§8.839ΑΘ. καλῶς ὑπέλαβες· αὐτὸ γὰρ τοῦτο ἦν τὸ παρʼ ἐμοῦ λεχθέν, ὅτι τέχνην ἐγὼ πρὸς τοῦτον τὸν νόμον ἔχοιμι τοῦ κατὰ φύσιν χρῆσθαι τῇ τῆς παιδογονίας συνουσίᾳ, τοῦ μὲν ἄρρενος ἀπεχομένους, μὴ κτείνοντάς τε ἐκ προνοίας τὸ τῶν ἀνθρώπων γένος, μηδʼ εἰς πέτρας τε καὶ λίθους σπείροντας, οὗ μήποτε φύσιν τὴν αὑτοῦ ῥιζωθὲν λήψεται γόνιμον, ἀπεχομένους δὲ ἀρούρας θηλείας πάσης ἐν ᾗ μὴ βούλοιο ἄν σοι φύεσθαι τὸ σπαρέν.
ΑΘ. 你理解得很好;因为这正是我刚才所说的,即对于这一法律,我有一种技术,能够让生殖的交往符合自然地进行,也就是避开男性,不蓄意毁灭人类,也不在岩石和石块上播种,因为种子在那里一旦生根,决不可能获得其生育的本性,同时也要避开任何不希望播下的种子在那里生长的女性田地。
ὁ δὴ νόμος οὗτος διηνεκὴς μὲν γενόμενος ἅμα καὶ κρατήσας, καθάπερ νῦν περὶ τὰς τῶν γονέων συμμείξεις κρατεῖ, ἐὰν καὶ περὶ τὰς ἄλλας νικήσῃ δικαίως, μυρία ἀγαθὰ ἔχει.
这一法律如果能够持久并且同时盛行,正如现在关于父母交配的法所盛行的那样,如果它也能合理地战胜其他交尾,就将带来无数的好处。
κατὰ φύσιν μὲν γὰρ πρῶτον κεῖται, λύττης δὲ ἐρωτικῆς καὶ μανίας καὶ μοιχειῶν πασῶν καὶ πωμάτων καὶ σίτων εἴργεσθαι ποιεῖ τῶν ἀμέτρων πάντων, γυναιξί τε αὑτῶν οἰκείους εἶναι φίλους· ἄλλα τε πάμπολλα ἀγαθὰ γίγνοιτʼ ἄν, εἰ τοῦ νόμου τις τούτου δύναιτο ἐγκρατὴς εἶναι.
因为首先,它是按照自然确立的,并且它使人们戒除情欲的狂热、疯狂、一切通奸,以及一切无度的饮食,并使他们成为自己妻子的亲密朋友;如果有人能够遵守这一法律,还会产生许多其他好处。
τάχα δʼ ἂν ἡμῖν τις παραστὰς ἀνὴρ σφοδρὸς καὶ νέος, πολλοῦ σπέρματος μεστός, ἀκούων τιθεμένου τοῦ νόμου λοιδορήσειεν ἂν ὡς ἀνόητα καὶ ἀδύνατα τιθέντων νόμιμα, καὶ βοῆς πάντα ἐμπλήσειε·
但是,也许会有一个精力充沛、年轻、充满许多精子的男子站在我们身边,听到这一法律被制定时,就会辱骂我们,说我们制定了愚蠢且不可能的规矩,并且会大声喧哗。
πρὸς ἃ δὴ καὶ βλέψας ἐγὼ τοῦτο εἶπον τὸ ῥῆμα, ὥς τινα τέχνην κεκτῄμην, τῇ μὲν ῥᾴστην ἁπασῶν, τῇ δὲ χαλεπωτάτην, πρὸς τὸ τοῦτον τεθέντα ἐμμεῖναι τὸν νόμον.
正是由于看到了这些,我才说出了那句话,即我拥有一种技术,一方面是所有人中最容易的,但另一方面也是最困难的,以便使这一法律在确立后得以保持。
νοῆσαι μὲν γὰρ δὴ ῥᾷστον ὡς δυνατόν τέ ἐστιν καὶ ὅπῃ—φαμὲν γὰρ δὴ καθιερωθὲν τοῦτο ἱκανῶς τὸ νόμιμον πᾶσαν ψυχὴν δουλώσεσθαι καὶ παντάπασιν μετὰ φόβου ποιήσειν πείθεσθαι τοῖς τεθεῖσιν νόμοις—ἀλλὰ γὰρ εἰς τοῦτο προβέβηκε νῦν, ὥστʼ οὐδʼ ἂν τότε γενέσθαι δοκεῖ, καθάπερ τὸ τῶν συσσιτίων ἐπιτήδευμα ἀπιστεῖται μὴ δυνατὸν εἶναι δύνασθαι διὰ βίου πόλιν ὅλην ζῆν πράττουσαν τοῦτο, ἐλεγχθὲν δʼ ἔργῳ καὶ γενόμενον παρʼ ὑμῖν, ὅμως ἔτι τό γε γυναικῶν οὐδὲ ἐν ταῖς ὑμετέραις πόλεσιν δοκεῖ φύσιν ἔχειν γίγνεσθαι.
因为去理解它是可能的,以及它是如何可能的——因为我们说这一规矩一旦被充分神圣化,就会征服每一个灵魂,并使其带着恐惧完全服从所确立的法律——这是最容易的;但实际上,现在不信的程度已经到了如此地步,以至于当时甚至觉得是不可能发生的,正如人们不相信整个城邦有可能终生过着这种共同饮食的生活一样,然而,这已被事实所证明,并在你们那里实现了,但即便如此,妇女的共同饮食在你们的城邦中仍被认为不符合自然、不可能实现。
ταύτῃ δʼ αὖ, διὰ τὴν τῆς ἀπιστίας ῥώμην, εἴρηκα ἀμφότερα ταῦτα εἶναι παγχάλεπα μεῖναι κατὰ νόμον.
正是由于这种不信的强大力量,我才说这两件事作为法律要保持下去都是极其困难的。
ΜΕ. ὀρθῶς γε σὺ λέγων.
ΜΕ. 你说得确实很对。
ΑΘ. ὡς δʼ οὖν οὐκ ἔστιν ὑπὲρ ἄνθρωπον, οἷόν τε δὲ γενέσθαι, βούλεσθε ὑμῖν πειραθῶ τινα λόγον ἐχόμενον πιθανότητος εἰπεῖν τινος;
ΑΘ. 无论如何,既然它并非超出人类的能力,而是有可能发生的,你们是否希望我尝试向你们说明一个具有某种说服力的论点呢?
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 当然想听,怎么会不想呢?
ΑΘ. πότερον οὖν τις ἀφροδισίων ῥᾷον ἂν ἀπέχοιτο, καὶ τὸ ταχθὲν ἐθέλοι περὶ αὐτὰ μετρίως ποιεῖν, εὖ τὸ σῶμα ἔχων καὶ μὴ ἰδιωτικῶς, ἢ φαύλως;
ΑΘ. 那么,一个人要较容易地戒除性爱,并愿意在这方面克制有度,是在身体状况良好且经过专业训练的情况下,还是在身体状况糟糕且未受训练的情况下更容易呢?
ΚΛ. πολύ που μᾶλλον μὴ ἰδιωτικῶς.
ΚΛ. 显然是经过专业训练的人要容易得多。
§8.840ΑΘ. ἆρʼ οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον Ἴκκον ἀκοῇ διὰ τὸν Ὀλυμπίασί τε ἀγῶνα καὶ τούς γε ἄλλους;
ΑΘ. 难道我们没有听说过塔兰托的伊科斯吗,因为他在奥林匹亚以及其他地方的竞技?
ὧν διὰ φιλονικίαν, καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῇ ψυχῇ κεκτημένος, ὡς λόγος, οὔτε τινὸς πώποτε γυναικὸς ἥψατο οὐδʼ αὖ παιδὸς ἐν ὅλῃ τῇ τῆς ἀσκήσεως ἀκμῇ·
由于好胜心,并且在他的灵魂中拥有一项技术以及伴随着节制的勇气,正如传闻所言,他在训练的整个鼎盛时期从未接触过任何妇女,也从未接触过任何少年。
καὶ δὴ καὶ Κρίσωνα καὶ Ἀστύλον καὶ Διόπομπον καὶ ἄλλους παμπόλλους ὁ αὐτός που λόγος ἔχει.
而且,关于克里松、阿斯图洛斯、迪奥蓬波斯以及其他极多的人,也有同样的传闻。
καίτοι τῶν γʼ ἐμῶν καὶ σῶν πολιτῶν, ὦ Κλεινία, πολὺ κάκιον ἦσαν πεπαιδευμένοι τὰς ψυχάς, τὰ δὲ σώματα πολὺ μᾶλλον σφριγῶντες.
然而,克勒尼亚斯啊,在灵魂的教育方面,他们比我或你的公民们要差得多,但在身体的强壮方面则要充沛得多。
ΚΛ. ἀληθῆ ταῦτα λέγεις ὅτι σφόδρα ὑπὸ τῶν παλαιῶν ἐστιν εἰρημένα περὶ τούτων τῶν ἀθλητῶν ὡς ὄντως ποτὲ γενόμενα.
ΚΛ. 你说得对,古人们关于这些运动员的事情确实说得很强烈,表明这些是真实发生过的。
ΑΘ. τί οὖν;
ΑΘ. 那又怎样呢?
οἱ μὲν ἄρα νίκης ἕνεκα πάλης καὶ δρόμων καὶ τῶν τοιούτων ἐτόλμησαν ἀπέχεσθαι λεγομένου πράγματος ὑπὸ τῶν πολλῶν εὐδαίμονος, οἱ δὲ ἡμέτεροι παῖδες ἀδυνατήσουσι καρτερεῖν πολὺ καλλίονος ἕνεκα νίκης, ἣν ἡμεῖς καλλίστην ἐκ παίδων πρὸς αὐτοὺς λέγοντες ἐν μύθοις τε καὶ ἐν ῥήμασιν καὶ ἐν μέλεσιν ᾄδοντες, ὡς εἰκός, κηλήσομεν;
既然他们为了摔跤、赛跑以及此类竞技的胜利,敢于戒除被大众称为幸福的事情,难道我们的孩子们会无法为了一个美妙得多的胜利而坚持下去吗? 对于那项胜利,我们从他们童年起就通过神话、言辞和歌谣向他们讲述并歌唱,如理所当然地那样去感化他们。
ΚΛ. ποίας;
ΚΛ. 什么样的胜利?
ΑΘ. τῆς τῶν ἡδονῶν νίκης ἐγκρατεῖς ὄντας ἂν ζῆν εὐδαιμόνως, ἡττωμένους δὲ τοὐναντίον ἅπαν.
ΑΘ. 那就是战胜快乐的胜利,如果他们战胜了快乐,就会幸福地生活,但如果他们被打败,则恰恰相反。
πρὸς δὲ τούτοις ἔτι φόβος ὁ τοῦ μηδαμῇ μηδαμῶς ὅσιον αὐτὸ εἶναι δύναμιν ἡμῖν οὐκ ἄρα ἕξει κρατεῖν ὧν ἄλλοι κεκρατήκασι τούτων ὄντες χείρονες;
此外,这种绝对不神圣的恐惧,难道在我们身上就没有力量去制服那些比他们更差的人已经制服了的事情吗?
ΚΛ. εἰκὸς γοῦν.
ΚΛ. 确实很有可能。
ΑΘ. ἐπειδὴ τοίνυν ἐνταῦθά ἐσμεν τούτου τοῦ νομίμου πέρι, διὰ κάκην δὲ τὴν τῶν πολλῶν εἰς ἀπορίαν ἐπέσομεν, φημὶ τὸ μὲν ἡμέτερον νόμιμον ἀτεχνῶς δεῖν περὶ αὐτῶν τούτων πορεύεσθαι λέγον ὡς οὐ δεῖ χείρους ἡμῖν εἶναι τοὺς πολίτας ὀρνίθων καὶ ἄλλων θηρίων πολλῶν, οἳ κατὰ μεγάλας ἀγέλας γεννηθέντες, μέχρι μὲν παιδογονίας ἠίθεοι καὶ ἀκήρατοι γάμων τε ἁγνοὶ ζῶσιν, ὅταν δʼ εἰς τοῦτο ἡλικίας ἔλθωσι, συνδυασθέντες ἄρρην θηλείᾳ κατὰ χάριν καὶ θήλεια ἄρρενι, τὸν λοιπὸν χρόνον ὁσίως καὶ δικαίως ζῶσιν, ἐμμένοντες βεβαίως ταῖς πρώταις τῆς φιλίας ὁμολογίαις· δεῖν δὴ θηρίων γε αὐτοὺς ἀμείνους εἶναι.
ΑΘ. 既然我们在这个规矩上已经谈到了这一步,却因为大众的卑劣而陷入了困境,我认为我们的规矩应当直截了当地针对这些事情展开,指出我们的公民不应该比鸟类和许多其他野兽更差。 这些野兽成群结队地出生,在生育之前一直保持单身、无瑕、不结婚且贞洁地生活,而当它们达到这个年龄时,雄性与雌性、雌性与雄性相互契合,此后的日子里过着神圣且公正的生活,牢牢地遵守它们最初的友谊盟约;人类当然必须比野兽更好。
ἐὰν δʼ οὖν ὑπὸ τῶν ἄλλων Ἑλλήνων καὶ βαρβάρων τῶν πλείστων διαφθείρωνται, τὴν λεγομένην ἄτακτον Ἀφροδίτην ἐν αὐτοῖς ὁρῶντές τε καὶ ἀκούοντες μέγιστον δυναμένην, καὶ οὕτω δὴ μὴ δυνατοὶ γίγνωνται κατακρατεῖν, δεύτερον νόμον ἐπʼ αὐτοῖς μηχανᾶσθαι χρὴ τοὺς νομοφύλακας νομοθέτας γενομένους.
但是,如果他们受到其他希腊人和大多数蛮族的败坏,看到并听到所谓的无秩序的阿普罗狄忒在他们中间拥有最大的力量,因而变得无法自控,那么身为立法者的护法官们就必须为他们设计第二条法律。