§7.810ΑΘ. εἰς μὲν γράμματα παιδὶ δεκετεῖ σχεδὸν ἐνιαυτοὶ τρεῖς, λύρας δὲ ἅψασθαι τρία μὲν ἔτη καὶ δέκα γεγονόσιν ἄρχεσθαι μέτριος ὁ χρόνος, ἐμμεῖναι δὲ ἕτερα τρία.
ΑΘ.:一方面,关于文字,对于十岁的孩子来说,大约三年(是合适的时间);另一方面,至于接触竖琴,对于已经年满十三岁的人来说,是开始的适宜时间,并且还要在其中再坚持另外三年。
καὶ μήτε πλείω τούτων μήτʼ ἐλάττω πατρὶ μηδʼ αὐτῷ, φιλομαθοῦντι μηδὲ μισοῦντι, περὶ ταῦτα ἐξέστω μείζω μηδὲ ἐλάττω διατριβὴν ποιεῖσθαι παράνομον·
而且,无论是对于父亲还是对于孩子自己(无论他是好学还是厌学),在这些事情上花费比这更多或更少的时间,都是违反法律而绝不容许的。
ὁ δὲ μὴ πειθόμενος ἄτιμος τῶν παιδείων ἔστω τιμῶν, ἃς ὀλίγον ὕστερον ῥητέον.
不服从的人应当被剥夺教育上的荣誉,这些荣誉我们稍后必须谈到。
μανθάνειν δὲ ἐν τούτοις τοῖς χρόνοις δὴ τί ποτε δεῖ τοὺς νέους καὶ διδάσκειν αὖ τοὺς διδασκάλους, τοῦτο αὐτὸ πρῶτον μάνθανε.
至于在这些时间里年轻人究竟必须学习什么,以及教师们又必须教什么,请首先了解这件事情本身。
γράμματα μὲν τοίνυν χρὴ τὸ μέχρι τοῦ γράψαι τε καὶ ἀναγνῶναι δυνατὸν εἶναι διαπονεῖν·
那么首先关于文字,应当努力做到能够书写和阅读的程度。
πρὸς τάχος δὲ ἢ κάλλος ἀπηκριβῶσθαί τισιν, οἷς μὴ φύσις ἐπέσπευσεν ἐν τοῖς τεταγμένοις ἔτεσιν, χαίρειν ἐᾶν.
但是,对于那些在规定的年限内天性未能促使他们做到这一点的某些人,要求他们在速度或美观上达到完美,则应当不予强求。
πρὸς δὲ δὴ μαθήματα ἄλυρα ποιητῶν κείμενα ἐν γράμμασι, τοῖς μὲν μετὰ μέτρων, τοῖς δʼ ἄνευ ῥυθμῶν τμημάτων, ἃ δὴ συγγράμματα κατὰ λόγον εἰρημένα μόνον, τητώμενα ῥυθμοῦ τε καὶ ἁρμονίας, σφαλερὰ γράμμαθʼ ἡμῖν ἐστιν παρά τινων τῶν πολλῶν τοιούτων ἀνθρώπων καταλελειμμένα·
另一方面,至于诗人们写在文字中、不伴随竖琴的教材——有些带有韵律,有些则没有节奏的划分,这些确实被称作仅以言语说出的著作,被剥夺了节奏与和谐——对于我们来说是危险的作品,是由世俗中许多这类人中的某些人遗留下来的。
οἷς, ὦ πάντων βέλτιστοι νομοφύλακες, τί χρήσεσθε;
对于这些,诸位最优秀的立法监护人啊,你们将如何处置?
ἢ τί ποθʼ ὑμῖν ὁ νομοθέτης χρῆσθαι προστάξας ὀρθῶς ἂν τάξειε;
或者,立法者命令你们如何处置它们,才能做出正确的规定?
καὶ μάλα ἀπορήσειν αὐτὸν προσδοκῶ.
我预料他自己也会感到非常困惑。
ΚΛ. τί ποτε τοῦτο, ὦ ξένε, φαίνῃ πρὸς σαυτὸν ὄντως ἠπορηκὼς λέγειν;
ΚΛ.:外邦人啊,这究竟是怎么回事? 你看起来似乎真的在对自己感到困惑而说话?
ΑΘ. ὀρθῶς ὑπέλαβες, ὦ Κλεινία.
ΑΘ.:克莱尼亚啊,你理解得对。
πρὸς δὲ δὴ κοινωνοὺς ὑμᾶς ὄντας περὶ νόμων ἀνάγκη τό τε φαινόμενον εὔπορον καὶ τὸ μὴ φράζειν.
但是,对于你们这些法律事务上的合伙人,有必要说出那些显得容易的事,以及那些显得不容易的事。
ΚΛ. τί οὖν;
ΚΛ.:那么是什么呢?
τί περὶ τούτων νῦν καὶ ποῖόν τι πεπονθὼς λέγεις;
关于这些,你现在在说什么,又是怀着怎样的心境在说呢?
ΑΘ. ἐρῶ δή· στόμασι γὰρ πολλάκις μυρίοις ἐναντία λέγειν οὐδαμῶς εὔπορον.
ΑΘ.:那我就说了;因为去说出反对那往往是成千上万张嘴的话,决非易事。
ΚΛ. τί δέ;
ΚΛ.:怎么会?
σμικρὰ καὶ ὀλίγα δοκεῖ σοι τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα περὶ νόμων κεῖσθαι τοῖς πολλοῖς ὑπεναντία;
难道在我们之前关于法律所说的话中,违背大众意见的内容,在你看来是渺小且微不足道的吗?
ΑΘ. καὶ μάλα ἀληθὲς τοῦτό γε λέγεις·
ΑΘ.:你说得极其真实。
κελεύεις γὰρ δή με, ὡς ἐμοὶ φαίνεται, τῆς αὐτῆς ὁδοῦ ἐχθοδοποῦ γεγονυίας πολλοῖς—ἴσως δʼ οὐκ ἐλάττοσιν ἑτέροις προσφιλοῦς·
因为在我看来,你确实在命令我走那条对许多人来说已经变得可憎、但对其他同样不少的人(即使较少,也绝非更差的人)来说却很可亲的同一条道路。
εἰ δὲ ἐλάττοσιν, οὔκουν χείροσί γε—μεθʼ ὧν διακελεύῃ με παρακινδυνεύοντά τε καὶ θαρροῦντα τὴν νῦν ἐκ τῶν παρόντων λόγων τετμημένην ὁδὸν τῆς νομοθεσίας πορεύεσθαι μηδὲν ἀνιέντα.
你是在劝我与这些人一起,冒着危险、鼓起勇气,毫不松懈地沿着现在从我们当下的讨论中开辟出来的立法之路走下去。
ΚΛ. τί μήν;
ΚΛ.:当然如此!
§7.811ΑΘ. οὐ τοίνυν ἀνίημι.
ΑΘ.:那么,我也绝不松懈。
λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσίν τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δʼ ἐπὶ γέλωτα ὡρμηκότες, ἐν οἷς φασι δεῖν οἱ πολλάκις μυρίοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τʼ ἐν ταῖς ἀναγνώσεσιν ποιοῦντας καὶ πολυμαθεῖς, ὅλους ποιητὰς ἐκμανθάνοντας·
我确实是说,我们拥有极其多的创作六音步诗、三音步诗以及所有所谓韵律诗的诗人们,他们有的致力于严肃的事,有的致力于欢笑的事;在他们的作品中,成千上万的人说,必须培育那些受到正确教育的青年并使他们饱腹,使他们在阅读中成为博听之人以及博学之人,并彻底背诵整部诗作。
οἱ δὲ ἐκ πάντων κεφάλαια ἐκλέξαντες καί τινας ὅλας ῥήσεις εἰς ταὐτὸν συναγαγόντες, ἐκμανθάνειν φασὶ δεῖν εἰς μνήμην τιθεμένους, εἰ μέλλει τις ἀγαθὸς ἡμῖν καὶ σοφὸς ἐκ πολυπειρίας καὶ πολυμαθίας γενέσθαι.
还有些人,从所有作品中选出摘要,并将某些完整的演说收集到一起,他们说必须将这些牢记在心并彻底背诵,如果有人要依靠丰富的经历和博学而成为我们当中优秀且智慧的人。
τούτοις δὴ σὺ κελεύεις ἐμὲ τὰ νῦν παρρησιαζόμενον ἀποφαίνεσθαι τί τε καλῶς λέγουσι καὶ τί μή;
对于这些人,你确实是在命令我现在畅所欲言地表明,他们哪些说得对,哪些说得不对吗?
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ.:当然是了。
ΑΘ. τί δή ποτʼ ἂν οὖν περὶ ἁπάντων τούτων ἑνὶ λόγῳ φράζων εἴποιμʼ ἂν ἱκανόν;
ΑΘ.:那么,如果用一句话来概括这所有的一切,我究竟该说什么才算充分呢?
οἶμαι μὲν τὸ τοιόνδε σχεδόν, ὃ καὶ πᾶς ἄν μοι συγχωρήσειεν, πολλὰ μὲν ἕκαστον τούτων εἰρηκέναι καλῶς, πολλὰ δὲ καὶ τοὐναντίον· εἰ δʼ οὕτω τοῦτʼ ἔχει, κίνδυνόν φημι εἶναι φέρουσαν τοῖς παισὶν τὴν πολυμαθίαν.
我认为大概是这样,这一点大家也会赞同我:这些人中的每一个都说对了很多话,但也说错了很多相反的话;如果是这样的话,我认为博学对孩子们来说是带有危险的。
ΚΛ. πῶς οὖν καὶ τί παραινοίης ἂν τῷ νομοφύλακι;
ΚΛ.:那么,你将如何以及向立法监护人提出什么建议呢?
ΑΘ. τοῦ πέρι λέγεις;
ΑΘ.:你是指关于什么?
ΚΛ. τοῦ πρὸς τί παράδειγμά ποτε ἀποβλέψας ἂν τὸ μὲν ἐῴη πάντας μανθάνειν τοὺς νέους, τὸ δʼ ἀποκωλύοι.
ΚΛ.:关于他应该关注怎样的典范,以便一方面允许所有的年轻人学习某些东西,另一方面又阻止他们学习另外一些东西。
λέγε καὶ μηδὲν ἀπόκνει λέγων.
请说吧,在说话时不要有任何顾虑。
ΑΘ. ὠγαθὲ Κλεινία, κινδυνεύω κατά γέ τινα τρόπον ηὐτυχηκέναι.
ΑΘ.:好人克莱尼亚啊,我在某种程度上似乎是幸运的。
ΚΛ. τοῦ δὴ πέρι;
ΚΛ.:究竟关于什么?
ΑΘ. τοῦ μὴ παντάπασι παραδείγματος ἀπορεῖν.
ΑΘ.:关于并非完全缺少典范这一点。
νῦν γὰρ ἀποβλέψας πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρο δὴ διεληλύθαμεν ἡμεῖς—ὡς μὲν ἐμοὶ φαινόμεθα, οὐκ ἄνευ τινὸς ἐπιπνοίας θεῶν—ἔδοξαν δʼ οὖν μοι παντάπασι ποιήσει τινὶ προσομοίως εἰρῆσθαι.
因为现在,看着我们从清晨直到这里所进行的讨论——在我看来,这确实不是没有神明的某种灵感而做成的——总之,我觉得它们被说得完全类似于某种诗作。
καί μοι ἴσως οὐδὲν θαυμαστὸν πάθος ἐπῆλθε, λόγους οἰκείους οἷον ἁθρόους ἐπιβλέψαντι μάλα ἡσθῆναι·
而且对我来说,也许并没有产生什么不可预知的感觉,即在看着我们自己的这些讨论时,仿佛它们被整体聚在一起,而感到由衷的高兴。
τῶν γὰρ δὴ πλείστων λόγων οὓς ἐν ποιήμασιν ἢ χύδην οὕτως εἰρημένους μεμάθηκα καὶ ἀκήκοα, πάντων μοι μετριώτατοί γε εἶναι κατεφάνησαν καὶ προσήκοντες τὰ μάλιστα ἀκούειν νέοις.
因为,在我所学过和听过的、无论是写在诗歌里还是像这样散乱写成的极大多数言论中,我觉得这些话是所有话中最适度的,也最适合年轻人听。
τῷ δὴ νομοφύλακί τε καὶ παιδευτῇ παράδειγμα οὐκ ἂν ἔχοιμι, ὡς οἶμαι, τούτου βέλτιον φράζειν, ἢ ταῦτά τε διδάσκειν παρακελεύεσθαι τοῖσι διδασκάλοις τοὺς παῖδας, τά τε τούτων ἐχόμενα καὶ ὅμοια, ἂν ἄρα που περιτυγχάνῃ ποιητῶν τε ποιήματα διεξιὼν καὶ γεγραμμένα καταλογάδην ἢ καὶ ψιλῶς οὕτως ἄνευ τοῦ γεγράφθαι λεγόμενα, ἀδελφά που τούτων τῶν λόγων, μὴ μεθιέναι τρόπῳ μηδενί, γράφεσθαι δέ·
确实,对于立法监护人和教育者,我认为我无法提供比这更好的典范了:即劝告教师们向孩子们教授这些内容,以及与这些内容紧密相连且相似的东西;如果他在研究诗人的诗作、散文作品,或者甚至是像这样不诉诸文字而仅凭口头说出的言论时,碰巧遇到了在某种程度上与这些讨论相近的内容,他也绝不能放过,而应当记录下来。