§8.845ΑΘ. ὃς δʼ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δʼ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ, τῷ μὴ κινεῖν ὅτι μὴ κατέθετο, ἐκείνως ἀεὶ ζημιούσθω·
ΑΘ. 任何人如果想要采摘现在被称为“优质的”葡萄或被称为“优质的”无花果,如果是从自己的土地上获取,他可以按照自己想要的方式和时间来享用;但如果是从别人的土地上获取而没有事先说服(征得同意)对方,那么,根据不能移动未曾放下之物的法律,他应当始终按照先前的方式受到惩罚。
ἐὰν δὲ δὴ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω.
如果一个奴隶在没有说服土地主人的情况下,碰了这些果物中的任何一种,那么他应当按他所碰的葡萄粒数或无花果数,被处以同等次数的鞭笞。
μέτοικος δὲ ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται, ἐὰν δὲ ξένος ἐπιδημήσας ὀπώρας ἐπιθυμῇ φαγεῖν διαπορευόμενος τὰς ὁδούς, τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, μεθʼ ἑνὸς ἀκολούθου χωρὶς τιμῆς, ξένια δεχόμενος, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τῶν τοιούτων ὁ νόμος εἰργέτω μὴ κοινωνεῖν ἡμῖν τοὺς ξένους·
至于居留外国人,如果他愿意,可以通过购买来采摘优质的秋果。 如果一个旅居的异邦人在沿路旅行时渴望吃秋果,如果他愿意,他可以和一名随从一起,无需付费地触碰并享用优质的果实,作为接受款待的礼物;但对于所谓的“野生”果实及此类之物,法律应当禁止异邦人与我们分享。
ἐὰν δέ τις ἀίστωρ ὢν αὐτὸς ἢ δοῦλος ἅψηται, τὸν μὲν δοῦλον πληγαῖς κολάζειν, τὸν δὲ ἐλεύθερον ἀποπέμπειν νουθετήσαντα καὶ διδάξαντα τῆς ἄλλης ὀπώρας ἅπτεσθαι τῆς εἰς ἀπόθεσιν ἀσταφίδος οἴνου τε καὶ ξηρῶν σύκων ἀνεπιτηδείου κεκτῆσθαι.
如果有人因为无知,无论是自由人还是奴隶,触碰了这些果实,对于奴隶应当用鞭笞来惩罚,而对于自由人则应当在予以警告和教导后打发他走,教导他去触碰其他那些不适合作为干葡萄、葡萄酒或干无花果来储存的秋果。
ἀπίων δὲ πέρι καὶ μήλων καὶ ῥοῶν καὶ πάντων τῶν τοιούτων, αἰσχρὸν μὲν μηδὲν ἔστω λάθρᾳ λαμβάνειν, ὁ δὲ ληφθεὶς ἐντὸς τριάκοντα ἐτῶν γεγονὼς τυπτέσθω καὶ ἀμυνέσθω ἄνευ τραυμάτων, δίκην δʼ εἶναι ἐλευθέρῳ τῶν τοιούτων πληγῶν μηδεμίαν.
至于梨、苹果、石榴以及所有此类之物,暗中拿取并不应当被视为是可耻的;但被当场抓获者如果未满三十岁,应当在不造成伤口的情况下被击打并驱逐,且自由人不得因这种击打提起任何诉讼。
ξένῳ δὲ καθάπερ ὀπώρας ἐξέστω καὶ τῶν τοιούτων μέτοχον εἶναι·
对于异邦人,就像对秋果一样,应当允许他们分享这些果实。
ἐὰν δὲ πρεσβύτερος ὢν ἅπτηται τούτων, φαγὼν αὐτοῦ καὶ ἀποφέρων μηδέν, καθάπερ ὁ ξένος ταύτῃ κοινωνείτω τῶν τοιούτων ἁπάντων, μὴ πειθόμενος δὲ τῷ νόμῳ κινδυνευέτω ἀναγώνιστος γίγνεσθαι περὶ ἀρετῆς, ἐὰν εἰς τότε τὰ τοιαῦτα περὶ αὐτοῦ τοὺς τότε κριτάς τις ἀναμιμνῄσκῃ.
但如果一个年龄较大的人触碰这些果实,只要他在当场吃掉且不带走任何东西,他就可以像异邦人一样分享所有这些果实;但不服从法律的人,将面临在美德评比中失去参赛资格的危险,如果在那个时候有人向当时的裁判官提起关于他的这些往事。
ὕδωρ δὲ πάντων μὲν τὸ περὶ τὰς κηπείας διαφερόντως τρόφιμον, εὐδιάφθαρτον δέ·
水在所有东西中是对园艺作物特别有营养的,但它极易受到污染。
οὔτε γὰρ γῆν οὔτε ἥλιον οὔτε πνεύματα, τοῖς ὕδασι σύντροφα τῶν ἐκ γῆς ἀναβλαστανόντων, ῥᾴδιον φθείρειν φαρμακεύσεσιν ἢ ἀποτροπαῖς ἢ καὶ κλοπαῖς, περὶ δὲ τὴν ὕδατος φύσιν ἐστὶν τὰ τοιαῦτα σύμπαντα δυνατὰ γίγνεσθαι·
因为,土壤、太阳或风这些与水一起培育大地萌芽之物的东西,并不容易通过下毒、拦截或偷盗来污染或破坏;然而,对于水的性质而言,所有这些事情都是可能发生的。
διὸ δὴ βοηθοῦ δεῖται νόμου. ἔστω τοίνυν ὅδε περὶ αὐτοῦ·
因此,水确实需要法律的协助。
ἄν τις διαφθείρῃ ἑκὼν ὕδωρ ἀλλότριον, εἴτε καὶ πηγαῖον εἴτε καὶ συναγυρτόν, φαρμακείαις ἢ σκάμμασιν ἢ κλοπαῖς, ὁ βλαπτόμενος δικαζέσθω πρὸς τοὺς ἀστυνόμους, τὴν ἀξίαν τῆς βλάβης ἀπογραφόμενος·
那么,关于水应当制定如下法律:如果有人故意通过下毒、挖掘或偷盗来破坏他人的水,无论是泉水还是积蓄的水,受损者应当向市容官提起诉讼,并登记损失的估价。
ἂν δέ τις ὄφλῃ φαρμακείαις τισὶν βλάπτων, πρὸς τῷ τιμήματι καθηράτω τὰς πηγὰς ἢ τἀγγεῖον τοῦ ὕδατος, ὅπῃπερ ἂν οἱ τῶν ἐξηγητῶν νόμοι ἀφηγῶνται δεῖν γίγνεσθαι τὴν κάθαρσιν ἑκάστοτε καὶ ἑκάστοις.
如果有人因某些下毒破坏行为而被判定有罪,除了赔偿金之外,他还应当按照神道阐释者的法律在每次以及对每个人所指示的净化方式,来净化泉水或蓄水池。