之中这样(优劣混杂)的部分,无论是分配给主人还是奴隶的,还是异邦人的那一份,都不应占有任何优势,分配应当向所有人提供相同的、基于相似性的平等。
λαβὼν ἕκαστος τῶν πολιτῶν τὰ δύο μέρη κύριος ἔστω τῆς νομῆς δούλοις τε καὶ ἐλευθέροις, ὁπόσʼ ἂν καὶ ὁποῖα βούληται διανέμειν.
每个公民在获得这两份之后,应有权决定向奴隶和自由人分配的数量和质量,随其所愿进行分发。
τὸ δὲ πλέον τούτων μέτροις τε καὶ ἀριθμῷ τῇδε χρὴ διανέμεσθαι· λαβόντα τὸν ἀριθμὸν πάντων τῶν ζῴων οἷς ἐκ τῆς γῆς δεῖ τὴν τροφὴν γίγνεσθαι, διανέμειν.
至于超出此范围的分配,则应通过计量和数量按以下方式分发:获取所有必须从土地中获得食粮的动物的总数,然后进行分配。
τὸ δὲ μετὰ τοῦτο αὐτοῖς οἰκήσεις δεῖ χωρὶς διατεταγμένας εἶναι· τάξις δὲ ἥδε πρέπει τοῖς τοιούτοις.
在此之后,他们必须有分别安置的住所,以下秩序适用于此类情况。
δώδεκα κώμας εἶναι χρή, κατὰ μέσον τὸ δωδεκατημόριον ἕκαστον μίαν, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ πρῶτον μὲν ἱερὰ καὶ ἀγορὰν ἐξῃρῆσθαι θεῶν τε καὶ τῶν ἑπομένων θεοῖς δαιμόνων, εἴτε τινὲς ἔντοποι Μαγνήτων εἴτʼ ἄλλων ἱδρύματα παλαιῶν μνήμῃ διασεσωμένων εἰσίν, τούτοις ἀποδιδόντας τὰς τῶν πάλαι τιμὰς ἀνθρώπων, Ἑστίας δὲ καὶ Διὸς Ἀθηνᾶς τε, καὶ ὃς ἂν ἀρχηγὸς ᾖ τῶν ἄλλων τοῦ δωδεκάτου ἑκάστου μέρους, ἱερὰ πανταχοῦ ἱδρύσασθαι.
应当有十二个村庄,每个十二分之一部分的中心设一个村庄,在每个村庄中,首先应当为神明以及追随神明的神灵(戴蒙)留出圣所和市场。 无论是当地磁州人(迈格尼西亚人)的圣所,还是通过记忆保存下来的其他古代人的设立物,都应向这些神明奉献古人的敬意,并在各处为赫斯提亚、宙斯、雅典娜以及作为其他每个十二分之一部分的主导者的神明建立圣所。
πρῶτον δὲ οἰκοδομίας εἶναι περὶ τὰ ἱερὰ ταῦτα, ὅπῃ ἂν ὁ τόπος ὑψηλότατος ᾖ, τοῖς φρουροῖς ὑποδοχὴν ὅτι μάλιστα εὐερκῆ·
首先,在这些圣所周围,在地势最高的地方,应当建造房屋,作为防卫队尽可能坚固的宿营地。
τὴν δὲ ἄλλην χώραν κατασκευάζειν πᾶσαν δημιουργῶν τριακαίδεκα μέρη διελομένους, καὶ τὸ μὲν ἐν ἄστει κατοικίζειν, διελομένους αὖ καὶ τοῦτο εἰς τὰ δώδεκα μέρη τῆς πόλεως ἁπάσης, ἔξω τε καὶ ἐν κύκλῳ κατανεμηθέντας, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ τὰ πρόσφορα γεωργοῖς γένη τῶν δημιουργῶν συνοικίζειν.
此外,应当通过将工匠分为十三个部分来规划其余的全部领土,将其中一个部分安置在市区,并将其再次细分为整个城邦的十二个区域,分布在城郊及四周,而在每个村庄中,应当将适合农夫的工匠类别安置在一起。
τοὺς δʼ ἐπιμελητὰς εἶναι τούτων πάντων τοὺς τῶν ἀγρονόμων ἄρχοντας, ὅσων τε καὶ ὧντινων ὁ τόπος ἕκαστος δεῖται, καὶ ὅπου κατοικοῦντες ἀλυπότατοί τε καὶ ὠφελιμώτατοι ἔσονται τοῖσιν γεωργοῖσι.
所有这些事务的监督官应当是地方官的各长官,他们要查明每个地方需要多少以及何种工匠,以及他们安置在何处才能对农夫造成的负担最小、帮助最大。