Humanitext Reader

柏拉图 · 法律篇 §7.795

双手兼用的重要性与体育中舞蹈与摔跤的分类

第 90 段,共 186 段 · 希腊语

内容简介

雅典异乡人以斯基泰人为例,阐述了训练双手均衡使用的必要性,并指明了教育中体育(舞游和摔跤)的分类。

§7.795ΑΘ. ἐν ὅσοις μὲν γὰρ τῶν ἔργων μὴ μέγα διαφέρει, λύρᾳ μὲν ἐν ἀριστερᾷ χρώμενον, πλήκτρῳ δὲ ἐν δεξιᾷ, πρᾶγμα οὐδέν, καὶ ὅσα τοιαῦτα· τούτοις δὲ παραδείγμασι χρώμενον καὶ εἰς ἄλλα μὴ δέον οὕτω χρῆσθαι σχεδὸν ἄνοια.
ATH.:因为在那些没有极大差异的活动中,比如左手执琴、右手执拨,以及所有此类事情,并无大碍;但是将这些作为先例,并应用到不应该这样做的其他事情上,几乎就是愚蠢。
ἔδειξεν δὲ ταῦτα ὁ τῶν Σκυθῶν νόμος, οὐκ ἐν ἀριστερᾷ μὲν τόξον ἀπάγων, ἐν δεξιᾷ δὲ οἰστὸν προσαγόμενος μόνον, ἀλλʼ ὁμοίως ἑκατέροις ἐπʼ ἀμφότερα χρώμενος·
斯基泰人的习惯证明了这一点,他们不仅用左手拉弓、右手搭箭,而且两手同样用于这两个动作。
πάμπολλα δʼ ἕτερα τοιαῦτα παραδείγματα ἐν ἡνιοχείαις τέ ἐστι καὶ ἐν ἑτέροις, ἐν οἷσιν μαθεῖν δυνατὸν ὅτι παρὰ φύσιν κατασκευάζουσιν οἱ ἀριστερὰ δεξιῶν ἀσθενέστερα κατασκευάζοντες.
在驾车和其他许多事情中也有极多此类先例,在这些先例中我们可以了解到,那些使左手比右手软弱的人,是在违背自然地塑造身体。
ταῦτα δʼ, ὅπερ εἴπομεν, ἐν μὲν κερατίνοις πλήκτροις καὶ ἐν ὀργάνοις τοιούτοις οὐδὲν μέγα· σιδηροῖς δʼ εἰς τὸν πόλεμον ὅταν δέῃ χρῆσθαι, μέγα διαφέρει, καὶ τόξοις καὶ ἀκοντίοις καὶ ἑκάστοις τούτων, πολὺ δὲ μέγιστον, ὅταν ὅπλοις δέῃ πρὸς ὅπλα χρῆσθαι.
正如我们所说,这些事情在角质拨子和此类乐器中并没有什么大不了的;但当需要在战争中使用铁制武器时——无论是弓、枪还是其中任何一种——就会产生极大的差异,而当需要兵刃相接时,差异是绝对最大的。
διαφέρει δὲ πάμπολυ μαθὼν μὴ μαθόντος καὶ ὁ γυμνασάμενος τοῦ μὴ γεγυμνασμένου.
而且,学过的人与没学过的人、训练过的人与没训练过的人之间差异极大。
καθάπερ γὰρ ὁ τελέως παγκράτιον ἠσκηκὼς ἢ πυγμὴν ἢ πάλην οὐκ ἀπὸ μὲν τῶν ἀριστερῶν ἀδύνατός ἐστι μάχεσθαι, χωλαίνει δὲ καὶ ἐφέλκεται πλημμελῶν, ὁπόταν αὐτόν τις μεταβιβάζων ἐπὶ θάτερα ἀναγκάζῃ διαπονεῖν, ταὐτὸν δὴ τοῦτʼ, οἶμαι, καὶ ἐν ὅπλοις καὶ ἐν τοῖς ἄλλοις πᾶσι χρὴ προσδοκᾶν ὀρθόν, ὅτι τὸν διττὰ δεῖ κεκτημένον, οἷς ἀμύνοιτό τʼ ἂν καὶ ἐπιτιθεῖτο ἄλλοις, μηδὲν ἀργὸν τούτων μηδὲ ἀνεπιστῆμον ἐᾶν εἶναι κατὰ δύναμιν·
因为正如一个完美练习过角力、拳击或摔跤的人,并不会因为换到左侧就无法战斗,也不会在有人将他转移到另一侧并强迫他用力时,因失调而跛行并笨拙地拖拽身体;同样,我认为在武器和所有其他事情中也必须期待这是正确的:也就是说,拥有双重手段(双手)以自卫和攻击他人的人,必须尽最大可能,不让其中任何一个闲置或不熟练。
Γηρυόνου δέ γε εἴ τις φύσιν ἔχων ἢ καὶ τὴν Βριάρεω φύοιτο, ταῖς ἑκατὸν χερσὶν ἑκατὸν δεῖ βέλη ῥίπτειν δυνατὸν εἶναι.
如果有人具有格律翁的天性,甚至像布里阿瑞俄斯那样出生,他应该能够用他的百只手投掷百枚投掷物。
τούτων δὴ πάντων τὴν ἐπιμέλειαν ἀρχούσαις τε καὶ ἄρχουσι δεῖ γίγνεσθαι, ταῖς μὲν ἐν παιδιαῖς τε καὶ τροφαῖς ἐπισκόποις γιγνομέναις, τοῖς δὲ περὶ μαθήματα, ὅπως ἀρτίποδές τε καὶ ἀρτίχειρες πάντες τε καὶ πᾶσαι γιγνόμενοι, μηδὲν τοῖς ἔθεσιν ἀποβλάπτωσι τὰς φύσεις εἰς τὸ δυνατόν.
对于这一切,女统治者和男统治者们必须予以关注,女统治者作为游戏和抚养的监督者,男统治者则负责学习,以便所有的男孩和女孩都变得手足健全,尽可能不让习惯损害了天性。
τὰ δὲ μαθήματά που διττά, ὥς γʼ εἰπεῖν, χρήσασθαι συμβαίνοι ἄν, τὰ μὲν ὅσα περὶ τὸ σῶμα γυμναστικῆς, τὰ δʼ εὐψυχίας χάριν μουσικῆς.
而学习大概可以分为两类,一类是关于身体的体育,另一类是为了灵魂的健全而设的文艺。
τὰ δὲ γυμναστικῆς αὖ δύο, τὸ μὲν ὄρχησις, τὸ δὲ πάλη.
而体育又分为两部分,一是舞游,二是摔跤。
τῆς ὀρχήσεως δὲ ἄλλη μὲν Μούσης λέξιν μιμουμένων, τό τε μεγαλοπρεπὲς φυλάττοντας ἅμα καὶ ἐλεύθερον, ἄλλη δέ, εὐεξίας ἐλαφρότητός τε ἕνεκα καὶ κάλλους, τῶν τοῦ σώματος αὐτοῦ μελῶν καὶ μερῶν τὸ προσῆκον καμπῆς τε καὶ ἐκτάσεως, καὶ ἀποδιδομένης ἑκάστοις αὐτοῖς αὑτῶν εὐρύθμου κινήσεως, διασπειρομένης ἅμα καὶ συνακολουθούσης εἰς πᾶσαν τὴν ὄρχησιν ἱκανῶς.
在舞游中,一种是模仿缪斯的言语,同时保持高雅与自由,另一种是为了健康、敏捷和美,使身体本身的手足和各部分得到适当的屈曲和伸展,并使它们各自呈现出协调的节奏运动,这种运动在分散的同时又充分伴随着整个舞游。

词汇与语法注释

  1. 795aοὐκ ἐν ἀριστερᾷ μὲν τόξον ἀπάγων, ἐν δεξιᾷ δὲ οἰστὸν προσαγόμενος μόνον — 分词短语 `ἀπάγων` 和 `προσαγόμενος` 是与主语 `ὁ τῶν Σκυθῶν νόμος`(拟人化的“斯基泰人的习惯”)一致的主格分词。这里通过对比仅用单手进行弓箭特定动作的做法,强调了斯基泰人训练双手均衡使用的习惯(即左右开弓)。
  2. 795bδιαφέρει δὲ πάμπολυ μαθὼν μὴ μαθόντος — `μαθών`(学过的人,主格分词)与 `μὴ μαθόντος`(没学过的人,属格分词)通过比较属格(genitive of comparison)进行对比。尽管主语与属格宾语之间的格不对称,但动词 `διαφέρει`(不同、优于)因具有比较含义而直接支配属格。
  3. 795eτῆς ὀρχήσεως δὲ ἄλλη μὲν Μούσης λέξιν μιμουμένων — `μιμουμένων` 是复数属格现在分词,其功能是修饰一个未明言的名词(如 `τῶν 乘χουμένων` “跳舞者们”),或作为所有/所属属格(“那些模仿者的[舞游]”)。它与主句的 `ἄλλη μὲν`(其中一种舞游)相对应。

引用这一段

柏拉图, 法律篇 §7.795. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.795

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。