§7.814ΑΘ. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας, κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δέ, διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας, εἰ μηδενὸς ἕνεκα, ἀλλʼ εἴ ποτε δεήσειε πανδημεὶ πάσῃ τῇ δυνάμει καταλείποντας τὴν πόλιν ἔξω στρατεύεσθαι, τοὺς φυλάξοντας παῖδάς τε καὶ τὴν ἄλλην πόλιν ἱκανοὺς εἶναι τό γε τοσοῦτον, ἢ καὶ τοὐναντίον, ὧν οὐδὲν ἀπώμοτον, ἔξωθεν πολεμίους εἰσπεσόντας ῥώμῃ τινὶ μεγάλῃ καὶ βίᾳ, βαρβάρους εἴτε Ἕλληνας, ἀνάγκην παρασχεῖν περὶ αὐτῆς τῆς πόλεως τὴν διαμάχην γίγνεσθαι, πολλή που κακία πολιτείας οὕτως αἰσχρῶς τὰς γυναῖκας εἶναι τεθραμμένας, ὡς μηδʼ ὥσπερ ὄρνιθας περὶ τέκνων μαχομένας πρὸς ὁτιοῦν τῶν ἰσχυροτάτων θηρίων ἐθέλειν ἀποθνῄσκειν τε καὶ πάντας κινδύνους κινδυνεύειν, ἀλλʼ εὐθὺς πρὸς ἱερὰ φερομένας, πάντας βωμούς τε καὶ ναοὺς ἐμπιμπλάναι, καὶ δόξαν τοῦ τῶν ἀνθρώπων γένους καταχεῖν ὡς πάντων δειλότατον φύσει θηρίων ἐστίν.
ΑΘ.:因为对于所有这些,必须有由国家支付报酬的公共教师,而这些教师的学生应该是城里的男孩和男人,以及女孩和女人,她们都熟练掌握所有这些;女孩们在还是女孩的时候,就要练习武装下的所有舞蹈和战斗,而妇女们则要接触演习、阵形、武器的布置和撤收——如果没有任何其他原因,但也为了万一有必要全体动员,以全部力量离开城邦去国外行军,使那些将要保卫孩子和城邦其余部分的人至少在这方面是足够的;或者相反——其中没有一件事是绝对不可能的——外来的敌人在某种巨大的力量和暴力下侵入,无论是野蛮人还是希腊人,从而造成了必须围绕城邦本身进行决战的必然性,那么,城邦的妇女如果被如此可耻地抚养,以至于她们甚至不想像鸟儿为了孩子与最强壮的野兽战斗那样,甘愿死亡并冒一切危险,而是立即奔向神庙,填满所有的祭坛和殿堂,并给人类蒙上自然界所有野兽中最胆怯者的恶名,这大概是宪政的极大弊端。
ΚΛ. οὐ μὰ τὸν Δία, ὦ ξένε, οὐδαμῶς εὔσχημον γίγνοιτʼ ἄν, τοῦ κακοῦ χωρίς, τοῦτο ἐν πόλει ὅπου γίγνοιτο.
ΚΛ.:凭着宙斯,外邦人啊,在发生这种情况的城市中,撇开坏处不谈,这决不是一件体面的事情。
ΑΘ. οὐκοῦν τιθῶμεν τὸν νόμον τοῦτον, μέχρι γε τοσούτου μὴ ἀμελεῖσθαι τὰ περὶ τὸν πόλεμον γυναιξὶν δεῖν, ἐπιμελεῖσθαι δὲ πάντας τοὺς πολίτας καὶ τὰς πολίτιδας;
ΑΘ.:那么我们是否应该制定这条法律:至少到这种程度,女性不应忽视军事事务,而所有的男女公民都应该照料它们?
ΚΛ. ἐγὼ γοῦν συγχωρῶ.
ΚΛ.:至少我表示赞同。
ΑΘ. πάλης τοίνυν τὰ μὲν εἴπομεν, ὃ δʼ ἐστὶ μέγιστον, ὡς ἐγὼ φαίην ἄν, οὐκ εἰρήκαμεν, οὐδʼ ἔστι ῥᾴδιον ἄνευ τοῦ τῷ σώματι δεικνύντα ἅμα καὶ τῷ λόγῳ φράζειν.
ΑΘ.:因此,关于摔跤,我们已经说了一些,但正如我所说,最重要的事情我们还没有说,而且如果不通过身体同时展示而仅用言辞来表达,那是不容易的。
τοῦτʼ οὖν τότε κρινοῦμεν, ὅταν ἔργῳ λόγος ἀκολουθήσας μηνύσῃ τι σαφὲς τῶν τε ἄλλων ὧν εἴρηκεν πέρι, καὶ ὅτι τῇ πολεμικῇ μάχῃ πασῶν κινήσεων ὄντως ἐστὶ συγγενὴς πολὺ μάλισθʼ ἡμῖν ἡ τοιαύτη πάλη, καὶ δὴ καὶ ὅτι δεῖ ταύτην ἐκείνης χάριν ἐπιτηδεύειν, ἀλλʼ οὐκ ἐκείνην ταύτης ἕνεκα μανθάνειν.
因此,这件事情,我们将在以后进行判断,那时言辞伴随着实际展示,不仅能对已经说过的其他事情提供明确的说明,热且能表明这种摔跤对我们来说在所有运动中确实与军事战斗最为相似,并且确实应该为了后者而实践前者,而不是为了前者而学习后者。
ΚΛ. καλῶς τοῦτό γε λέγεις.
ΚΛ.:在这一点上,你确实说得很好。
ΑΘ. νῦν δὴ τῆς μὲν περὶ παλαίστραν δυνάμεως τὸ μέχρι δεῦρʼ ἡμῖν εἰρήσθω·
ΑΘ.:那么,关于体育场能力的话,到目前为止就说这些吧。
περὶ δὲ τῆς ἄλλης κινήσεως παντὸς τοῦ σώματος, ἧς τὸ πλεῖστον μέρος ὄρχησίν τινά τις προσαγορεύων ὀρθῶς ἂν φθέγγοιτο, δύο μὲν αὐτῆς εἴδη χρὴ νομίζειν εἶναι, τὴν μὲν τῶν καλλιόνων σωμάτων ἐπὶ τὸ σεμνὸν μιμουμένην, τὴν δὲ τῶν αἰσχιόνων ἐπὶ τὸ φαῦλον, καὶ πάλιν τοῦ φαύλου τε δύο καὶ τοῦ σπουδαίου δύο ἕτερα.
而关于整个身体的其他运动——如果有人正确地将其中最大部分称为某种舞蹈,他将说得对——我们必须认为它有两种形式:一种是在庄严的方向上模仿较美丽的身体,另一种是在低劣的方向上模仿较丑陋的身体;并且,低劣的又有两种,高尚的也有另外两种。
§7.815ΑΘ. τοῦ δὴ σπουδαίου τὴν μὲν κατὰ πόλεμον καὶ ἐν βιαίοις ἐμπλακέντων πόνοις σωμάτων μὲν καλῶν, ψυχῆς δʼ ἀνδρικῆς, τὴν δʼ ἐν εὐπραγίαις τε οὔσης ψυχῆς σώφρονος ἐν ἡδοναῖς τε ἐμμέτροις·
ΑΘ.:在高尚的舞蹈中,一种是关于战争的、在暴力的辛劳中纠缠的、美丽的身体和勇敢的灵魂的运动,另一种是在顺境中、适度快乐中的节制灵魂的运动。
εἰρηνικὴν ἄν τις λέγων κατὰ φύσιν τὴν τοιαύτην ὄρχησιν λέγοι.
如果有人根据自然将这种舞蹈称为“和平的”舞蹈,他将说得对。
τὴν πολεμικὴν δὴ τούτων, ἄλλην οὖσαν τῆς εἰρηνικῆς, πυρρίχην ἄν τις ὀρθῶς προσαγορεύοι, τάς τε εὐλαβείας πασῶν πληγῶν καὶ βολῶν ἐκνεύσεσι καὶ ὑπείξει πάσῃ καὶ ἐκπηδήσεσιν ἐν ὕψει καὶ σὺν ταπεινώσει μιμουμένην, καὶ τὰς ταύταις ἐναντίας, τὰς ἐπὶ τὰ δραστικὰ φερομένας αὖ σχήματα, ἔν τε ταῖς τῶν τόξων βολαῖς καὶ ἀκοντίων καὶ πασῶν πληγῶν μιμήματα ἐπιχειρούσας μιμεῖσθαι·
这些舞蹈中与和平舞蹈不同的军事舞蹈,人们可以正确地称之为“兵器舞(皮里科斯)”,它模仿通过闪避、各种退让、高高跃起和蹲下对所有打击和投掷的避让,以及与这些相反的、转向主动姿态的动作,试图模仿弓箭、标枪投掷和所有打击的模仿。
τό τε ὀρθὸν ἐν τούτοις καὶ τὸ εὔτονον, τῶν ἀγαθῶν σωμάτων καὶ ψυχῶν ὁπόταν γίγνηται μίμημα, εὐθυφερὲς ὡς τὸ πολὺ τῶν τοῦ σώματος μελῶν γιγνόμενον, ὀρθὸν μὲν τὸ τοιοῦτον, τὸ δὲ τούτοις τοὐναντίον οὐκ ὀρθὸν ἀποδεχόμενον.
在这些动作中,挺拔与有力,当它成为良好身体和灵魂的模仿时,身体各部位通常保持直线运动,这种形式是正确的,而与此相反的、接受了非直线的形式,则是不正确的。
τὴν δὲ εἰρηνικὴν ὄρχησιν τῇδʼ αὖ θεωρητέον ἑκάστων, εἴτε ὀρθῶς εἴτε μὴ κατὰ φύσιν τις τῆς καλῆς ὀρχήσεως ἀντιλαμβανόμενος ἐν χορείαις πρεπόντως εὐνόμων ἀνδρῶν διατελεῖ.
另一方面,每一个和平舞蹈应当这样考察:是否有人正确地、或不合乎自然地掌握了美丽的舞蹈,并在法律良好的人们的合唱活动中以合宜的方式始终进行。
τὴν τοίνυν ἀμφισβητουμένην ὄρχησιν δεῖ πρῶτον χωρὶς τῆς ἀναμφισβητήτου διατεμεῖν.
因此,我们必须首先将有争议的舞蹈与无争议的舞蹈切开。
τίς οὖν αὕτη, καὶ πῇ δεῖ χωρὶς τέμνειν ἑκατέραν;
那么,这是什么,又应该在何处将两者切开呢?
ὅση μὲν βακχεία τʼ ἐστὶν καὶ τῶν ταύταις ἑπομένων, ἃς Νύμφας τε καὶ Πᾶνας καὶ Σειληνοὺς καὶ Σατύρους ἐπονομάζοντες, ὥς φασιν, μιμοῦνται κατῳνωμένους, περὶ καθαρμούς τε καὶ τελετάς τινας ἀποτελούντων, σύμπαν τοῦτο τῆς ὀρχήσεως τὸ γένος οὔθʼ ὡς εἰρηνικὸν οὔθʼ ὡς πολεμικὸν οὔθʼ ὅτι ποτὲ βούλεται ῥᾴδιον ἀφορίσασθαι·
凡是巴克科斯式的以及追随这些的人的舞蹈——正如人们所说,他们给它们起名叫宁芙、潘、西勒诺斯和萨堤罗斯,模仿他们喝醉了酒,在进行某些净化和秘仪时演出的——这整个舞蹈类别既不能界定为和平的,也不能界定为军事的,甚至不易给它下个定义说它到底想要干什么。
διορίσασθαι μήν μοι ταύτῃ δοκεῖ σχεδὸν ὀρθότατον αὐτὸ εἶναι, χωρὶς μὲν πολεμικοῦ, χωρὶς δὲ εἰρηνικοῦ θέντας, εἰπεῖν ὡς οὐκ ἔστι πολιτικὸν τοῦτο τῆς ὀρχήσεως τὸ γένος, ἐνταῦθα δὲ κείμενον ἐάσαντας κεῖσθαι, νῦν ἐπὶ τὸ πολεμικὸν ἅμα καὶ εἰρηνικὸν ὡς ἀναμφισβητήτως ἡμέτερον ὂν ἐπανιέναι.
然而,在我看来,以下面这种方式界定它几乎是最正确的:将它与军事的分开,与和平的分开,说这种舞蹈类别不属于公民(城邦)的舞蹈,并将它留在它所在的地方,现在我们回到作为无可争议属于我们的军事和和平舞蹈。
τὸ δὲ τῆς ἀπολέμου μούσης, ἐν ὀρχήσεσιν δὲ τούς τε θεοὺς καὶ τοὺς τῶν θεῶν παῖδας τιμώντων, ἓν μὲν σύμπαν γίγνοιτʼ ἂν γένος ἐν δόξῃ τοῦ πράττειν εὖ γιγνόμενον, τοῦτο δὲ διχῇ διαιροῖμεν ἄν, τὸ μὲν ἐκ πόνων τινῶν αὐτοῦ καὶ κινδύνων διαπεφευγότων εἰς ἀγαθά, μείζους ἡδονὰς ἔχον, τὸ δὲ τῶν ἔμπροσθεν ἀγαθῶν σωτηρίας οὔσης καὶ ἐπαύξης, πρᾳοτέρας τὰς ἡδονὰς κεκτημένον ἐκείνων.
而在非军事的缪斯舞蹈中,在舞蹈中尊崇神明和神明之子的人们的舞蹈,整体上是一个产生于“行得好”的信念中的类别,而我们可以将这一类别一分为二:一种是人们从某些辛劳和危险中逃脱到好事物中,具有更大的快乐;另一种是以前的好事物得以保存和增加,其快乐比前者更为温和。