Humanitext Reader

柏拉图 · 法律篇 §7.816

恩美莱亚舞蹈与滑稽喜剧的处置

第 103 段,共 186 段 · 希腊语

内容简介

雅典外邦人解释了快乐程度和训练状况对身体运动(舞蹈)的影响,并赞美了将和平舞蹈命名为“恩美莱亚(emmeleia)”的正确性。他论证说,虽然自由公民为了获得明智必须了解滑稽丑陋的喜剧模仿,但为了保持美德,应当将此类喜剧演出留给奴隶和雇佣的外邦人,自由公民自身绝不可认真参与。

§7.816ΑΘ.ἐν δὲ δὴ τοῖς τοιούτοις που πᾶς ἄνθρωπος τὰς κινήσεις τοῦ σώματος μειζόνων μὲν τῶν ἡδονῶν οὐσῶν μείζους, ἐλαττόνων δὲ ἐλάττους κινεῖται, καὶ κοσμιώτερος μὲν ὢν πρός τε ἀνδρείαν μᾶλλον γεγυμνασμένος ἐλάττους αὖ, δειλὸς δὲ καὶ ἀγύμναστος γεγονὼς πρὸς τὸ σωφρονεῖν μείζους καὶ σφοδροτέρας παρέχεται μεταβολὰς τῆς κινήσεως·
ΑΘ.:的确,在这样的情况下,我想,每个人在快乐较大时,身体的运动就较大;在快乐较小时,运动就较小。 一方面,那些更有条理、在勇气方面更受训练的人,其运动反而较小;另一方面,那些变得胆怯且在节制方面未受训练的人,则表现出更大、更剧烈的运动变化。
ὅλως δὲ φθεγγόμενος, εἴτʼ ἐν ᾠδαῖς εἴτʼ ἐν λόγοις, ἡσυχίαν οὐ πάνυ δυνατὸς τῷ σώματι παρέχεσθαι πᾶς.
总之,任何发出声音的人,无论是在歌唱中还是在言语中,都完全无法让身体保持安静。
διὸ μίμησις τῶν λεγομένων σχήμασι γενομένη τὴν ὀρχηστικὴν ἐξηργάσατο τέχνην σύμπασαν.
因此,通过姿态对所言之物模仿,创造了整个舞蹈艺术。
ὁ μὲν οὖν ἐμμελῶς ἡμῶν, ὁ δὲ πλημμελῶς ἐν τούτοις πᾶσι κινεῖται.
因此,在我们中间,有人在所有这些事情上运动得协调,有人则运动得失调。
πολλὰ μὲν δὴ τοίνυν ἄλλα ἡμῖν τῶν παλαιῶν ὀνομάτων ὡς εὖ καὶ κατὰ φύσιν κείμενα δεῖ διανοούμενον ἐπαινεῖν, τούτων δὲ ἓν καὶ τὸ περὶ τὰς ὀρχήσεις τὰς τῶν εὖ πραττόντων, ὄντων δὲ μετρίων αὐτῶν πρὸς τὰς ἡδονάς, ὡς ὀρθῶς ἅμα καὶ μουσικῶς ὠνόμασεν ὅστις ποτʼ ἦν, καὶ κατὰ λόγον αὐταῖς θέμενος ὄνομα συμπάσαις ἐμμελείας ἐπωνόμασε, καὶ δύο δὴ τῶν ὀρχήσεων τῶν καλῶν εἴδη κατεστήσατο, τὸ μὲν πολεμικὸν πυρρίχην, τὸ δὲ εἰρηνικὸν ἐμμέλειαν, ἑκατέρῳ τὸ πρέπον τε καὶ ἁρμόττον ἐπιθεὶς ὄνομα.
因此,我们确实应当认为古代的许多其他名称制定得很好且合乎自然,并予以赞美,而其中之一就是关于那些境遇良好、且对快乐持节制态度的人的舞蹈名称。 无论命名者是谁,他命名得多么正确且合乎文艺女神之道,他为它们整体确定了一个合理的名称,称之为“恩美莱亚(和谐舞)”;并且,他制定了美丽舞蹈的两种形式:军事的为“皮里科斯(兵器舞)”,和平的为“恩美莱亚”,为每一种都冠以合宜且协调的名称。
ἃ δὴ δεῖ τὸν μὲν νομοθέτην ἐξηγεῖσθαι τύποις, τὸν δὲ νομοφύλακα ζητεῖν τε, καὶ ἀνερευνησάμενον, μετὰ τῆς ἄλλης μουσικῆς τὴν ὄρχησιν συνθέντα καὶ νείμαντα ἐπὶ πάσας ἑορτὰς τῶν θυσιῶν ἑκάστῃ τὸ πρόσφορον, οὕτω καθιερώσαντα αὐτὰ πάντα ἐν τάξει, τοῦ λοιποῦ μὴ κινεῖν μηδὲν μήτε ὀρχήσεως ἐχόμενον μήτε ᾠδῆς, ἐν ταῖς δʼ αὐταῖς ἡδοναῖς ὡσαύτως τὴν αὐτὴν πόλιν καὶ πολίτας διάγοντας, ὁμοίους εἰς δύναμιν ὄντας, ζῆν εὖ τε καὶ εὐδαιμόνως.
立法者确实应当通过模式来阐明这些,而法律护卫者应当去探求它们,并在调查研究之后,将舞蹈与其他音乐结合起来,将合宜的部分分配给每一次祭祀节日,从而将所有这些在秩序中神圣化,在此之后,无论属于舞蹈还是属于歌唱,均不得有任何更改,以便同一个城邦和公民们以同样的方式在同样的快乐中度过生活,在能力上保持相似,过上美好而幸福的生活。
τὰ μὲν οὖν τῶν καλῶν σωμάτων καὶ γενναίων ψυχῶν εἰς τὰς χορείας, οἵας εἴρηται δεῖν αὐτὰς εἶναι, διαπεπέρανται, τὰ δὲ τῶν αἰσχρῶν σωμάτων καὶ διανοημάτων καὶ τῶν ἐπὶ τὰ τοῦ γέλωτος κωμῳδήματα τετραμμένων, κατὰ λέξιν τε καὶ ᾠδὴν καὶ κατὰ ὄρχησιν καὶ κατὰ τὰ τούτων πάντων μιμήματα κεκωμῳδημένα, ἀνάγκη μὲν θεάσασθαι καὶ γνωρίζειν·
因此,关于美丽的身体和高贵的灵魂在合唱舞蹈中的事情——正如已说过的它们应该达到的样子——已经讨论完毕;但关于丑陋的身体和思想、以及那些转向引人发笑的喜剧讽刺的人的事情,无论在言辞、歌唱、舞蹈中,还是在所有这些事情的喜剧模仿中,人们都必须去观看和认识;因为,如果一个人想要变得明智,不通过滑稽的事物就无法学习严肃的事物,不通过一切相反者就无法学习其相反者;但另一方面,如果一个人还想要分享哪怕一丁点美德,就同样不可能去同时实践这两者。
ἄνευ γὰρ γελοίων τὰ σπουδαῖα καὶ πάντων τῶν ἐναντίων τὰ ἐναντία μαθεῖν μὲν οὐ δυνατόν, εἰ μέλλει τις φρόνιμος ἔσεσθαι, ποιεῖν δὲ οὐκ αὖ δυνατὸν ἀμφότερα, εἴ τις αὖ μέλλει καὶ σμικρὸν ἀρετῆς μεθέξειν, ἀλλὰ αὐτῶν ἕνεκα τούτων καὶ μανθάνειν αὐτὰ δεῖ, τοῦ μή ποτε διʼ ἄγνοιαν δρᾶν ἢ λέγειν ὅσα γελοῖα, μηδὲν δέον, δούλοις δὲ τὰ τοιαῦτα καὶ ξένοις ἐμμίσθοις προστάττειν μιμεῖσθαι, σπουδὴν δὲ περὶ αὐτὰ εἶναι μηδέποτε μηδʼ ἡντινοῦν, μηδέ τινα μανθάνοντα αὐτὰ γίγνεσθαι φανερὸν τῶν ἐλευθέρων, μήτε γυναῖκα μήτε ἄνδρα, καινὸν δὲ ἀεί τι περὶ αὐτὰ φαίνεσθαι τῶν μιμημάτων.
相反,正是为了这些原因,人们才必须学习它们,以免在毫无必要的时候,因为无知而做出或说出滑稽的事情。 应该命令奴隶和雇佣的外邦人去模仿此类事情,决不能对它们抱有任何认真的兴趣,自由人中无论男女,也都决不能显露出正在学习它们的样子,而在这些模仿中应当始终展现出某种新意。

词汇与语法注释

  1. 816aτὰς κινήσεις τοῦ σώματος μειζόνων μὲν τῶν ἡδονῶν οὐσῶν μείζους — 动词“κινεῖται(运动)”带有同族宾语(内包宾语)“τὰς κινήσεις(运动)”。“μειζόνων μὲν τῶν ἡδονῶν οὐσῶν”是属格独立结构,意为“当快乐较大时”,而与之对比的后半句“ἐλαττόνων δὲ”则高度省略了分词“οὐσῶν”、动词“κινεῖται”和名词“κινήσεις”,仅留下“ἐλάττους”。
  2. 816bπολλά μὲν δὴ τοίνυν ἄλλα ἡμῖν τῶν παλαιῶν ὀνομάτων ὡς εὖ καὶ κατὰ φύσιν κείμενα δεῖ διανοούμενον ἐπαινεῖν, τούτων δὲ ἓν — 在由“δεῖ... ἐπαινεῖν”(必须赞美)主导的句式结构中,通过“μέν ... δ对”进行对比。前半句是“πολλά μ便 ... ἄλλα ... δεῖ ... ἐπαινεῖν”(必须赞美许多其他名称),后半句“τούτων δὲ ἓν”则省略了“δεῖ ἐπαινεῖν”,该“一个名称”的具体内容由间接疑问从句“ὡς ὀρθῶς ... ἐπωνόμασε”(他是多么正确地……命名)来展开。
  3. 816cἃ δὴ δεῖ τὸν μὲν νομοθέτην ἐξηγεῖσθαι τύποις — 关系代词“ἅ”置于句首,作为中性复数宾格指代前述内容,并作为后续不定式的宾语。在“δεῖ”的支配下,两个对比性的“宾格加不定式”结构并列:即“τὸν μὲν νομοθέτην ἐξηγεῖσθαι”(立法者应当阐明)和“τὸν δὲ νομοφύλακα ζητεῖν τε...”(法律护卫者应当探求……)。后者又被“καθιερώσαντα”(在予以神圣化之后)等分词修饰,其支配力一直延伸到句末的不定式“μὴ κινεῖν”(不得更改)和“ζῆν”(生活)。

引用这一段

柏拉图, 法律篇 §7.816. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.816

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。