§7.806ΑΘ.ἢ τὸ τούτων δὴ διὰ μέσου φῶμεν, ὦ Μέγιλλε, τὸ Λακωνικόν;
雅典人:或者,梅吉洛斯,我们是否应当说在这两者之间的,即拉栖代梦的方式?
κόρας μὲν γυμνασίων μετόχους οὔσας ἅμα καὶ μουσικῆς ζῆν δεῖν, γυναῖκας δὲ ἀργοὺς μὲν ταλασίας, ἀσκητικὸν δέ τινα βίον καὶ οὐδαμῶς φαῦλον οὐδʼ εὐτελῆ διαπλέκειν, θεραπείας δὲ καὶ ταμιείας αὖ καὶ παιδοτροφίας εἴς τι μέσον ἀφικνεῖσθαι, τῶν δʼ εἰς τὸν πόλεμον μὴ κοινωνούσας, ὥστε οὐδʼ εἴ τίς ποτε διαμάχεσθαι περὶ πόλεώς τε καὶ παίδων ἀναγκαία τύχη γίγνοιτο, οὔτʼ ἂν τόξων, ὥς τινες Ἀμαζόνες, οὔτʼ ἄλλης κοινωνῆσαί ποτε βολῆς μετὰ τέχνης δυνάμεναι, οὐδὲ ἀσπίδα καὶ δόρυ λαβοῦσαι μιμήσασθαι τὴν θεόν, ὡς πορθουμένης αὐταῖς τῆς πατρίδος γενναίως ἀντιστάσας, φόβον γε, εἰ μηδὲν μεῖζον, πολεμίοισι δύνασθαι παρασχεῖν ἐν τάξει τινὶ κατοφθείσας;
也就是说,女孩子应当共同参与体育和音乐来生活,而妇女们虽然不用从事纺织,但要编织出某种锻炼的、绝非卑俗或廉价的生活,并在服侍、家政管理以及育儿方面达到某种中庸的程度,但完全不参与战争事务,以至于,即使有朝一日发生了为了城邦和孩子而不得不奋战到底的必然命运,她们既不能像某些亚马逊女战士那样,凭借技巧参与弓箭或其它投射武器的使用,也不能拿起盾牌和长枪效法女神,在祖国遭受蹂躏时英勇抵抗,即便做不到更大的事,至少也能通过在某种队列中显露身姿,给敌人带来恐惧?
Σαυρομάτιδας δὲ οὐδʼ ἂν τὸ παράπαν τολμήσειαν μιμήσασθαι τοῦτον τὸν τρόπον διαβιοῦσαι, παρὰ γυναῖκας δὲ αὐτὰς ἄνδρες ἂν αἱ ἐκείνων γυναῖκες φανεῖεν.
而以这种方式度过一生的她们,根本不敢效法萨乌罗马提德斯的妇女,相比于那些妇女,我们的男子反倒显得像妇女了。
ταῦτʼ οὖν ὑμῶν τοὺς νομοθέτας ὁ μὲν βουλόμενος ἐπαινεῖν ἐπαινείτω, τὸ δʼ ἐμὸν οὐκ ἄλλως ἂν λεχθείη·
因此,愿意为了这些事称赞你们立法者的人就去称赞吧,但我的看法不能以其它方式表达:因为立法者必须是完备的,而不能是半吊子的。
τέλεον γὰρ καὶ οὐ διήμισυν δεῖν τὸν νομοθέτην εἶναι, τὸ θῆλυ μὲν ἀφιέντα τρυφᾶν καὶ ἀναλίσκειν διαίταις ἀτάκτως χρώμενον, τοῦ δὲ ἄρρενος ἐπιμεληθέντα, τελέως σχεδὸν εὐδαίμονος ἥμισυ βίου καταλείπειν ἀντὶ διπλασίου τῇ πόλει.
如果他任由女性耽于奢侈、挥霍无度、生活无序,却只精心照料男性,那么他留给城邦的,就只是几乎近于完全幸福生活的一半,而不是双倍。
ΜΕ. τί δράσομεν, ὦ Κλεινία;
梅吉洛斯:克莱尼亚斯,我们该怎么办?
τὸν ξένον ἐάσομεν τὴν Σπάρτην ἡμῖν οὕτω καταδραμεῖν;
难道我们就由着这位陌生人这样对我们的斯巴达进行侵袭吗?
ΚΛ. ναί·
克莱尼亚斯:是的。
δεδομένης γὰρ αὐτῷ παρρησίας ἐατέον, ἕως ἂν διεξέλθωμεν πάντῃ ἱκανῶς τοὺς νόμους.
因为既然已经赋予了他言论自由,就必须由着他,直到我们充分而详尽地审议完所有的法律。
ΜΕ. ὀρθῶς λέγεις.
梅吉洛斯:你说得对。
ΑΘ. οὐκοῦν τὰ μετὰ ταῦτα ἤδη σχεδὸν ἐμὸν πειρᾶσθαι φράζειν;
雅典人:那么,现在试着陈述接下来要说的事情,大约就是我的任务了吧?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚斯:当然如此。
ΑΘ. τίς δὴ τρόπος ἀνθρώποις γίγνοιτʼ ἂν τοῦ βίου, οἷσιν τὰ μὲν ἀναγκαῖα εἴη κατεσκευασμένα μέτρια, τὰ δὲ τῶν τεχνῶν ἄλλοις παραδεδομένα, γεωργίαι δὲ ἐκδεδομέναι δούλοις ἀπαρχὴν τῶν ἐκ τῆς γῆς ἀποτελοῦσιν ἱκανὴν ἀνθρώποις ζῶσι κοσμίως, συσσίτια δὲ κατεσκευασμένα εἴη χωρὶς μὲν τὰ τῶν ἀνδρῶν, ἐγγὺς δʼ ἐχόμενα τὰ τῶν αὐτοῖς οἰκείων, παίδων τε ἅμα θηλειῶν καὶ τῶν μητέρων αὐταῖς,
雅典人:那么,对于这样的人来说,会产生怎样的生活方式呢?
§7.807ΑΘ. ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθʼ ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα σπείσαντας τόν τε ἄρχοντα καὶ τοὺς ἄλλους οἷς ἂν τυγχάνῃ θεοῖς ἡ τότε νύξ τε καὶ ἡμέρα καθιερωμένη, κατὰ ταῦτα οὕτως οἴκαδε πορεύεσθαι;
他们必需的物资已被温和地准备妥当,各种手艺活已移交给其他人,耕作也已交托给奴隶,这些奴隶从土地的产物中向那些生活井然有序的人缴纳足够作为贡赋的收获;而且共同食堂也已建立起来,男子的食堂是分开的,但紧邻其旁则是他们家属的食堂,包括女孩子和她们的母亲,雅典人:并且男女管理人员被指派去解散每天的这所有共同晚餐,在每天观察并看清了共同晚餐的行为举止之后,并且在此之后,在管理者和其余人向当时恰好被奉献了昼夜的神明献祭奠酒之后,便依照这些方式各自回家?
τοῖς δὴ ταύτῃ κεκοσμημένοις ἆρα οὐδὲν λειπόμενόν ἐστιν ἀναγκαῖόν τε ἔργον καὶ παντάπασι προσῆκον, ἀλλʼ ἐν τρόπῳ βοσκήματος ἕκαστον πιαινόμενον αὐτῶν δεῖ ζῆν;
对于如此安排生活的人来说,难道真的没有剩下任何必要且完全适合的工作,反而他们中的每一个人都必须像牲畜一样把自己喂得肥肥胖胖地活着吗?
οὔκουν τό γε δίκαιόν φαμεν οὐδὲ καλόν, οὐδʼ οἷόν τε τὸν ζῶντα οὕτως ἀτυχῆσαι τοῦ προσήκοντος, προσήκει δὲ ἀργῷ καὶ ῥᾳθύμως καταπεπιασμένῳ ζῴῳ σχεδὸν ὑπʼ ἄλλου διαρπασθῆναι ζῴου τῶν σφόδρα τετρυχωμένων μετὰ ἀνδρείας τε ἅμα καὶ τῶν πόνων.
我们当然可以说,这既不公正也不美好,如此生活的人也不可能不失去他所应得的分限;因为对于一只懒散而由于怠惰而长得肥胖的动物来说,差不多注定要被另一只在勇气与劳苦中饱经磨炼的动物所撕碎。
ταῦτα οὖν δὴ διʼ ἀκριβείας μὲν ἱκανῆς, ὡς καὶ νῦν, εἰ ζητοῖμεν ἄν, ἴσως οὐκ ἄν ποτε γένοιτο, μέχριπερ ἂν γυναῖκές τε καὶ παῖδες οἰκήσεις τε ἴδιαι καὶ ἰδίως ἅπαντʼ ᾖ τὰ τοιαῦτα ἑκάστοις ἡμῶν κατεσκευασμένα· τὰ δὲ μετʼ ἐκεῖνʼ αὖ δεύτερα τὰ νῦν λεγόμενα εἰ γίγνοιτο ἡμῖν, γίγνοιτο ἂν καὶ μάλα μετρίως.
因此,如果我们像现在这样,以足够的精确度来寻求这些事,只要妇女、儿童、私人住所以及所有这类事情还是由我们每个人私人所占有和建立,它们大概就永远不会实现;但如果作为仅次于那个理想的第二选择,即我们现在所说的这些事情,能够在我们这里实现,那将是非常适度地实现。
ἔργον δὲ δὴ τοῖς οὕτω ζῶσίν φαμεν οὐ τὸ σμικρότατον οὐδὲ τὸ φαυλότατον λείπεσθαι, μέγιστον δὲ πάντων εἶναι προστεταγμένον ὑπὸ δικαίου νόμου· τοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος, τοῦ Πυθιάδος τε καὶ Ὀλυμπιάδος νίκης ὀρεγομένου, διπλασίας τε καὶ ἔτι πολλῷ πλέονος ἀσχολίας ἐστὶν γέμων ὁ περὶ τὴν τοῦ σώματος πάντως καὶ ψυχῆς εἰς ἀρετῆς ἐπιμέλειαν βίος εἰρημένος ὀρθότατα.
而我们主张,对于如此生活的人来说,留给他们的绝非最微小、最微不足道的工作,而是由公正的法律所规定的、在所有工作中最伟大的工作;因为相比于那为生活中所有其它工作准备了全部忙碌、或渴望在皮托竞技会或奥林匹亚竞技会中获得胜利的生活,关于为了美德而对身体和灵魂进行全然照料的、被最正确地叙述的生活,其所充满的忙碌是其双倍、甚至还要多得多。
πάρεργον γὰρ οὐδὲν δεῖ τῶν ἄλλων ἔργων διακώλυμα γίγνεσθαι τῶν τῷ σώματι προσηκόντων εἰς ἀπόδοσιν πόνων καὶ τροφῆς, οὐδʼ αὖ ψυχῇ μαθημάτων τε καὶ ἐθῶν, πᾶσα δὲ νύξ τε καὶ ἡμέρα σχεδὸν οὐκ ἔστιν ἱκανὴ τοῦτʼ αὐτὸ πράττοντι τὸ τέλεόν τε καὶ ἱκανὸν αὐτῶν ἐκλαμβάνειν·
因为其它任何副业都不应成为阻碍,去防碍身体获得其应得的锻炼与营养,也不应防碍灵魂获得其应得的学习与习惯;对于致力于这一事业的人来说,几乎整夜整日都不足以让他们从中获得完美而充分的成果。
οὕτω δὴ τούτων πεφυκότων, τάξιν δεῖ γίγνεσθαι πᾶσιν τοῖς ἐλευθέροις τῆς διατριβῆς περὶ τὸν χρόνον ἅπαντα, σχεδὸν ἀρξάμενον ἐξ ἕω μέχρι τῆς ἑτέρας ἀεὶ συνεχῶς ἕω τε καὶ ἡλίου ἀνατολῆς.
既然这些事情的性质如此,就必须为所有的自由人制定在全部时间里的活动秩序,这秩序几乎是从黎明开始,一直连续不断地持续到第二天的黎明和日出。
πολλὰ μὲν οὖν καὶ πυκνὰ καὶ σμικρὰ λέγων ἄν τις νομοθέτης ἀσχήμων φαίνοιτο περὶ τῶν κατʼ οἰκίαν διοικήσεων, τά τε ἄλλα καὶ ὅσα νύκτωρ ἀυπνίας πέρι πρέπει τοῖς μέλλουσιν διὰ τέλους φυλάξειν πᾶσαν πόλιν ἀκριβῶς.
因此,如果一个立法者针对家庭管理的细节说出许多、频繁而细小的话,会显得有失体统,尤其是关于其它事情以及在夜间不眠方面、对于那些将要始终精确守护整个城邦的人来说所合宜的事情。