§7.796ΑΘ. καὶ δὴ τά γε κατὰ πάλην ἃ μὲν Ἀνταῖος ἢ Κερκύων ἐν τέχναις ἑαυτῶν συνεστήσαντο φιλονικίας ἀχρήστου χάριν, ἢ πυγμῆς Ἐπειὸς ἢ Ἄμυκος, οὐδὲν χρήσιμα ἐπὶ πολέμου κοινωνίαν ὄντα, οὐκ ἄξια λόγῳ κοσμεῖν· τὰ δὲ ἀπʼ ὀρθῆς πάλης, ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονικίας τε καὶ καταστάσεως διαπονούμενα μετʼ εὐσχήμονος ῥώμης τε καὶ ὑγιείας ἕνεκα, ταῦτʼ εἰς πάντα ὄντα χρήσιμα οὐ παρετέον, ἀλλὰ προστακτέον μαθηταῖς τε ἅμα καὶ τοῖς διδάξουσιν, ὅταν ἐνταῦθʼ ὦμεν τῶν νόμων, τοῖς μὲν πάντα τὰ τοιαῦτα εὐμενῶς δωρεῖσθαι, τοῖς δὲ παραλαμβάνειν ἐν χάρισιν.
ATH.:至于摔跤,那些安泰俄斯或刻耳库翁为了无谓的争胜心而在他们自己的技艺中创立的东西,或者至于拳击,埃佩奥斯或阿米科斯所创立的东西,因为对战争中的合作毫无用处,所以不值得用言语来加以粉饰;但至于直立摔跤,即源于颈部、双手和肋部的摆脱,并伴随着争胜心和稳健姿态、为了优美的力量与健康而进行的刻苦训练,由于这些对一切都非常有用,因而决不能忽略,而必须要求学习者以及那些将要教授他们的人,当我们处于法律的这一阶段时,后者要宽厚地传授所有这些,前者则要怀着感激之情来接受。
οὐδʼ ὅσα ἐν τοῖς χοροῖς ἐστιν αὖ μιμήματα προσήκοντα μιμεῖσθαι παρετέον, κατὰ μὲν τὸν τόπον τόνδε Κουρήτων ἐνόπλια παίγνια, κατὰ δὲ Λακεδαίμονα Διοσκόρων.
此外,舞游中凡是适宜模仿的模仿活动,也决不能忽略,在此地是库雷特斯人的武装游玩,而在拉刻代蒙则是迪奥斯库洛伊人的武装游玩。
ἡ δὲ αὖ που παρʼ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα, οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας, τὴν τῆς θεοῦ χάριν τιμῶντας, πολέμου τʼ ἐν χρείᾳ καὶ ἑορτῶν ἕνεκα.
另外,我们那里的那位处女和女主人,因对舞游的娱乐感到喜悦,认为不应当赤手空拳地戏耍,而是披戴着整套盔甲,以此来跳完她的舞蹈;这些事情确实完全适合少男和少女们去模仿,以敬重女神的恩泽,无论是在战争的实用中还是为了节日。
τοῖς δέ που παισὶν εὐθύς τε καὶ ὅσον ἂν χρόνον μήπω εἰς πόλεμον ἴωσιν, πᾶσι θεοῖς προσόδους τε καὶ πομπὰς ποιουμένους μεθʼ ὅπλων τε καὶ ἵππων ἀεὶ κοσμεῖσθαι δέον ἂν εἴη, θάττους τε καὶ βραδυτέρας ἐν ὀρχήσεσι καὶ ἐν πορείᾳ τὰς ἱκετείας ποιουμένους πρὸς θεούς τε καὶ θεῶν παῖδας.
至于孩子们,应当立刻,并且在他们还未走向战场的所有时间里,在向所有的神明举行祭扫和游行时,都必须始终佩戴武器、骑着马匹来装点自己,在舞蹈和行进中,向神明及其子嗣献上时快时慢的祈求。
καὶ ἀγῶνας δὴ καὶ προαγῶνας, εἴ τινων, οὐκ ἄλλων ἢ τούτων ἕνεκα προαγωνιστέον· οὗτοι γὰρ καὶ ἐν εἰρήνῃ καὶ κατὰ πόλεμον χρήσιμοι εἴς τε πολιτείαν καὶ ἰδίους οἴκους, οἱ δὲ ἄλλοι πόνοι τε καὶ παιδιαὶ καὶ σπουδαὶ κατὰ σώματα οὐκ ἐλευθέρων, ὦ Μέγιλλέ τε καὶ Κλεινία.
而且,竞技和预备竞技,如果有的话,决不应为了其他目的,而必须仅为了这些目的而进行竞争;因为这些无论在和平时期还是在战争中,对于国家和个人家庭都是有用的,而至于其他关于身体的辛劳、游玩和认真追求,都不是自由人所应有的,梅吉洛斯和克莱尼亚斯啊。
ἣν εἶπον γυμναστικὴν ἐν τοῖς πρώτοις λόγοις ὅτι δέοι διεξελθεῖν, σχεδὸν δὴ διελήλυθα τὰ νῦν, καὶ ἔσθʼ αὕτη παντελής· εἰ δέ τινα ταύτης ὑμεῖς ἔχετε βελτίω, θέντες εἰς κοινὸν λέγετε.
我在最初的讨论中说应当详细阐述的体育,现在差不多已经阐述完了,而且这是完整的;但如果你们有比这更好的,请提出来供大家共同讨论。
ΚΛ. οὐ ῥᾴδιον, ὦ ξένε, παρέντας ταῦτα ἄλλα ἔχειν βελτίω τούτων περὶ γυμναστικῆς ἅμα καὶ ἀγωνίας εἰπεῖν.
CL.:外邦人啊,若置这些于不顾,要就体育和竞技说出比这些更好的其他话来,绝非易事。
ΑΘ. τὸ τοίνυν τούτοις ἑξῆς περὶ τὰ τῶν Μουσῶν τε καὶ Ἀπόλλωνος δῶρα, τότε μέν, ὡς ἅπαντα εἰρηκότες, ᾠόμεθα καταλείπειν μόνα τὰ περὶ γυμναστικῆς· νῦν δʼ ἔστιν δῆλα ἅ τʼ ἐστὶν καὶ ὅτι πρῶτα πᾶσιν ῥητέα.
ATH.:那么,接下来的事情,即关于缪斯和阿波罗的礼物:当时我们以为自己已经说完了所有的事情,只留下了关于体育的事情;但现在它们是什么以及它们必须首先对所有人说清楚,已经很明显了。
λέγωμεν τοίνυν ἑξῆς αὐτά.
那么,接下来我们就谈谈这些。
ΚΛ. πάνυ μὲν οὖν λεκτέον.
CL.:当然应该说。