§7.817ΑΘ. ὅσα μὲν οὖν περὶ γέλωτά ἐστιν παίγνια, ἃ δὴ κωμῳδίαν πάντες λέγομεν, οὕτως τῷ νόμῳ καὶ λόγῳ κείσθω·
ΑΘ.:因此,关于笑的所有嬉戏,也就是我们大家都称之为喜剧的那些,在法律和言论中就让我们这样规定吧。
τῶν δὲ σπουδαίων, ὥς φασι, τῶν περὶ τραγῳδίαν ἡμῖν ποιητῶν, ἐάν ποτέ τινες αὐτῶν ἡμᾶς ἐλθόντες ἐπανερωτήσωσιν οὑτωσί πως· ὦ ξένοι, πότερον φοιτῶμεν ὑμῖν εἰς τὴν πόλιν τε καὶ χώραν ἢ μή, καὶ τὴν ποίησιν φέρωμέν τε καὶ ἄγωμεν, ἢ πῶς ὑμῖν δέδοκται περὶ τὰ τοιαῦτα δρᾶν;
但是,关于那些被人们称为严肃的诗人,即我们城邦中关于悲剧的诗人,如果他们有一天来到我们这里,像这样向我们追问:“外邦人啊,我们是应该到你们的城邦和国土来呢,还是不来? 我们应该带来并演出我们的诗作吗? 或者你们对于此类事情的决定是怎样的?
— τί οὖν ἂν πρὸς ταῦτα ὀρθῶς ἀποκριναίμεθα τοῖς θείοις ἀνδράσιν; ἐμοὶ μὲν γὰρ δοκεῖ τάδε·
”——那么,对于这些神圣的人们,我们怎样回答才是正确的呢?
ὦ ἄριστοι,
φάναι,
τῶν ξένων, ἡμεῖς ἐσμὲν τραγῳδίας αὐτοὶ ποιηταὶ κατὰ δύναμιν ὅτι καλλίστης ἅμα καὶ ἀρίστης·
在我看来是这样的:我们应该说,“最优秀的外邦人啊,我们自己就是悲剧的诗人,在我们能力所及的范围内,创作着最美丽也最优秀的悲剧。
πᾶσα οὖν ἡμῖν ἡ πολιτεία συνέστηκε μίμησις τοῦ καλλίστου καὶ ἀρίστου βίου, ὃ δή φαμεν ἡμεῖς γε ὄντως εἶναι τραγῳδίαν τὴν ἀληθεστάτην.
因为我们整个的政体,就是对最美丽、最优秀的生活的模仿,而我们确实认为这才是真正最真实的悲剧。
ποιηταὶ μὲν οὖν ὑμεῖς, ποιηταὶ δὲ καὶ ἡμεῖς ἐσμὲν τῶν αὐτῶν, ὑμῖν ἀντίτεχνοί τε καὶ ἀνταγωνισταὶ τοῦ καλλίστου δράματος, ὃ δὴ νόμος ἀληθὴς μόνος ἀποτελεῖν πέφυκεν, ὡς ἡ παρʼ ἡμῶν ἐστιν ἐλπίς·
因此,你们是诗人,我们也是同一事物的诗人,是你们在最美丽的戏剧上的同行竞争者,这出戏剧唯有真正的法律才能自然地完成,这正是我们所抱持的希望。
μὴ δὴ δόξητε ἡμᾶς ῥᾳδίως γε οὕτως ὑμᾶς ποτε παρʼ ἡμῖν ἐάσειν σκηνάς τε πήξαντας κατʼ ἀγορὰν καὶ καλλιφώνους ὑποκριτὰς εἰσαγαγομένους, μεῖζον φθεγγομένους ἡμῶν, ἐπιτρέψειν ὑμῖν δημηγορεῖν πρὸς παῖδάς τε καὶ γυναῖκας καὶ τὸν πάντα ὄχλον, τῶν αὐτῶν λέγοντας ἐπιτηδευμάτων πέρι μὴ τὰ αὐτὰ ἅπερ ἡμεῖς, ἀλλʼ ὡς τὸ πολὺ καὶ ἐναντία τὰ πλεῖστα.
所以,切莫以为我们会如此轻易地允许你们在我们的市场上搭建帐篷,引入声音甜美的演员,让他们用比我们还大的声音向儿童、妇女和全体民众进行演说,在谈论同样的社会风尚时,却说着与我们不同、甚至在绝大多数情况下完全相反的话。
σχεδὸν γάρ τοι κἂν μαινοίμεθα τελέως ἡμεῖς τε καὶ ἅπασα ἡ πόλις, ἡτισοῦν ὑμῖν ἐπιτρέποι δρᾶν τὰ νῦν λεγόμενα, πρὶν κρῖναι τὰς ἀρχὰς εἴτε ῥητὰ καὶ ἐπιτήδεια πεποιήκατε λέγειν εἰς τὸ μέσον εἴτε μή.
因为如果任何一个城邦在官员们裁决你们所创作的东西是否可以并在公共场合表达之前,就允许你们做刚才所说的事情,那么我们和整个城邦就几乎完全疯了。
νῦν οὖν, ὦ παῖδες μαλακῶν Μουσῶν ἔκγονοι, ἐπιδείξαντες τοῖς ἄρχουσι πρῶτον τὰς ὑμετέρας παρὰ τὰς ἡμετέρας ᾠδάς, ἂν μὲν τὰ αὐτά γε ἢ καὶ βελτίω τὰ παρʼ ὑμῶν φαίνηται λεγόμενα, δώσομεν ὑμῖν χορόν, εἰ δὲ μή, ὦ φίλοι, οὐκ ἄν ποτε δυναίμεθα.
现在,温柔的缪斯女神们的后代啊,先把你们的歌呈给官员们,与我们的歌进行对比。 如果你们所说的事情显得与我们的一样,甚至更好,我们将给你们配属歌队;否则,朋友们,我们绝不可能这样做。
ταῦτʼ οὖν ἔστω περὶ πᾶσαν χορείαν καὶ μάθησιν τούτων πέρι συντεταγμένα νόμοις ἔθη, χωρὶς μὲν τὰ τῶν δούλων, χωρὶς δὲ τὰ τῶν δεσποτῶν, εἰ συνδοκεῖ.
” 那么,这些应该成为关于所有合唱舞蹈和这些学习的、由法律规定了的惯例:奴隶的事和主人的事应该分开,如果你们同意的话。
ΚΛ. πῶς δʼ οὐ συνδοκεῖ νῦν γε οὕτως;
ΚΛ.:既然现在是这样,又怎么会不同意呢?
§7.818ΑΘ. ἔτι δὴ τοίνυν τοῖς ἐλευθέροις ἔστιν τρία μαθήματα, λογισμοὶ μὲν καὶ τὰ περὶ ἀριθμοὺς ἓν μάθημα, μετρητικὴ δὲ μήκους καὶ ἐπιπέδου καὶ βάθους ὡς ἓν αὖ δεύτερον, τρίτον δὲ τῆς τῶν ἄστρων περιόδου πρὸς ἄλληλα ὡς πέφυκεν πορεύεσθαι.
ΑΘ.:此外,对于自由人来说,还有三门学习科目:计算和关于数字的学问是一门科目;长度、面积和体积的测量,作为第二门科目;第三门则是星体彼此运行的周期。
ταῦτα δὲ σύμπαντα οὐχ ὡς ἀκριβείας ἐχόμενα δεῖ διαπονεῖν τοὺς πολλοὺς ἀλλά τινας ὀλίγους— οὓς δέ, προϊόντες ἐπὶ τῷ τέλει φράσομεν·
对于所有这些学问,大多数人不需要以求精细的态度去苦苦钻研,而只需要少数人去钻研——至于这些人是谁,我们将在接近结尾时说明,因为这样才合适。
οὕτω γὰρ πρέπον ἂν εἴη—τῷ πλήθει δέ, ὅσα αὐτῶν ἀναγκαῖα καί πως ὀρθότατα λέγεται μὴ ἐπίστασθαι μὲν τοῖς πολλοῖς αἰσχρόν, διʼ ἀκριβείας δὲ ζητεῖν πάντα οὔτε ῥᾴδιον οὔτε τὸ παράπαν δυνατόν.
但对于大众来说,他们应该学习其中那些必需的内容,对此,极其正确的主张是:不了解它们对大众来说是可耻的,尽管要在所有这些中寻求精确,既非易事,也根本不可能。
τὸ δὲ ἀναγκαῖον αὐτῶν οὐχ οἷόν τε ἀποβάλλειν, ἀλλʼ ἔοικεν ὁ τὸν θεὸν πρῶτον παροιμιασάμενος εἰς ταῦτα ἀποβλέψας εἰπεῖν ὡς οὐδὲ θεὸς ἀνάγκῃ μή ποτε φανῇ μαχόμενος, ὅσαι θεῖαί γε, οἶμαι, τῶν γε ἀναγκῶν εἰσίν·
但其中必要的部分是不可能抛弃的,倒是第一个说起关于神的那句谚语的人,似乎是看着这些说:“即便是神,也决不会显现出与必然性抗争。 ”我想,只要这些必然性是属神的。
ἐπεὶ τῶν γε ἀνθρωπίνων, εἰς ἃς οἱ πολλοὶ βλέποντες λέγουσι τὸ τοιοῦτον, οὗτος πάντων τῶν λόγων εὐηθέστατός ἐστιν μακρῷ.
因为至于人们所看着并据此说出此类话的那些人间的必然性,这句谚语在所有言论中显然是最愚蠢的。
ΚΛ. τίνες οὖν, ὦ ξένε, αἱ μὴ τοιαῦται ἀνάγκαι τῶν μαθημάτων, θεῖαι δέ;
ΚΛ.:那么,外邦人啊,在这些学习科目中,那些不是人间的、而是属神的必然性是什么呢?
ΑΘ. δοκῶ μέν, ἃς μή τις πράξας μηδὲ αὖ μαθὼν τὸ παράπαν οὐκ ἄν ποτε γένοιτο ἀνθρώποις θεὸς οὐδὲ δαίμων οὐδὲ ἥρως οἷος δυνατὸς ἀνθρώπων ἐπιμέλειαν σὺν σπουδῇ ποιεῖσθαι·
ΑΘ.:我想,如果一个人根本没有实践过、也没有学习过它们,他就绝不可能成为人类的具有用心管理人类能力的属神者、属灵者或英雄。
πολλοῦ δʼ ἂν δεήσειεν ἄνθρωπός γε θεῖος γενέσθαι μήτε ἓν μήτε δύο μήτε τρία μήθʼ ὅλως ἄρτια καὶ περιττὰ δυνάμενος γιγνώσκειν, μηδὲ ἀριθμεῖν τὸ παράπαν εἰδώς, μηδὲ νύκτα καὶ ἡμέραν διαριθμεῖσθαι δυνατὸς ὤν, σελήνης δὲ καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων περιφορᾶς ἀπείρως ἔχων.
如果一个人连一、二、三,或者一般的奇偶数都无法认识,根本不知道如何计算,无法区分昼夜,对月亮、太阳及其他星体的运转毫无经验,那他要成为一个神圣的人,可就差得太远了。
ταῦτʼ οὖν δὴ πάντα ὡς μὲν οὐκ ἀναγκαῖά ἐστι μαθήματα τῷ μέλλοντι σχεδὸν ὁτιοῦν τῶν καλλίστων μαθημάτων εἴσεσθαι, πολλὴ καὶ μωρία τοῦ διανοήματος·
因此,如果认为这些对于想要认识最美丽学科中几乎任意一门的人来说不是必要的学习科目,那是极其愚蠢的想法。
ποῖα δὲ ἕκαστα τούτων καὶ πόσα καὶ πότε μαθητέον, καὶ τί μετὰ τίνος καὶ τί χωρὶς τῶν ἄλλων, καὶ πᾶσαν τὴν τούτων κρᾶσιν, ταῦτά ἐστιν ἃ δεῖ λαβόντα ὀρθῶς πρῶτα, ἐπὶ τἆλλα ἰόντα τούτων ἡγουμένων τῶν μαθημάτων μανθάνειν.
至于这些学科中的每一门是什么样的、有多少、何时应当学习,以及什么必须在什么之后学习、什么应当独立于其他学科,以及它们的整个融合——这些正是必须首先正确把握的,然后在这些学科的引导下,再去学习其他事物。
οὕτω γὰρ ἀνάγκη φύσει κατείληφεν, ᾗ φαμεν οὐδένα θεῶν οὔτε μάχεσθαι τὰ νῦν οὔτε μαχεῖσθαί ποτε.
因为自然界中的必然性就是这样确立的,正如我们所说,没有任何神在现在或将来去与它抗争。
ΚΛ. ἔοικέν γε, ὦ ξένε, νῦν οὕτω πως ῥηθέντα ὀρθῶς εἰρῆσθαι καὶ κατὰ φύσιν ἃ λέγεις.
ΚΛ.:外邦人啊,看起来,你现在以这样的方式说出来的话,确实很正确,也很符合自然。
ΑΘ. ἔχει μὲν γὰρ οὕτως, ὦ Κλεινία, χαλεπὸν δὲ αὐτὰ προταξάμενον τούτῳ τῷ τρόπῳ νομοθετεῖν·
ΑΘ.:克里尼亚,事实确实如此。 但是在立法时,以这种方式先对它们进行规定是很困难的。
ἀλλʼ εἰς ἄλλον, εἰ δοκεῖ, χρόνον ἀκριβέστερον ἂν νομοθετησαίμεθα.
不过如果同意的话,我们也许可以在别的更为精确的时候进行立法。
ΚΛ. δοκεῖς ἡμῖν, ὦ ξένε, φοβεῖσθαι τὸ τῆς ἡμετέρας περὶ τῶν τοιούτων ἀπειρίας ἔθος.
ΚΛ.:外邦人啊,在我们看来,你似乎在害怕我们对这些事情缺乏经验。
οὔκουν ὀρθῶς φοβῇ·
但是你的害怕是不正确的。
πειρῶ δὴ λέγειν μηδὲν ἀποκρυπτόμενος ἕνεκα τούτων.
请尽量说下去,不要因为这些原因而隐瞒任何事情。