Humanitext Reader

柏拉图 · 法律篇 §8.843-8.844

保护土地界石与邻地水利的农业法规

第 116 段,共 186 段 · 希腊语

内容简介

阿非那人确立了在边界之神宙斯法律下严格保护土地边界的规定,并对越界耕作、放牧、失火、水利以及秋季果实收割的调整方法与处罚做出了详细规定。

§8.843ΑΘ. Διὸς ὁρίου μὲν πρῶτος νόμος ὅδε εἰρήσθω· μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος, μήτε ὁμοτέρμονος ἐπʼ ἐσχατιᾶς κεκτημένος ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ τἀκίνητα κινεῖν ἀληθῶς τοῦτο εἶναι·
ΑΘ. 边界之神宙斯的法律首先应当这样宣布:任何人不得移动土地的边界,无论是同城公民邻里的边界,还是在边缘拥有土地并与另一个外邦邻里相邻的外邦人的边界,要认识到移动不可移动之物确实就是指这件事。
βουλέσθω δὲ πᾶς πέτρον ἐπιχειρῆσαι κινεῖν τὸν μέγιστον ἄλλον πλὴν ὅρον μᾶλλον ἢ σμικρὸν λίθον ὁρίζοντα φιλίαν τε καὶ ἔχθραν ἔνορκον παρὰ θεῶν.
任何人宁可尝试去移动任何其他哪怕是最大的岩石,也不要去移动一个界定由神明作证的友谊与仇恨的微小界石。
τοῦ μὲν γὰρ ὁμόφυλος Ζεὺς μάρτυς, τοῦ δὲ ξένιος, οἳ μετὰ πολέμων τῶν ἐχθίστων ἐγείρονται.
因为对于前者,族群之神宙斯是见证人;对于后者,好客之神宙斯是见证人,他们会伴随着最可憎的战争而觉醒。
καὶ ὁ μὲν πεισθεὶς τῷ νόμῳ ἀναίσθητος τῶν ἀπʼ αὐτοῦ κακῶν γίγνοιτʼ ἄν, καταφρονήσας δὲ διτταῖς δίκαις ἔνοχος ἔστω, μιᾷ μὲν παρὰ θεῶν καὶ πρώτῃ, δευτέρᾳ δὲ ὑπὸ νόμου.
顺从这一法律的人,将免受由此而来的祸害,但轻视它的人则应承担双重审判,第一且首要的是来自神明,第二是根据法律。
μηδεὶς γὰρ ἑκὼν κινείτω γῆς ὅρια γειτόνων· ὃς δʼ ἂν κινήσῃ, μηνυέτω μὲν ὁ βουλόμενος τοῖς γεωργοῖς, οἱ δὲ εἰς τὸ δικαστήριον ἀγόντων.
任何人都不得故意移动邻里的土地边界;若有人移动,任何愿意的人应当向农事官报告,他们则应将他带到法庭。
ἢν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ἀνάδαστον γῆν λάθρᾳ καὶ βίᾳ ποιοῦντος τοῦ ὄφλοντος, τιμάτω τὸ δικαστήριον ὅτι ἂν δέῃ πάσχειν ἢ ἀποτίνειν τὸν ἡττηθέντα.
如果有人在这样的诉讼中被判有罪,由于被判罪者是在通过隐秘和暴力试图重新分配土地,法庭应当裁定败诉者必须遭受何种惩罚或支付多少罚金。
τὸ δὲ μετὰ τοῦτο βλάβαι πολλαὶ καὶ σμικραὶ γειτόνων γιγνόμεναι, διὰ τὸ θαμίζειν ἔχθρας ὄγκον μέγαν ἐντίκτουσαι, χαλεπὴν καὶ σφόδρα πικρὰν γειτονίαν ἀπεργάζονται.
在此之后,邻里之间发生的许多细微损害,由于频繁发生,会孕育出巨大的仇恨,造成困难而极其恶劣的邻里关系。
διὸ χρὴ πάντως εὐλαβεῖσθαι γείτονα γείτονι μηδὲν ποιεῖν διάφορον, τῶν τε ἄλλων πέρι καὶ δὴ καὶ ἐπεργασίας συμπάσης σφόδρʼ ἀεὶ διευλαβούμενον·
因此,邻里之间必须完全防范做任何产生分歧的事情,对其他一切事情,尤其是对所有的越界耕作,始终要极其小心。
τὸ μὲν γὰρ βλάπτειν οὐδὲν χαλεπὸν ἀλλʼ ἀνθρώπου παντός, τὸ δʼ ἐπωφελεῖν οὐδαμῇ ἅπαντος.
因为造成损害并不困难,而是任何人都能做到的,但带来益处却绝非人人都能做到。
ὃς δʼ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτεισάτω τῷ βλαφθέντι·
越过边界耕作邻居土地的人,应当赔偿损失,同时由于他的无耻和卑劣,作为惩戒,他应当另行向受损者支付相当于损失两倍的罚金。
τούτων δὲ καὶ ἁπάντων τῶν τοιούτων ἐπιγνώμονές τε καὶ δικασταὶ καὶ τιμηταὶ γιγνέσθων ἀγρονόμοι, τῶν μὲν μειζόνων, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, πᾶσα ἡ τοῦ δωδεκατημορίου τάξις, τῶν ἐλαττόνων δὲ οἱ φρούραρχοι τούτων.
关于这些及所有此类事情,农事官应当成为评估人、裁判官和估价人。 对于其中较大的事项,正如前面所说,由十二分之一管区的全体机构负责;对于较小的事项,则由其哨所长负责。
καὶ ἐάν τις βοσκήματα ἐπινέμῃ, τὰς βλάβας ὁρῶντες κρινόντων καὶ τιμώντων.
若有人放牧牲畜,他们应当在视察损害后进行判决和估价。
καὶ ἐὰν ἐσμοὺς ἀλλοτρίους σφετερίζῃ τις τῇ τῶν μελιττῶν ἡδονῇ συνεπόμενος καὶ κατακρούων οὕτως οἰκειῶται, τινέτω τὴν βλάβην.
如果有人利用蜜蜂的喜好引诱并占有了他人的蜂群,从而据为己有,他应当赔偿损失。
καὶ ἐὰν πυρεύων τὴν ὕλην μὴ διευλαβηθῇ τῶν τοῦ γείτονος, τὴν δόξασαν ζημίαν τοῖς ἄρχουσι ζημιούσθω.
如果有人在烧柴火时没有小心防范邻居的财产,他应当被课以官长认为适当的罚款。
§8.844ΑΘ. καὶ ἐὰν φυτεύων μὴ ἀπολείπῃ τὸ μέτρον τῶν τοῦ γείτονος χωρίων, καθάπερ εἴρηται καὶ πολλοῖς νομοθέταις ἱκανῶς, ὧν τοῖς νόμοις χρὴ προσχρῆσθαι καὶ μὴ πάντα ἀξιοῦν, πολλὰ καὶ σμικρὰ καὶ τοῦ ἐπιτυχόντος νομοθέτου γιγνόμενα, τὸν μείζω πόλεως κοσμητὴν νομοθετεῖν·
ΑΘ. 同样,如果在种植时没有与邻居的土地保持规定的距离,正如许多立法者已经足够详细地规定过的那样,我们应当补充使用他们的法律,而不必认为城邦的更大规划者应该为所有这些由普通立法者制定的繁多而细微的事情立法。
ἐπεὶ καὶ τῶν ὑδάτων πέρι γεωργοῖσι παλαιοὶ καὶ καλοὶ νόμοι κείμενοι οὐκ ἄξιοι παροχετεύειν λόγοις, ἀλλʼ ὁ βουληθεὶς ἐπὶ τὸν αὑτοῦ τόπον ἄγειν ὕδωρ ἀγέτω μὲν ἀρχόμενος ἐκ τῶν κοινῶν ναμάτων, μὴ ὑποτέμνων πηγὰς φανερὰς ἰδιώτου μηδενός, ᾗ δʼ ἂν βούληται ἄγειν, πλὴν διʼ οἰκίας ἢ ἱερῶν τινων ἢ καὶ μνημάτων, ἀγέτω, μὴ βλάπτων πλὴν αὐτῆς τῆς ὀχεταγωγίας.
因为关于水利,对农夫而言已有古老而优良的法律存在,不值得用言辞去改动它们,而是任何想要将水引到自己土地上的人,应当从公共水源开始引水,不得截断任何私人的明显泉眼。 至于他想要引水通过的路径,除了穿过房屋、某些神殿或墓地之外,只要不对除水道建设本身以外的任何地方造成损害,他就可以引水。
ἀυδρία δὲ εἴ τισι τόποις σύμφυτος ἐκ γῆς τὰ ἐκ Διὸς ἰόντα ἀποστέγει νάματα, καὶ ἐλλείπει τῶν ἀναγκαίων πωμάτων, ὀρυττέτω μὲν ἐν τῷ αὑτοῦ χωρίῳ μέχρι τῆς κεραμίδος γῆς, ἐὰν δʼ ἐν τούτῳ τῷ βάθει μηδαμῶς ὕδατι προστυγχάνῃ, παρὰ τῶν γειτόνων ὑδρευέσθω μέχρι τοῦ ἀναγκαίου πώματος ἑκάστοις τῶν οἰκετῶν·
如果某些地方由于土地本身的性质而天然干燥,阻挡了从宙斯那里流出的水,且缺少必需的饮用水,他应当在自己的土地上挖掘直到粘土层。 如果在这一深度仍完全碰不到水,他应当从邻居那里汲水,直到满足每个仆人必需的饮水量。
ἐὰν δὲ διʼ ἀκριβείας ᾖ καὶ τοῖς γείτοσι, τάξιν τῆς ὑδρείας ταξάμενος παρὰ τοῖς ἀγρονόμοις, ταύτην ἡμέρας ἑκάστης κομιζόμενος, οὕτω κοινωνείτω τοῖς γείτοσιν ὕδατος.
如果邻居那里也同样匮乏,他应该在向农事官确定汲水的限额后,每天挑运这些水,如此与邻里分享水源。
ἐὰν δὲ ἐκ Διὸς ὕδατα γιγνόμενα, τὸν ἐπάνω γεωργοῦντα ἢ καὶ ὁμότοιχον οἰκοῦντα τῶν ὑποκάτω βλάπτῃ τις μὴ διδοὺς ἐκροήν, ἢ τοὐναντίον ὁ ἐπάνω μεθιεὶς εἰκῇ τὰ ῥεύματα βλάπτῃ τὸν κάτω, καὶ περὶ ταῦτα μὴ ἐθέλωσιν διὰ ταῦτα κοινωνεῖν ἀλλήλοις, ἐν ἄστει μὲν ἀστυνόμον, ἐν ἀγρῷ δὲ ἀγρονόμον ἐπάγων ὁ βουλόμενος ταξάσθω τί χρὴ ποιεῖν ἑκάτερον·
如果天降雨水时,在上方耕作或共用一墙居住的人,由于不给下方的人提供排水口而造成损害,或者相反,上方的人任意排放水流损害了下方的人,且他们因为这些事情而不愿彼此协作,那么任何愿意的人,在城市中应召集市容官,在农田里应召集农事官,让他们来规定双方各自该做什么。
ὁ δὲ μὴ ἐμμένων ἐν τῇ τάξει φθόνου θʼ ἅμα καὶ δυσκόλου ψυχῆς ὑπεχέτω δίκην, καὶ ὀφλὼν διπλάσιον τὸ βλάβος ἀποτινέτω τῷ βλαφθέντι, μὴ ἐθελήσας τοῖς ἄρχουσιν πείθεσθαι.
不服从规定的人,应当因嫉妒和执拗的心灵而接受审判,一旦被判定有罪,由于不愿服从官长,他必须向受损者支付相当于损失两倍的赔偿金。
ὀπώρας δὲ δὴ χρὴ κοινωνίαν ποιεῖσθαι πάντας τοιάνδε τινά. διττὰς ἡμῖν δωρεὰς ἡ θεὸς ἔχει χάριτος αὕτη, τὴν μὲν παιδιὰν Διονυσιάδα ἀθησαύριστον, τὴν δʼ εἰς ἀπόθεσιν γενομένην κατὰ φύσιν.
此外,所有人都应当对秋季果实的共享做出如下规定。
ἔστω δὴ περὶ ὀπώρας ὅδε νόμος ταχθείς·
这位女神向我们提供了两份恩惠:一份是无法保存的、作为狄奥尼索斯嬉戏的果实,另一份则是按照本性适于储藏的。
ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτʼ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν πεντήκοντα ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν ἑαυτοῦ δρέπῃ, ἐὰν δʼ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δʼ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς.
因此,关于秋果应当制定如下法律:任何人如果品尝了野生的秋果,无论是葡萄还是无花果,在与大角星共临的收割期到来之前,无论是在自己的土地上还是在别人的土地上,如果是从自己的土地上采摘,他应当向狄奥尼索斯交纳五十德拉克马的神圣罚金;如果是从邻里的土地上采摘,则交纳一米纳;如果是从其他人的土地上采摘,则交纳三分之二米纳。

词汇与语法注释

  1. 843aτὸ τἀκίνητα κινεῖν ἀληθῶς τοῦτο εἶναι — 带有不定式 `κινεῖν` 的短语 `τὸ τἀκίνητα κινεῖν` 指希腊谚语“移动不可移动之物”(触犯禁忌)。这里的结构表明,人们应当认识到,移动界石正是这一谚语所指的真正含义。
  2. 844τὸν μείζω πόλεως κοσμητὴν νομοθετεῖν — 属于隶属于主动词 `ἀξιοῦν`(不应认为)的“对格加不定式”结构的一部分。`τὸν μείζω πόλεως κοσμητήν` 作不定式 `νομοθετεῖν` 的逻辑主语(对格),结构意为“不应认为城邦的更大整序者(即立法者)应当为所有这些细琐的事情立法”。
  3. 844bτὰ ἐκ Διὸς ἰόντα ἀποστέγει νάματα — 动词 `ἀποστέγω` 通常意为“不漏出、防阻”,但在此处描述的是一种地质状况,即干燥的土地无法保留或蓄积天降的雨水(雨水流失或无法被有效吸收利用)。

引用这一段

柏拉图, 法律篇 §8.843-8.844. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.843-8.844

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。