§7.821ΚΛ. τὸ ποῖον δή;
ΚΛ. 究竟是什么样的事?
ΑΘ. τὸν μέγιστον θεὸν καὶ ὅλον τὸν κόσμον φαμὲν οὔτε ζητεῖν δεῖν οὔτε πολυπραγμονεῖν τὰς αἰτίας ἐρευνῶντας—οὐ γὰρ οὐδʼ ὅσιον εἶναι—τὸ δὲ ἔοικεν πᾶν τούτου τοὐναντίον γιγνόμενον ὀρθῶς ἂν γίγνεσθαι.
ΑΘ. 我们说,对于最伟大的神以及整个宇宙,我们既不该去寻找,也不该多事去探求其原因——因为这甚至是不敬神的——但在实际看来,发生与此完全相反的事情才是正确的。
ΚΛ. πῶς εἶπες;
ΚΛ. 你这是怎么说?
ΑΘ. παράδοξον μὲν τὸ λεγόμενον, καὶ οὐκ ἂν πρεσβύταις τις οἰηθείη πρέπειν· τὸ δὲ ἐπειδάν τίς τι καλόν τε οἰηθῇ καὶ ἀληθὲς μάθημα εἶναι καὶ πόλει συμφέρον καὶ τῷ θεῷ παντάπασι φίλον, οὐδενὶ δὴ τρόπῳ δυνατόν ἐστιν ἔτι μὴ φράζειν.
ΑΘ. 所说的事情确实违背常理,没有人会认为这适合老年人;但是,当有人认为某项学习科目既美好又真实,对城邦有益,且对神来说也是完全讨喜的时候,他就无论如何也无法再保持缄默不语了。
ΚΛ. εἰκότα λέγεις· ἀλλʼ ἄστρων πέρι μάθημα τί τοιοῦτον ἀνευρήσομεν;
ΚΛ. 你说得通情达理;但关于星体,我们将能发现什么这样类似的学科呢?
ΑΘ. ὦ ἀγαθοί, καταψευδόμεθα νῦν ὡς ἔπος εἰπεῖν Ἕλληνες πάντες μεγάλων θεῶν, Ἡλίου τε ἅμα καὶ Σελήνης.
ΑΘ. 诸位啊,可以说,我们现在所有的希腊人都在诬蔑伟大的神明,即太阳和月亮。
ΚΛ. τὸ ποῖον δὴ ψεῦδος;
ΚΛ. 究竟是什么样的谎言?
ΑΘ. φαμὲν αὐτὰ οὐδέποτε τὴν αὐτὴν ὁδὸν ἰέναι, καὶ ἄλλʼ ἄττα ἄστρα μετὰ τούτων, ἐπονομάζοντες πλανητὰ αὐτά.
ΑΘ. 我们说它们绝不走同一条路,以及其他一些与它们在一起的星体也是如此,并将它们称为“迷途者”。
ΚΛ. νὴ τὸν Δία, ὦ ξένε, ἀληθὲς τοῦτο λέγεις· ἐν γὰρ δὴ τῷ βίῳ πολλάκις ἑώρακα καὶ αὐτὸς τόν τε Ἑωσφόρον καὶ τὸν Ἕσπερον καὶ ἄλλους τινὰς οὐδέποτε ἰόντας εἰς τὸν αὐτὸν δρόμον ἀλλὰ πάντῃ πλανωμένους, τὸν δὲ ἥλιόν που καὶ σελήνην δρῶντας ταῦθʼ ἃ ἀεὶ πάντες συνεπιστάμεθα.
ΚΛ. 凭宙斯起誓,外邦人啊,你说的这话确实是真的;因为在我的一生中,我自己也经常看到启明星和长庚星,以及其他一些星体,绝不走相同的轨道,而是四处游荡,而太阳和月亮想必也做着我们大家都熟知的那些事情。
ΑΘ. ταῦτʼ ἔστι τοίνυν, ὦ Μέγιλλέ τε καὶ Κλεινία, νῦν ἃ δή φημι δεῖν περὶ θεῶν τῶν κατʼ οὐρανὸν τούς γε ἡμετέρους πολίτας τε καὶ τοὺς νέους τὸ μέχρι τοσούτου μαθεῖν περὶ ἁπάντων τούτων, μέχρι τοῦ μὴ βλασφημεῖν περὶ αὐτά, εὐφημεῖν δὲ ἀεὶ θύοντάς τε καὶ ἐν εὐχαῖς εὐχομένους εὐσεβῶς.
ΑΘ. 梅吉鲁和克里尼亚啊,这正是我现在主张我们的公民和年轻人在关于天上的神明时,就所有这些事情应该学习到的程度,即至少做到不对它们说不敬的话,而是在献祭和祈祷中虔诚地始终用吉利的话语祈求。
ΚΛ. τοῦτο μὲν ὀρθόν, εἴ γε πρῶτον μὲν δυνατόν ἐστιν ὃ λέγεις μαθεῖν· εἶτα, εἰ μὴ λέγομέν τι περὶ αὐτῶν ὀρθῶς νῦν, μαθόντες δὲ λέξομεν, συγχωρῶ κἀγὼ τό γε τοσοῦτον καὶ τοιοῦτον ὂν μαθητέον εἶναι.
ΚΛ. 这是正确的,如果首先你所说的是可以学到的;其次,如果我们现在对它们的说法不对,而学了之后就能说对的话,我也同意,既然是如此分量和如此性质的内容,就是应当学习的。
ταῦτʼ οὖν ὡς ἔχοντά ἐσθʼ οὕτω, πειρῶ σὺ μὲν ἐξηγεῖσθαι πάντως, ἡμεῖς δὲ συνέπεσθαί σοι μανθάνοντες.
那么,就假定这些事情确实如此,请你务必试着加以说明,我们则会一边学习一边跟随着你。
ΑΘ. ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον ὃ λέγω μαθεῖν, οὐδʼ αὖ παντάπασι χαλεπόν, οὐδέ γέ τινος χρόνου παμπόλλου.
ΑΘ. 不过,要学到我所说的事情并不容易,但另一方面也并非完全困难,也并不需要极长的时间。
τεκμήριον δέ· ἐγὼ τούτων οὔτε νέος οὔτε πάλαι ἀκηκοὼς σφῷν ἂν νῦν οὐκ ἐν πολλῷ χρόνῳ δηλῶσαι δυναίμην.
这就是证据:我既不是年轻时听闻这些,也不是在很久以前听到的,但我现在用不了多久就能向你们两位阐明。
καίτοι χαλεπά γε ὄντα οὐκ ἄν ποτε οἷός τʼ ἦν δηλοῦν τηλικούτοις οὖσι τηλικοῦτος.
然而,如果这些事情真的很困难,像我这样年纪的人,决不可能向你们这样年纪的人阐明它们。
§7.822ΚΛ. ἀληθῆ λέγεις.
ΚΛ. 你说得对。
ἀλλὰ τί καὶ φῂς τοῦτο τὸ μάθημα ὃ θαυμαστὸν μὲν λέγεις, προσῆκον δʼ αὖ μαθεῖν τοῖς νέοις, οὐ γιγνώσκειν δὲ ἡμᾶς;
但是,你既然说这门学科既奇妙,又适合年轻人学习,而我们却一无所知,那么它究竟是什么?
πειρῶ περὶ αὐτοῦ τό γε τοσοῦτον φράζειν ὡς σαφέστατα.
请试着把关于它的这些事情,尽可能清楚地告诉我们。
ΑΘ. πειρατέον.
ΑΘ. 我应该试一试。
οὐ γάρ ἐστι τοῦτο, ὦ ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτου—τὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενον—τὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δʼ ἐναντίον ἐναντίως.
最优秀的人啊,关于月亮、太阳和其它星体的那种认为它们确实在“游荡”的观点是不正确的,事情恰恰与此相反——因为它们中的每一个,其实都在圆周上始终走着同一条、而不是许多条,只有一条轨道,只是看起来像是走着许多条轨道而已。 而且,它们之中最快的那一个,又被错误地认为是最慢的,而相反的被相反地看待。
ταῦτʼ οὖν εἰ πέφυκεν μὲν οὕτως, ἡμεῖς δὲ μὴ ταύτῃ δόξομεν, εἰ μὲν ἐν Ὀλυμπίᾳ θεόντων ἵππων οὕτως ἢ δολιχοδρόμων ἀνδρῶν διενοούμεθα πέρι, καὶ προσηγορεύομεν τὸν τάχιστον μὲν ὡς βραδύτατον, τὸν δὲ βραδύτατον ὡς τάχιστον, ἐγκώμιά τε ποιοῦντες ᾔδομεν τὸν ἡττώμενον νενικηκότα, οὔτε ὀρθῶς ἂν οὔτʼ οἶμαι προσφιλῶς τοῖς δρομεῦσιν ἡμᾶς ἂν τὰ ἐγκώμια προσάπτειν ἀνθρώποις οὖσιν·
因此,如果这些事情在本性上就是如此,而我们却不这样认为,假设我们在奥林匹亚对奔驰的骏马或跑长跑的人也是这样看待的,把最快的称作最慢的,把最慢的称作最快的,并且制作颂歌去歌颂输了的人为胜利者,我想我们所献上的赞颂既不正确,也不会受到那些跑者的欢迎,即便他们只是普通人。
νῦν δὲ δὴ περὶ θεοὺς τὰ αὐτὰ ταῦτα ἐξαμαρτανόντων ἡμῶν, ἆρʼ οὐκ οἰόμεθα ὃ γελοῖόν τε καὶ οὐκ ὀρθὸν ἐκεῖ γιγνόμενον ἦν ἂν τότε, νῦν ἐνταυθοῖ καὶ ἐν τούτοισι γίγνεσθαι γελοῖον μὲν οὐδαμῶς, οὐ μὴν οὐδὲ θεοφιλές γε, ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων.
而现在,由于我们对神明犯下了这完全相同的错误,难道我们不认为,当时在那种情况下发生的既可笑又不正确的事情,现在在此时此地、并在这些事情上发生时,绝非仅仅是可笑,也绝不讨神喜欢,因为我们是在对神明传唱虚假的谣言吗?
ΚΛ. ἀληθέστατα, εἴπερ γε οὕτω ταῦτʼ ἐστίν.
ΚΛ. 确实最真实不过,如果这些事情真的是这样。
ΑΘ. οὐκοῦν ἂν μὲν δείξωμεν οὕτω ταῦτʼ ἔχοντα, μαθητέα μέχρι γε τούτου τὰ τοιαῦτα πάντα, μὴ δειχθέντων δὲ ἐατέον;
ΑΘ. 那么,如果我们能证明这些事情确实如此,所有这些事情是否都应当学习到这一程度,而如果证明不了,就应当予以搁置?
καὶ ταῦτα ἡμῖν οὕτω συγκείσθω;
这在我们会谈中就这样定下来吗?
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. 完全赞同。
ΑΘ. ἤδη τοίνυν χρὴ φάναι τέλος ἔχειν τά γε παιδείας μαθημάτων πέρι νόμιμα· περὶ δὲ θήρας ὡσαύτως διανοηθῆναι χρὴ καὶ περὶ ἁπάντων ὁπόσα τοιαῦτα.
ΑΘ. 那么,我们现在应当说,关于教育之学习科目的法律规定已经完成了;而关于狩猎,以及所有其它此类活动,我们也应该同样地来考虑。
κινδυνεύει γὰρ δὴ νομοθέτῃ τὸ προσταττόμενον ἐπὶ μεῖζον εἶναι τοῦ νόμους θέντα ἀπηλλάχθαι, ἕτερον δέ τι πρὸς τοῖς νόμοις εἶναι μεταξύ τι νουθετήσεώς τε πεφυκὸς ἅμα καὶ νόμων, ὃ δὴ πολλάκις ἡμῶν ἐμπέπτωκεν τοῖς λόγοις, οἷον περὶ τὴν τῶν σφόδρα νέων παίδων τροφήν·
因为,对立法者来说,被赋予的任务往往大于仅仅制定法律就完事了,在法律之外,还存在着另一种在本性上介于劝诫和法律之间的事情,而这正是常常出现在我们讨论中的内容,例如关于极年幼孩子的抚养问题。
οὐ γὰρ ἄρρητά φαμεν εἶναι, λέγοντές τε αὐτά, ὡς νόμους οἴεσθαι τιθεμένους εἶναι πολλῆς ἀνοίας γέμειν.
因为我们并不是说这些是不该说的事情,而是在说起它们时,若把它们当成既定的法律,则是充满了极大的愚蠢。
γεγραμμένων δὴ ταύτῃ τῶν νόμων τε καὶ ὅλης τῆς πολιτείας, οὐ τέλεος ὁ τοῦ διαφέροντος πολίτου πρὸς ἀρετὴν γίγνεται ἔπαινος, ὅταν αὐτόν τις φῇ τὸν ὑπηρετήσαντα τοῖς νόμοις ἄριστα καὶ πειθόμενον μάλιστα, τοῦτον εἶναι τὸν ἀγαθόν·
在法律和整个政体以这种方式被写下来之后,当有人说那个最能服务于法律、最服从法律的人就是善人时,对于在美德上杰出的市民的赞美还没有达到圆满。