§7.792ΑΘ. οὐκοῦν αἱ τροφοὶ σκοποῦσαι τίνος ἐπιθυμεῖ, τούτοις αὐτοῖς ἐν τῇ προσφορᾷ τεκμαίρονται· οὗ μὲν γὰρ ἂν προσφερομένου σιγᾷ, καλῶς οἴονται προσφέρειν, οὗ δʼ ἂν κλάῃ καὶ βοᾷ, οὐ καλῶς.
ATH.:因此,乳母们观察他想要什么,便在给予这些 ¦792a| 东西的过程中,正是通过这些来推测:因为当某样东西被提供而他保持沉默时,她们便认为给得对;而当他哭喊时,便认为给得不对。
τοῖς δὴ παιδίοις τὸ δήλωμα ὧν ἐρᾷ καὶ μισεῖ κλαυμοναὶ καὶ βοαί, σημεῖα οὐδαμῶς εὐτυχῆ·
的确,对孩子们来说,表明他们所爱与所恨的是哭泣和叫喊,这绝不是吉利的兆候。
ἔστιν δὲ ὁ χρόνος οὗτος τριῶν οὐκ ἐλάττων ἐτῶν, μόριον οὐ σμικρὸν τοῦ βίου διαγαγεῖν χεῖρον ἢ μὴ χεῖρον.
而这段时间不少于三年,是人一生中不小的一部分,用来度过得更糟还是不那么糟。
ΚΛ. ὀρθῶς λέγεις.
CLIN.:您说得对。
ΑΘ. ὁ δὴ δύσκολος οὐδαμῶς τε ἵλεως ἆρʼ οὐ δοκεῖ σφῷν θρηνώδης τε εἶναι καὶ ὀδυρμῶν ὡς ἐπὶ τὸ πολὺ πλήρης μᾶλλον ἢ χρεών ἐστιν τὸν ἀγαθόν;
ATH.:那么,那个脾气暴躁、绝不温和的人,在你们两位看来, ¦792b| 难道不显得更容易哀叹,并且大体上比一个好人所应当的更充满了怨恨吗?
ΚΛ. ἐμοὶ γοῦν δοκεῖ.
CLIN.:至少在我看来是如此。
ΑΘ. τί οὖν;
ATH.:那么,怎么样?
εἴ τις τὰ τρίʼ ἔτη πειρῷτο πᾶσαν μηχανὴν προσφέρων ὅπως τὸ τρεφόμενον ἡμῖν ὡς ὀλιγίστῃ προσχρήσεται ἀλγηδόνι καὶ φόβοις καὶ λύπῃ πάσῃ κατὰ δύναμιν, ἆρʼ οὐκ οἰόμεθα εὔθυμον μᾶλλόν τε καὶ ἵλεων ἀπεργάζεσθαι τηνικαῦτα τὴν ψυχὴν τοῦ τρεφομένου;
如果有人在这三年里,用尽一切办法,使我们所抚养的孩子尽可能少地经历痛苦、恐惧和一切忧伤,难道我们不认为,那时我们就能使这个被抚养之人的灵魂变得更加愉快和温和吗?
ΚΛ. δῆλον δή, καὶ μάλιστά γʼ ἄν, ὦ ξένε, εἴ τις πολλὰς ἡδονὰς αὐτῷ παρασκευάζοι.
CLIN.:这很显然,而且特别是,异乡人,如果有人为他准备许多 ¦792c| 快乐的话,更是如此。
ΑΘ. τοῦτʼ οὐκέτʼ ἂν ἐγὼ Κλεινίᾳ συνακολουθήσαιμʼ ἄν, ὦ θαυμάσιε.
ATH.:在这点上,我可不能再赞同克兰尼亚了,我那令人敬慕的朋友。
ἔστιν γὰρ οὖν ἡμῖν ἡ τοιαύτη πρᾶξις διαφθορὰ μεγίστη πασῶν· ἐν ἀρχῇ γὰρ γίγνεται ἑκάστοτε τροφῆς.
因为事实上,这种做法对我们来说是所有败坏中最大的一种:因为它每次都发生在抚养的最初阶段。
ὁρῶμεν δὲ εἴ τι λέγομεν.
让我们看看我们说的话是否有道理。
ΚΛ. λέγε τί φῄς.
CLIN.:请说出您的意思。
ΑΘ. οὐ σμικροῦ πέρι νῦν εἶναι νῷν τὸν λόγον.
ATH.:我们现在的讨论绝非关于小事。
ὅρα δὲ καὶ σύ, συνεπίκρινέ τε ἡμᾶς, ὦ Μέγιλλε.
梅吉洛斯啊,你也要看着,并和我们一起评判。
ὁ μὲν γὰρ ἐμὸς δὴ λόγος οὔθʼ ἡδονάς φησι δεῖν διώκειν τὸν ὀρθὸν βίον οὔτʼ αὖ τὸ παράπαν φεύγειν τὰς λύπας, ἀλλʼ αὐτὸ ἀσπάζεσθαι τὸ μέσον, ὃ νυνδὴ προσεῖπον ὡς ἵλεων ὀνομάσας, ἣν δὴ διάθεσιν καὶ θεοῦ κατά τινα μαντείας φήμην εὐστόχως πάντες προσαγορεύομεν.
因为我的论点是,正确的生命既不应该追求快乐,也不应该 ¦792d| 完全逃避痛苦,而应当拥抱两者的中间状态,即我刚才称之为“温和”的状态,依据某种神谕的传说,我们所有人都恰切地称这种状态也属于神。
ταύτην τὴν ἕξιν διώκειν φημὶ δεῖν ἡμῶν καὶ τὸν μέλλοντα ἔσεσθαι θεῖον, μήτʼ οὖν αὐτὸν προπετῆ πρὸς τὰς ἡδονὰς γιγνόμενον ὅλως, ὡς οὐδʼ ἐκτὸς λυπῶν ἐσόμενον, μήτε ἄλλον, γέροντα ἢ νέον, ἐᾶν πάσχειν ταὐτὸν τοῦθʼ ἡμῖν, ἄρρενα ἢ θῆλυν, ἁπάντων δὲ ἥκιστα εἰς δύναμιν τὸν ἀρτίως νεογενῆ· κυριώτατον γὰρ οὖν ἐμφύεται πᾶσι τότε τὸ πᾶν ἦθος διὰ ἔθος.
我说,我们当中想要变得神圣的人,也必须追求这种状态:他自己既不要变得对快乐完全不顾一切(因为他也不会置身于痛苦之外),也不要允许其他人,无论老少,无论男女,在我们当中遭受同样的境遇,尤其是要尽可能避免让 ¦792e| 新生的幼儿遭受这一切;因为在那个时候,通过习惯,整个人格最决定性地在所有人身上生根发芽。
ἔτι δʼ ἔγωγʼ, εἰ μὴ μέλλοιμι δόξειν παίζειν, φαίην ἂν δεῖν καὶ τὰς φερούσας ἐν γαστρὶ πασῶν τῶν γυναικῶν μάλιστα θεραπεύειν ἐκεῖνον τὸν ἐνιαυτόν, ὅπως μήτε ἡδοναῖς τισι πολλαῖς ἅμα καὶ μάργοις προσχρήσεται ἡ κύουσα μήτε αὖ λύπαις, τὸ δὲ ἵλεων καὶ εὐμενὲς πρᾷόν τε τιμῶσα διαζήσει τὸν τότε χρόνον.
此外,如果我看起来不像是在开玩笑的话,我会说,在所有的女人中,那些身怀六甲的人在怀孕的那一年里最需要受到照料,使孕妇既不沉溺于许多贪婪的快乐,也不沉溺于痛苦,而是应当珍视温和、和蔼与柔顺,度过那段时间。