§8.835ΑΘ.τότε καὶ τοὺς μουσικῆς ἀγῶνας χρὴ προσδοκᾶν κατὰ μέρος ἀγωνιεῖσθαι ταχθέντας ὑπό τε ἀθλοθετῶν καὶ τοῦ παιδευτοῦ τῶν νέων καὶ τῶν νομοφυλάκων, εἰς κοινὸν περὶ αὐτῶν τούτων συνελθόντων καὶ γενομένων νομοθετῶν αὐτῶν, τοῦ τε πότε καὶ τίνες καὶ μετὰ τίνων τοὺς ἀγῶνας ποιήσονται περὶ ἁπάντων χορῶν καὶ χορείας.
ΑΘ. 届时,我们也必须期待,在竞技裁判官、青少年教育监管者以及国法监护者共同召集、就这些事宜进行协商并成为其立法者之后,由他们规定何时、何人以及与何人一起举办关于所有合唱和舞步的竞技,在此安排下,音乐竞技也将依次举行。
οἷα δὲ ἕκαστα αὐτῶν εἶναι δεῖ κατὰ λόγον καὶ κατʼ ᾠδὰς καὶ καθʼ ἁρμονίας ῥυθμοῖς κραθείσας καὶ ὀρχήσεσι, πολλάκις εἴρηται τῷ πρώτῳ νομοθέτῃ, καθʼ ἃ τοὺς δευτέρους δεῖ μεταδιώκοντας νομοθετεῖν, καὶ τοὺς ἀγῶνας πρεπόντως ἑκάστοις θύμασιν ἐν χρόνοις προσήκουσι νείμαντας, ἑορτὰς ἀποδοῦναι τῇ πόλει ἑορτάζειν.
至于其中的每一项按照理性和歌唱,以及融合了节奏与舞蹈的调式应该如何,第一位立法者已经多次阐明。 第二位立法者必须遵循这些原则来进行立法,并在适当的时间将竞技妥善地分配给各次祭祀,从而为城邦提供可供庆祝的节日。
ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδʼ αὖ μετατιθέμενα ἔνθα ἢ ἔνθα μέγα τῇ πόλει κέρδος ἢ ζημίαν ἂν φέροι·
因此,这些事情以及其他类似的事情,既不难懂得应该以何种方式获得合法的秩序,而且即使被移来移去,也不会给城邦带来巨大的利益或损害。
ἃ δὲ μὴ σμικρὸν διαφέρει, πείθειν τε χαλεπόν, θεοῦ μὲν μάλιστα ἔργον, εἴ πως οἷόν τε ἦν ἐπιτάξεις αὐτὰς παρʼ ἐκείνου γίγνεσθαι, νῦν δὲ ἀνθρώπου τολμηροῦ κινδυνεύει δεῖσθαί τινος, ὃς παρρησίαν διαφερόντως τιμῶν ἐρεῖ τὰ δοκοῦντα ἄριστʼ εἶναι πόλει καὶ πολίταις, ἐν ψυχαῖς διεφθαρμέναις τὸ πρέπον καὶ ἑπόμενον πάσῃ τῇ πολιτείᾳ τάττων, ἐναντία λέγων ταῖς μεγίσταισιν ἐπιθυμίαις καὶ οὐκ ἔχων βοηθὸν ἄνθρωπον οὐδένα, λόγῳ ἑπόμενος μόνῳ μόνος.
然而,那些关系重大且难以说服人们的事物,如果能以某种方式直接来自神明的命令,那自然最是神明的工作;但在目前的情况下,这恐怕需要一个胆大的人,他极度珍视直言不讳的权利,将说出他认为对城邦和公民最有利的话,在已被败坏的心灵中规定适合并顺应整个政体秩序,说出违背最大欲望的话,且没有任何人相助,独自一人仅追随理性。
ΚΛ. τίνʼ αὖ νῦν, ὦ ξένε, λόγον λέγομεν;
ΚΛ. 异邦人,我们现在又在谈论什么论点?
οὐ γάρ πω μανθάνομεν.
因为我们还没弄明白。
ΑΘ. εἰκότως γε·
ΑΘ. 这很自然。
ἀλλὰ δὴ πειράσομαι ἐγὼ φράζειν ὑμῖν ἔτι σαφέστερον.
但我会尝试给你们解释得更清楚一些。
ὡς γὰρ εἰς παιδείαν ἦλθον τῷ λόγῳ, εἶδον νέους τε καὶ νέας ὁμιλοῦντας φιλοφρόνως ἀλλήλοις·
因为当我的论述谈到教育时,我看到青年男女友好地交往。
εἰσῆλθεν δή με, οἷον εἰκός, φοβηθῆναι, συννοήσαντα τί τις χρήσεται τῇ τοιαύτῃ πόλει ἐν ᾗ δὴ νέοι μὲν νέαι τε εὐτρεφεῖς εἰσί, πόνων δὲ σφοδρῶν καὶ ἀνελευθέρων, οἳ μάλιστα ὕβριν σβεννύασιν, ἀργοί, θυσίαι δὲ καὶ ἑορταὶ καὶ χοροὶ πᾶσιν μέλουσιν διὰ βίου.
因此,我很自然地产生了一种恐惧,考虑到人们该如何对待这样一个城邦:其中的青年男女都保养得很好,却不用从事那些最能平息傲慢的剧烈而卑贱的劳动,而且祭祀、节日和合唱终生都是所有人关注的事情。
τίνα δή ποτε τρόπον ἐν ταύτῃ τῇ πόλει ἀφέξονται τῶν πολλοὺς δὴ πολλὰ ἐπιθυμιῶν εἰς ἔσχατα βαλλουσῶν, ὧν ἂν ὁ λόγος προστάττῃ ἀπέχεσθαι, νόμος ἐπιχειρῶν γίγνεσθαι;
在这个城邦中,他们究竟以何种方式才能克制那些将许多人推向极端的诸多欲望? ——也就是当理性试图成为法律时,命令他们要克制的东西。
§8.836ΑΘ. καὶ τῶν μὲν πολλῶν οὐ θαυμαστὸν ἐπιθυμιῶν εἰ κρατοῖ τὰ πρόσθεν νόμιμα ταχθέντα—τὸ γὰρ μὴ πλουτεῖν τε ἐξεῖναι ὑπερβαλλόντως ἀγαθὸν πρὸς τὸ σωφρονεῖν οὐ σμικρόν, καὶ πᾶσα ἡ παιδεία μετρίους πρὸς τὰ τοιαῦτʼ εἴληφεν νόμους, καὶ πρὸς τούτοις ἡ τῶν ἀρχόντων ὄψις διηναγκασμένη μὴ ἀποβλέπειν ἄλλοσε, τηρεῖν δʼ ἀεί, τοὺς νέους τʼ αὐτούς, πρὸς μὲν τὰς ἄλλας ἐπιθυμίας, ὅσα γε ἀνθρώπινα, μέτρον ἔχει—τὰ δὲ δὴ τῶν ἐρώτων παίδων τε ἀρρένων καὶ θηλειῶν καὶ γυναικῶν ἀνδρῶν καὶ ἀνδρῶν γυναικῶν ὅθεν δὴ μυρία γέγονεν ἀνθρώποις ἰδίᾳ καὶ ὅλαις πόλεσιν, πῶς τις τοῦτο διευλαβοῖτʼ ἄν, καὶ τί τεμὼν φάρμακον τούτοις ἑκάστοις τοῦ τοιούτου κινδύνου διαφυγὴν εὑρήσει;
ΑΘ. 对于大多数欲望,如果先前制定的法规能够加以控制,这并不奇怪——因为不被允许过度富裕,对于节制来说是一件不小的善事,而且我们所有的教育都针对这些事物采用了适度的法律,此外还有管理者们的监视,他们被迫不看别处而必须始终看管,而年轻人自己对于其他人类范围内的欲望也有所节制。 然而,关于爱欲——对男童的爱欲,对女性的爱欲,以及女人与男人之间、男人与女人之间的爱欲,人类个人以及整个城邦确实由此产生过无数的灾难——人们该如何防范这一点,又该切出何种药剂来为这每一种情况寻找逃脱此类危险的生路呢?
πάντως οὐ ῥᾴδιον, ὦ Κλεινία.
克勒尼亚斯,这绝对不容易。
καὶ γὰρ οὖν πρὸς μὲν ἄλλα οὐκ ὀλίγα ἡ Κρήτη τε ἡμῖν ὅλη καὶ ἡ Λακεδαίμων βοήθειαν ἐπιεικῶς οὐ σμικρὰν συμβάλλονται τιθεῖσι νόμους ἀλλοίους τῶν πολλῶν τρόπων, περὶ δὲ τῶν ἐρώτων—αὐτοὶ γάρ ἐσμεν—ἐναντιοῦνται παντάπασιν.
因为在其他不少事情上,我们的整个克里特和拉刻代蒙通过制定与大众不同的法律,确实提供了相当大的帮助;但关于爱欲——因为现在只有我们自己人在场——他们却完全相反。
εἰ γάρ τις ἀκολουθῶν τῇ φύσει θήσει τὸν πρὸ τοῦ Λαΐου νόμον, λέγων ὡς ὀρθῶς εἶχεν τὸ τῶν ἀρρένων καὶ νέων μὴ κοινωνεῖν καθάπερ θηλειῶν πρὸς μεῖξιν ἀφροδισίων, μάρτυρα παραγόμενος τὴν τῶν θηρίων φύσιν καὶ δεικνὺς πρὸς τὰ τοιαῦτα οὐχ ἁπτόμενον ἄρρενα ἄρρενος διὰ τὸ μὴ φύσει τοῦτο εἶναι, τάχʼ ἂν χρῷτο πιθανῷ λόγῳ, καὶ ταῖς ὑμετέραις πόλεσιν οὐδαμῶς συμφωνοῖ.
因为如果有人顺应天性,确立赖乌斯时代以前的法律,声称男性与青年不应像与女性交往那样进行性交才是正确的,并引证野兽的天性作为证人,指出在这些事情上雄性不接触雄性,因为这不合乎自然,他或许会使用一种有说服力的论证,但这与你们的城邦完全不相合。
πρὸς δὲ τούτοις, ὃ διὰ παντός φαμεν δεῖν τὸν νομοθέτην τηρεῖν, τοῦτο ἐν τούτοις οὐχ ὁμολογεῖ.
此外,我们说立法者自始至终必须遵守的那条原则,在这些事情上并不符合。
ζητοῦμεν γὰρ ἀεὶ δὴ τί τῶν τιθεμένων πρὸς ἀρετὴν φέρει καὶ τί μή·
因为我们一直在探求,所制定的规章中哪些有助于德性,哪些没有。
φέρε δή, τοῦτο ἐὰν συγχωρῶμεν καλὸν ἢ μηδαμῶς αἰσχρὸν νομοθετεῖσθαι τὰ νῦν, τί μέρος ἡμῖν συμβάλλοιτʼ ἂν πρὸς ἀρετήν;
那么,如果我们现在赞同将这种行为立法规定为是高尚的,或者绝非可耻的,它又能在哪一方面对我们的德性有所贡献呢?
πότερον ἐν τῇ τοῦ πεισθέντος ψυχῇ γιγνόμενον ἐμφύσεται τὸ τῆς ἀνδρείας ἦθος, ἢ ἐν τῇ τοῦ πείσαντος τὸ τῆς σώφρονος ἰδέας γένος;
在被说服者的灵魂中,由于这种行为的发生,难道会植入勇敢的品格吗? 还是在说服者的灵魂中植入节制之美德?
ἢ ταῦτα μὲν οὐδεὶς ἂν πεισθείη ποτέ, μᾶλλον δὲ ἅπαν τούτου τοὐναντίον, τοῦ μὲν ταῖς ἡδοναῖς ὑπείκοντος καὶ καρτερεῖν οὐ δυναμένου ψέξει πᾶς τὴν μαλακίαν, τοῦ δʼ εἰς μίμησιν τοῦ θήλεος ἰόντος τὴν τῆς εἰκόνος ὁμοιότητα ἆρʼ οὐ μέμψεται;
或者,根本没有人会相信这些,反而完全相反——难道大家不会指责那屈服于享乐且无法自制之人的软弱,并非难那趋向于模仿女性者的形态相似性吗?
τίς οὖν ἀνθρώπων τοῦτο ὂν τοιοῦτον νομοθετήσει;
那么,在人类中,有谁会为这种性质的行为立法呢?
σχεδὸν οὐδείς, ἔχων γε ἐν τῷ νῷ νόμον ἀληθῆ.
只要他心中存有真正的法律,几乎没有人会这样做。
πῶς οὖν φαμεν ἀληθὲς τοῦτο εἶναι;
那么,我们怎么能说这是真理呢?