Humanitext Reader

柏拉图 · 法律篇 §8.834

战斗与赛马竞技的规则及体育立法结语

第 111 段,共 186 段 · 希腊语

内容简介

雅典来客讨论了重装与轻装步兵格斗规则的制定,以及适合克里特地理环境的赛马竞技规定,宣告体育竞技立法的结束,并开始引入音乐竞技的整顿。

§8.834ΑΘ.ἃ δὲ τὸν μὴ παθόντα ἢ ποιήσαντα δεῖ νικᾶν καὶ εἰς ὁπόσα, καθάπερ νῦν ἐν τῇ πάλῃ διενομοθετήσαντο οἱ περὶ τὴν πάλην αὐτὴν τί τοῦ καλῶς παλαίοντος ἔργον καὶ μὴ καλῶς, ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους συννομοθετεῖν κελεύειν τίς νικᾶν ἄρα δίκαιος περὶ ταύτας αὖ τὰς μάχας, ὅτι μὴ παθὼν ἢ δράσας, καὶ τὸν ἡττώμενον ὡσαύτως ἥτις διακρίνει τάξις.
ΑΘ. 至于那些没有遭受或做出违规行为的人应该在哪些方面获胜以及获胜多少次,正如现在在摔角中,那些从事摔角活动本身的人已经制定了法律,规定什么是优秀摔角手的工作,什么不是,同样地,我们也必须召集武器格斗的顶尖专家,命令他们共同制定法律,规定在这些战斗中,谁由于没有遭受或做出任何违规行为而理应获胜,以及同样有什么规则来判定失败者。
ταὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα τῶν μέχρι γάμου.
关于出嫁前的女性,也应当制定同样的法律。
πελταστικὴν δὲ ὅλην ἀντιστήσαντας δεῖ τῇ τοῦ παγκρατίου μάχῃ, τόξοις καὶ πέλταις καὶ ἀκοντίοις καὶ λίθῳ ἐκ χειρός τε καὶ σφενδόναις ἁμιλλωμένων, διαθεμένους αὖ περὶ τούτων νόμους, τῷ κάλλιστα ἀποδιδόντι τὰ περὶ ταῦτα νόμιμα τὰ γέρα καὶ τὰς νίκας διανέμειν.
我们必须设立整个轻装步兵格斗,以作为全能格斗的对应项目,让他们用弓箭、轻盾、标枪、手掷石块和投石器进行竞争,并对这些项目重新制定法律,将奖品和胜利分给最完美地履行这些法规的人。
τὸ δὲ μετὰ ταῦτα ἵππων δὴ περὶ ἀγῶνος γίγνοιτο ἑξῆς ἂν νομοθετούμενα·
而在这之后,接下来的立法应当是关于赛马的。
ἵππων δὲ ἡμῖν χρεία μὲν οὔτε τις πολλῶν οὔτε πολλή, κατά γε δὴ Κρήτην, ὥστε ἀναγκαῖον καὶ τὰς σπουδὰς ἐλάττους γίγνεσθαι τάς τε ἐν τῇ τροφῇ καὶ τὰς περὶ ἀγωνίαν αὐτῶν.
但是,至少在克里特,我们并不需要很多马匹。 因此,无论是马匹的饲养还是竞技方面的投入,都必然会相应减少。
ἅρματος μὲν οὖν καὶ τὸ παράπαν οὔτε τις τροφεὺς ἡμῖν ἐστιν οὔτε τις φιλοτιμία πρὸς ταῦτα οὐδενὶ γίγνοιτʼ ἂν λόγον ἔχουσα, ὥστε τούτου μὲν ἀγωνιστάς, οὐκ ἐπιχώριον, ἔσται τιθέντας νοῦν μήτε ἔχειν μήτε δοκεῖν κεκτῆσθαι·
因此,对于战车,我们完全没有饲养者,任何人对这些事物也不会产生任何合理的虚荣心,因此,如果设立这项非本土的竞技项目,就意味着我们既没有、也不像是有理智的人。
μονίπποις δὲ ἆθλα τιθέντες, πώλοις τε ἀβόλοις καὶ τελείων τε καὶ ἀβόλων τοῖς μέσοις καὶ αὐτοῖς δὴ τοῖς τέλος ἔχουσι, κατὰ φύσιν τῆς χώρας ἂν τὴν ἱππικὴν παιδιὰν ἀποδιδοῖμεν.
相反,如果我们为单骑设立奖项——包括尚未换牙的幼马、幼马和成马之间的中介马以及成马本身,我们就能根据这片土地的自然特性开展骑马游戏。
ἔστω δὴ τούτων τε αὐτῶν κατὰ νόμον ἅμιλλά τε καὶ φιλονικία, φυλάρχοις τε καὶ ἱππάρχοις δεδομένη κοινὴ κρίσις ἁπάντων τῶν τε δρόμων αὐτῶν καὶ τῶν καταβαινόντων μεθʼ ὅπλων·
让这些活动本身依法进行竞争和角逐,并把关于所有赛跑以及携带武器参赛者的共同评判权授予部落骑兵长和骑兵长官。
ψιλοῖς δὲ ὅπλων οὔτʼ ἐν τοῖς γυμνικοῖς οὔτε ἐνταῦθα τιθέντες ἀγωνίας ὀρθῶς ἂν νομοθετοῖμεν.
无论是在体育竞技中还是在这里,如果不为未携武器者设立比赛,我们就是进行了正确的立法。
τοξότης δὲ ἀφʼ ἵππων Κρὴς οὐκ ἄχρηστος, οὐδʼ ἀκοντιστής, ὥστε ἔστω καὶ τούτων παιδιᾶς χάριν ἔρις τε καὶ ἀγωνία.
在马背上射箭的克里特人并非无用,骑马掷标枪者也是如此,因此,为了游戏的缘故,让这些项目也进行竞争和角逐吧。
θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.
至于女性,不值得用法律和命令强迫她们参与这些活动;但如果因为之前的训练已经习以为常,她们的天性能够接受且少女或处女们并不排斥参与,那就应当允许,而不应加以指责。
ἀγωνία δὴ νῦν ἤδη καὶ μάθησις γυμναστικῆς, ὅσα τε ἐν ἀγῶσιν καὶ ὅσα καθʼ ἡμέραν ἐν διδασκάλων ἐκπονούμεθα, πάντως ἤδη πέρας ἔχει.
如今,体育竞技的竞争与学习,无论是在比赛中还是我们每天在教师指导下所做的练习,都已经完全结束了。
καὶ δὴ καὶ μουσικῆς τὰ μὲν πλεῖστα ὡσαύτως διαπεπέρανται, τὰ δὲ ῥαψῳδῶν καὶ τῶν τούτοις ἑπομένων, καὶ ὅσαι ἐν ἑορταῖς ἅμιλλαι χορῶν ἀναγκαῖαι γίγνεσθαι, ταχθέντων τοῖς θεοῖς τε καὶ τοῖς μετὰ θεῶν μηνῶν καὶ ἡμερῶν καὶ ἐνιαυτῶν, κοσμηθήσονται τότε, εἴτε τριετηρίδες εἴτε αὖ καὶ διὰ πέμπτων ἐτῶν, εἴθʼ ὅπῃ καὶ ὅπως ἔννοιαν διδόντων τῶν θεῶν τάξεως πέρι διανεμηθῶσιν·
而且,音乐的大部分内容也同样已经完成;但是关于吟诵诗人及其后续活动,以及在节日中必然要进行的合唱队竞争,将在月份、日期和年份被分配给神明及随侍神明的神圣存在时得到整顿。 无论是三年一度,还是每五年一次,或者以任何神明所启示的方式和形态来分配秩序,届时都将进行整顿。

词汇与语法注释

  1. 834aἃ δὲ τὸν μὴ παθόντα ἢ ποιήσαντα δεῖ νικᾶν καὶ εἰς ὁπόσα — 关系代名词 ἃ 充当关系宾格,意为“至于那些……的事情”,在句法上略微独立。`τὸν μὴ παθόντα ἢ ποιήσαντα` 限制性地指代“既未遭受也未做出(违规行为)的竞争者”。
  2. 834bἔσται τιθέντας — 这是一个由将来时动词 `ἔσται`(非人称地表示“将会是”)与带条件意味的现在分词 `τιθέντας` 构成的迂言表达,充当条件句的结句,意为“如果设立(此类竞技),我们将被视为毫无理智”。
  3. 834dθήλειας δὲ περὶ τούτων — 宾格名词 `θήλειας`(女性们)在此充当不定式 `βιάζεσθαι` 的逻辑主语(宾格不定式构型),由于置于句首,同时也起到了悬空宾格(表示“关于女性”)的作用。

引用这一段

柏拉图, 法律篇 §8.834. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:8.834

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。