§7.801ΑΘ. εὐφημία, καὶ δὴ καὶ τὸ τῆς ᾠδῆς γένος εὔφημον ἡμῖν πάντῃ πάντως ὑπαρχέτω;
雅典人:避开不祥之言,并且特别是,歌的种类在任何方面和任何手段上都必须对我们来说是吉利的?
ἢ μηδὲν ἐπανερωτῶ, τιθῶ δὲ τοῦτο οὕτως;
还是我无需再问,就这样确立它?
ΚΛ. παντάπασι μὲν οὖν τίθει· νικᾷ γὰρ πάσαισι ταῖς ψήφοις οὗτος ὁ νόμος.
克莱尼亚斯:完全应当这样确立;因为这项法律赢得了所有的选票。
ΑΘ. τίς δὴ μετʼ εὐφημίαν δεύτερος ἂν εἴη νόμος μουσικῆς;
雅典人:那么,在避开不祥之言之后,音乐的第二条法律应该是什么?
ἆρʼ οὐκ εὐχὰς εἶναι τοῖς θεοῖς οἷς θύομεν ἑκάστοτε;
不就是向我们每次献祭的神明祈祷吗?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚斯:当然会。
ΑΘ. τρίτος δʼ οἶμαι νόμος, ὅτι γνόντας δεῖ τοὺς ποιητὰς ὡς εὐχαὶ παρὰ θεῶν αἰτήσεις εἰσίν, δεῖ δὴ τὸν νοῦν αὐτοὺς σφόδρα προσέχειν μή ποτε λάθωσιν κακὸν ὡς ἀγαθὸν αἰτούμενοι· γελοῖον γὰρ δὴ τὸ πάθος οἶμαι τοῦτʼ ἂν γίγνοιτο, εὐχῆς τοιαύτης γενομένης.
雅典人:我认为第三条法律是:诗人们应当认识到祈祷是对神明的请求,他们必须极其留心,以免在不知不觉中把坏事当作好事来请求;因为我认为,如果作了这样的祈祷,那种境遇确实会变得很荒谬。
ΚΛ. τί μήν;
克莱尼亚斯:当然。
ΑΘ. οὐκοῦν ἡμεῖς ἔμπροσθεν σμικρὸν τῷ λόγῳ ἐπείσθημεν ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἐν πόλει ἱδρυμένον ἐνοικεῖν;
雅典人:那么,我们刚才不是在讨论中说服了自己,认为既不应当让白银的财富也不应当让黄金的财富被安置在城邦中居住吗?
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚斯:确实如此。
ΑΘ. τίνος οὖν ποτε παράδειγμα εἰρῆσθαι φῶμεν τοῦτον τὸν λόγον;
雅典人:那么,我们应该说这个讨论是作为什么的例子而被提及的呢?
ἆρʼ οὐ τοῦδε, ὅτι τὸ τῶν ποιητῶν γένος οὐ πᾶν ἱκανόν ἐστι γιγνώσκειν σφόδρα τά τε ἀγαθὰ καὶ μή;
不就是为了说明:诗人们这一群体并非所有人都极其有能力去辨别什么是好的,什么不是好的吗?
ποιήσας οὖν δήπου τὶς ποιητὴς ῥήμασιν ἢ καὶ κατὰ μέλος τοῦτο ἡμαρτημένον, εὐχὰς οὐκ ὀρθάς, ἡμῖν τοὺς πολίτας περὶ τῶν μεγίστων εὔχεσθαι τἀναντία ποιήσει· καίτοι τούτου, καθάπερ ἐλέγομεν, οὐ πολλὰ ἁμαρτήματα ἀνευρήσομεν μείζω.
因此,如果某个诗人无疑在言词或旋律中犯了这个错误,作出了不正确的祈祷,他就会让我们的公民在最重要的事情上作相反的祈祷;然而,正如我们所说,我们找不到比这更大的许多错误。
θῶμεν δὴ καὶ τοῦτον τῶν περὶ μοῦσαν νόμων καὶ τύπων ἕνα;
那么,我们是否也把这也确立为关于缪斯(音乐)的法律和规范之一呢?
ΚΛ. τίνα;
克莱尼亚斯:是哪一个方案?
σαφέστερον εἰπὲ ἡμῖν.
请跟我们说得更清楚些。
ΑΘ. τὸν ποιητὴν παρὰ τὰ τῆς πόλεως νόμιμα καὶ δίκαια ἢ καλὰ ἢ ἀγαθὰ μηδὲν ποιεῖν ἄλλο, τὰ δὲ ποιηθέντα μὴ ἐξεῖναι τῶν ἰδιωτῶν μηδενὶ πρότερον δεικνύναι, πρὶν ἂν αὐτοῖς τοῖς περὶ ταῦτα ἀποδεδειγμένοις κριταῖς καὶ τοῖς νομοφύλαξιν δειχθῇ καὶ ἀρέσῃ· σχεδὸν δὲ ἀποδεδειγμένοι εἰσὶν ἡμῖν οὓς εἱλόμεθα νομοθέτας περὶ τὰ μουσικὰ καὶ τὸν τῆς παιδείας ἐπιμελητήν.
雅典人:即:诗人的创作不得违反城邦的规矩、正义、美丽或善良,而在创作出来的作品向专门为此任命的裁判官及法守护者展示并获得批准之前,任何私人均不得将其展示给任何人;而我们为音乐选出的立法者以及教育主管,对我们而言几乎就是被任命的这些裁判官。
τί οὖν;
那么如何?
ὃ πολλάκις ἐρωτῶ, κείσθω νόμος ἡμῖν καὶ τύπος ἐκμαγεῖόν τε τρίτον τοῦτο;
正如我经常问的,这是否应当被确定为我们的法律、规范以及第三个模具?
ἢ πῶς δοκεῖ;
或者你觉得怎样?
ΚΛ. κείσθω· τί μήν;
克莱尼亚斯:确定吧,当然。
ΑΘ. μετά γε μὴν ταῦτα ὕμνοι θεῶν καὶ ἐγκώμια κεκοινωνημένα εὐχαῖς ᾄδοιτʼ ἂν ὀρθότατα, καὶ μετὰ θεοὺς ὡσαύτως περὶ δαίμονάς τε καὶ ἥρωας μετʼ ἐγκωμίων εὐχαὶ γίγνοιντʼ ἂν τούτοις πᾶσιν πρέπουσαι.
雅典人:此外,在这些之后,对神明的赞歌以及与祈祷相结合的颂词将最正确地被唱出;而在神明之后,同样,针对神灵(达蒙)和英雄,应当伴随着颂词向所有这些存在作合适的祈祷。
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚斯:当然。
ΑΘ. μετά γε μὴν ταῦτʼ ἤδη νόμος ἄνευ φθόνων εὐθὺς γίγνοιτʼ ἂν ὅδε· τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου, κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.
雅典人:此外,在这些之后,应该立即制定这样一条不带嫉妒的法律:对于那些已经走到生命尽头的公民,凡是在身体上或在灵魂上完成了美好而艰辛的事业,并且顺从法律的人,他们获得颂扬是合适的。
ΚΛ. πῶς δʼ οὔ;
克莱尼亚斯:当然。