§7.797ΑΘ. ἀκούσατε δέ μου, προακηκοότες μὲν καὶ ἐν τοῖς πρόσθεν· ὅμως δὲ τό γε σφόδρα ἄτοπον καὶ ἄηθες διευλαβεῖσθαι δεῖ λέγοντα καὶ ἀκούοντα, καὶ δὴ καὶ νῦν.
ATH.:但是,尽管你们以前也听过,还是请听我说;然而,对于极其怪异和不寻常的事情,说话者和听话者都必须格外警惕,尤其是现在。
ἐρῶ μὲν γὰρ ἐγὼ λόγον οὐκ ἄφοβον εἰπεῖν, ὅμως δέ πῃ θαρρήσας οὐκ ἀποστήσομαι.
因为我要说的话,说起来并非没有恐惧,但我还是会鼓起勇气,绝不退缩。
ΚΛ. τίνα δὴ τοῦτον, ὦ ξένε, λέγεις;
CL.:外邦人啊,你说的这究竟是什么话?
ΑΘ. φημὶ κατὰ πάσας πόλεις τὸ τῶν παιδιῶν γένος ἠγνοῆσθαι σύμπασιν ὅτι κυριώτατόν ἐστι περὶ θέσεως νόμων, ἢ μονίμους εἶναι τοὺς τεθέντας ἢ μή.
ATH.:我是说,在所有的城邦中,大家都完全忽视了儿童的游戏类型在立法方面具有最决定性的意义,即关乎所制定的法律是否能保持稳定。
ταχθὲν μὲν γὰρ αὐτὸ καὶ μετασχὸν τοῦ τὰ αὐτὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ τοὺς αὐτοὺς παίζειν τε καὶ εὐθυμεῖσθαι τοῖς αὐτοῖς παιγνίοις, ἐᾷ καὶ τὰ σπουδῇ κείμενα νόμιμα μένειν ἡσυχῇ, κινούμενα δὲ τὰ αὐτὰ καὶ καινοτομούμενα, μεταβολαῖς τε ἄλλαις ἀεὶ χρώμενα, καὶ μηδέποτε ταὐτὰ φίλα προσαγορευόντων τῶν νέων, μήτʼ ἐν σχήμασιν τοῖς τῶν αὑτῶν σωμάτων μήτε ἐν τοῖς ἄλλοις σκεύεσιν ὁμολογουμένως αὐτοῖς ἀεὶ κεῖσθαι τό τʼ εὔσχημον καὶ ἄσχημον, ἀλλὰ τόν τι νέον ἀεὶ καινοτομοῦντα καὶ εἰσφέροντα τῶν εἰωθότων ἕτερον κατά τε σχήματα καὶ χρώματα καὶ πάντα ὅσα τοιαῦτα, τοῦτον τιμᾶσθαι διαφερόντως, τούτου πόλει λώβην οὐκ εἶναι μείζω φαῖμεν ἂν ὀρθότατα λέγοντες·
因为,当游戏被规范,并且同样的儿童在同样的游戏中以同样的方式、同样地玩耍,并乐于同样的玩具时,它也使得那些严肃制定的法律得以平稳维持;但如果这些游戏被扰乱和创新,并始终进行着其他的改变,年轻人对同样的东西绝不称其为可爱,而且在他们自己身体的姿态或其他的装备上,对于什么是优美、什么是丑陋,他们之间始终没有一致的共识,而是那些在姿态、色彩及所有类似的事情上,总是创新并引入不同于习惯的新事物的人,得到了特别的尊崇——我们要是最正确地说,就会说对城邦而言没有比这更大的祸害了。
λανθάνειν γὰρ τῶν νέων τὰ ἤθη μεθιστάντα καὶ ποιεῖν τὸ μὲν ἀρχαῖον παρʼ αὐτοῖς ἄτιμον, τὸ δὲ νέον ἔντιμον.
因为这在不知不觉中改变了年轻人的品性,使古老的东西在他们中间变得不受尊重,而新的东西变得受人尊重。
τούτου δὲ πάλιν αὖ λέγω τοῦ τε ῥήματος καὶ τοῦ δόγματος οὐκ εἶναι ζημίαν μείζω πάσαις πόλεσιν· ἀκούσατε δὲ ὅσον φημὶ αὔτʼ εἶναι κακόν.
我再次声称,对于所有的城邦而言,没有比这种说法和见解更大的损害了;请听我说它究竟是多大的邪恶。
ΚΛ. ἦ τὸ ψέγεσθαι τὴν ἀρχαιότητα λέγεις ἐν ταῖς πόλεσιν;
CL.:你是指在城邦中对古老事物的非难吗?
ΑΘ. πάνυ μὲν οὖν.
ATH.:正是如此。
ΚΛ. οὐ φαύλους τοίνυν ἡμᾶς ἂν ἀκροατὰς πρὸς αὐτὸν τὸν λόγον ἔχοις ἂν τοῦτον, ἀλλʼ ὡς δυνατὸν εὐμενεστάτους.
CL.:那么,对于你的这番话,你不会发现我们是糟糕的听众,而会是尽可能和善的听众。
ΑΘ. εἰκὸς γοῦν.
ATH.:确实如此。
ΚΛ. λέγε μόνον.
CL.:请讲便是。
ΑΘ. ἴτε δή, μειζόνως αὐτὸν ἀκούσωμέν τε ἡμῶν αὐτῶν καὶ πρὸς ἀλλήλους οὕτως εἴπωμεν.
ATH.:来吧,让我们比听我们自己的话更热心地倾听,并像这样相互探讨。
μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν ἐν ὥραις πάσαις, ἐν πνεύμασιν, ἐν διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μέν, τοῖς δʼ οὔ, πλήν, ὅτιπερ εἶπον νυνδή, κακοῖς·
因为我们会发现,除了邪恶的事物之外,一切事物的改变都是极度危险的,无论是在所有的季节、在风中、在身体的养生中、在灵魂的品性中,可以说,除我刚才说过的邪恶事物外,不存在对某些事物适用而对其他事物不适用的情况。
ὥστε, εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις, πᾶσι δʼ αὖ ποτοῖς καὶ πόνοις συνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπʼ αὐτῶν, ἔπειτʼ ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ συνήθη καὶ γνώριμα γενόμενα ἁπάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγίειαν ἄριστα διάγει,
因此,如果有人观察身体,就会发现它们如何适应所有的食物、所有的饮料以及劳动,虽然起初被它们所扰乱,但后来经过一段时间,正是从这些东西中长出了适应它们的肉体,并对这整套养生方式变得亲和、习惯和熟悉,从而在快乐与健康方面过着最好的生活,