Humanitext Reader

柏拉图 · 法律篇 §7.788-7.789

婴幼儿的抚育与身体运动的重要性

第 86 段,共 186 段 · 希腊语

内容简介

雅典人讨论了幼儿的抚养(尤其是身体发育),并解释了孕期和婴儿期的适当运动(如孕妇散步、乳母抱行等引起的适度摇晃)对身体健康发挥的重要作用。

§7.788ΑΘ. γενομένων δὲ παίδων ἀρρένων καὶ θηλειῶν, τροφὴν μέν που καὶ παιδείαν τὸ μετὰ ταῦτα λέγειν ὀρθότατʼ ἂν γίγνοιθʼ ἡμῖν, ἣν εἶναι μὲν ἄρρητον πάντως ἀδύνατον, λεγομένη δὲ διδαχῇ τινι καὶ νουθετήσει μᾶλλον ἢ νόμοις εἰκυῖʼ ἂν ἡμῖν φαίνοιτο.
ATH.:在男女孩童出生之后,接下来谈论他们的抚养与教育对我们来说无疑是最正确的。 这件事绝对无法闭口不谈,但若谈论起来,在我们看来,它可能更像是一种教导和劝诫,而不是法律。
ἰδίᾳ γὰρ καὶ κατʼ οἰκίας πολλὰ καὶ σμικρὰ καὶ οὐκ ἐμφανῆ πᾶσι γιγνόμενα, ῥᾳδίως ὑπὸ τῆς ἑκάστων λύπης τε καὶ ἡδονῆς καὶ ἐπιθυμίας ἕτερα παρὰ τὰς τοῦ νομοθέτου συμβουλὰς παραγενόμενα, παντοδαπὰ καὶ οὐχ ὅμοια ἀλλήλοις ἀπεργάζοιτʼ ἂν τὰ τῶν πολιτῶν ἤθη.
因为在私下和家庭中,每个人都会发生许多细小且不易察觉的事情,在各自的痛苦、快乐和欲望的影响下,很容易偏离立法者的建议,从而使公民的心性变得千差万别、互不相同。
τοῦτο δὲ κακὸν ταῖς πόλεσιν·
这对于城邦来说是一件坏事。
καὶ γὰρ διὰ σμικρότητα αὐτῶν καὶ πυκνότητα ἐπιζήμια τιθέντα ποιεῖν νόμους ἀπρεπὲς ἅμα καὶ ἄσχημον, διαφθείρει δὲ καὶ τοὺς γραφῇ τεθέντας νόμους, ἐν τοῖς σμικροῖς καὶ πυκνοῖς ἐθισθέντων τῶν ἀνθρώπων παρανομεῖν.
因为由于这些事情的细微和频繁,制定法律来予以处罚既不合适也不体面,而且还会败坏那些成文法,因为人们会在这些细微和频繁发生的事情中习惯于违法。
ὥστε ἀπορία μὲν περὶ αὐτὰ νομοθετεῖν, σιγᾶν δὲ ἀδύνατον.
因此,对于这些事情,立法固然困难,但保持沉默又不可能。
ἃ δὲ λέγω, δηλῶσαι πειρατέον οἷον δείγματα ἐξενεγκόντα εἰς φῶς· νῦν γὰρ λεγομένοις ἔοικε κατά τι σκότος.
我所说的话,应当尝试通过将所谓的“样本”带到光天化日之下的方式来予以阐明;因为目前所说的话,似乎还处于某种黑暗之中。
ΚΛ. ἀληθέστατα λέγεις.
CLIN.:您说得太对了。
ΑΘ. οὐκοῦν ὅτι μὲν σώματα καὶ ψυχὰς τήν γε ὀρθὴν πάντως δεῖ τροφὴν φαίνεσθαι δυναμένην ὡς κάλλιστα καὶ ἄριστα ἐξεργάζεσθαι, τοῦτο μὲν ὀρθῶς εἴρηταί που.
ATH.:那么,正确的抚养必须完全显现出能够将身体和灵魂塑造得尽可能美丽和优秀的能力,这一点想必是正确说过的。
ΚΛ. τί μήν;
CLIN.:当然。
ΑΘ. σώματα δὲ κάλλιστα, οἴομαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων.
ATH.:而最美丽的身体,我想最简单地说,就是必须在孩童时期就立即最正确地成长。
ΚΛ. πάνυ μὲν οὖν.
CLIN.:完全如此。
ΑΘ. τί δέ;
ATH.:那么这个呢?
τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκεν μὴ γίγνεσθαι τά γʼ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα;
我们难道没有注意到,一切动物的最初生长都是最大且最茂盛的,以至于这在许多人中引起了争论:人类的身高在五岁之后的其余二十年成长中,难道不会翻倍吗?
ΚΛ. ἀληθῆ.
CLIN.:确实如此。
§7.789ΑΘ. τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς πολλῶν καὶ συμμέτρων, οὐκ ἴσμεν ὅτι μυρία κακὰ ἐν τοῖς σώμασιν ἀποτελεῖ;
ATH.:那么,当大量的生长在没有许多且适度的体力活动的情况下涌入时,难道我们不知道这会在身体中产生无数的坏处吗?
ΚΛ. πάνυ γε.
CLIN.:确实。
ΑΘ. οὐκοῦν τότε δεῖται πλείστων πόνων, ὅταν ἡ πλείστη τροφὴ προσγίγνηται τοῖς σώμασι.
ATH.:因此,当最多的营养补充到身体中时,那时正需要最多的体力活动。
ΚΛ. τί δῆτʼ, ὦ ξένε;
CLIN.:您这是什么意思,异乡人?
ἦ τοῖς ἄρτι γεγονόσι καὶ νεωτάτοις πόνους πλείστους προστάξομεν;
难道我们要给那些刚出生且最年幼的孩子规定最多的活动吗?
ΑΘ. οὐδαμῶς γε, ἀλλʼ ἔτι καὶ πρότερον τοῖς ἐντὸς τῶν αὑτῶν μητέρων τρεφομένοις.
ATH.:绝对不是,而是还要更早,给那些在母亲腹中受孕抚养的孩子。
ΚΛ. πῶς λέγεις, ὦ λῷστε;
CLIN.:最善的人啊,您怎么说?
ἢ τοῖς κυουμένοισι φράζεις;
您是指那些怀在孕腹中的胎儿吗?
ΑΘ. ναί.
ATH.:是的。
θαυμαστὸν δʼ οὐδέν ἐστιν ἀγνοεῖν ὑμᾶς τὴν τῶν τηλικούτων γυμναστικήν, ἣν βουλοίμην ἂν ὑμῖν καίπερ ἄτοπον οὖσαν δηλῶσαι.
你们不知道这种年龄之人的体育运动,这并没有什么可惊奇的,尽管它听起来很奇怪,但我还是想向你们说明。
ΚΛ. πάνυ μὲν οὖν.
CLIN.:那太好了。
ΑΘ. ἔστι τοίνυν παρʼ ἡμῖν μᾶλλον τὸ τοιοῦτον κατανοεῖν διὰ τὸ τὰς παιδιὰς αὐτόθι μειζόνως τινὰς παίζειν ἢ δεῖ·
ATH.:那么,这种事情在我们这里更容易理解,因为在那里的某些游戏玩得有些过度了。
τρέφουσι γὰρ δὴ παρʼ ἡμῖν οὐ μόνον παῖδες ἀλλὰ καὶ πρεσβύτεροί τινες ὀρνίθων θρέμματα, ἐπὶ τὰς μάχας τὰς πρὸς ἄλληλα.
因为在我们这里,不仅是孩子们,有些年长的人也饲养禽鸟,让它们互相争斗。
ἀσκοῦντας τὰ τοιαῦτα τῶν θηρίων πολλοῦ δὴ δέουσιν ἡγεῖσθαι τοὺς πόνους αὐτοῖς εἶναι τοὺς πρὸς ἄλληλα μετρίους, ἐν οἷς αὐτὰ ἀνακινοῦσι γυμνάζοντες· πρὸς γὰρ τούτοις λαβόντες ὑπὸ μάλης ἕκαστος, τοὺς μὲν ἐλάττονας εἰς τὰς χεῖρας, μείζους δʼ ὑπὸ τὴν ἀγκάλην ἐντός, πορεύονται περιπατοῦντες σταδίους παμπόλλους ἕνεκα τῆς εὐεξίας οὔτι τῆς τῶν αὑτῶν σωμάτων, ἀλλὰ τῆς τούτων τῶν θρεμμάτων, καὶ τό γε τοσοῦτον δηλοῦσι τῷ δυναμένῳ καταμαθεῖν, ὅτι τὰ σώματα πάντα ὑπὸ τῶν σεισμῶν τε καὶ κινήσεων κινούμενα ἄκοπα ὀνίναται πάντων, ὅσα τε ὑπὸ ἑαυτῶν, ἢ καὶ ἐν αἰώραις ἢ καὶ κατὰ θάλατταν, ἢ καὶ ἐφʼ ἵππων ὀχουμένων καὶ ὑπʼ ἄλλων ὁπωσοῦν δὴ φερομένων τῶν σωμάτων, κινεῖται, καὶ διὰ ταῦτα τὰς τῶν σίτων τροφὰς καὶ ποτῶν κατακρατοῦντα, ὑγίειαν καὶ κάλλος καὶ τὴν ἄλλην ῥώμην ἡμῖν δυνατά ἐστι παραδιδόναι.
在训练这些动物时,他们绝不认为让它们互相搏斗的活动(也就是它们在运动中被活动起来)对它们来说就足够了;因为除了这些之外,每个人都会把它们夹在腋下,小的放在手里,大的抱在怀里,为了健康而走上许多斯塔迪翁,这绝不是为了他们自己的身体,而是为了这些饲养的禽鸟,他们至少向能够理解的人展示了这一点:所有的身体,在受到摇晃和运动的影响下,都能从所有的活动中不带疲劳地获益,无论是靠自身活动的,还是在秋千上,在海上,或骑在马上,以及被其他任何方式携带而活动的身体。 正因为如此,它们能够消化食物和饮料的营养,从而把健康、美丽和其他的力量传递给我们。
τί οὖν ἂν φαῖμεν ἐχόντων οὕτω τούτων τὸ μετὰ τοῦτο ἡμᾶς δεῖν ποιεῖν;
既然如此,我们接下来应当说我们必须做些什么呢?
βούλεσθε ἅμα γέλωτι φράζωμεν, τιθέντες νόμους τὴν μὲν κύουσαν περιπατεῖν, τὸ γενόμενον δὲ πλάττειν τε οἷον κήρινον, ἕως ὑγρόν, καὶ μέχρι δυοῖν ἐτοῖν σπαργανᾶν;
你们愿意让我们带着笑意来说,制定法律规定孕妇必须散步,而对于刚出生的婴儿,只要他们还像蜡一样柔软,就要为他们塑造形体,并用襁褓包裹直至两岁吗?
καὶ δὴ καὶ τὰς τροφοὺς ἀναγκάζωμεν νόμῳ ζημιοῦντες τὰ παιδία ἢ πρὸς ἀγροὺς ἢ πρὸς ἱερὰ ἢ πρὸς οἰκείους ἀεί πῃ φέρειν, μέχριπερ ἂν ἱκανῶς ἵστασθαι δυνατὰ γίγνηται, καὶ τότε, διευλαβουμένας ἔτι νέων ὄντων μή πῃ βίᾳ ἐπερειδομένων στρέφηται τὰ κῶλα, ἐπιπονεῖν φερούσας ἕως ἂν τριετὲς ἀποτελεσθῇ τὸ γενόμενον;
而且,我们是否还要通过法律强制乳母(若不从则予以处罚),将孩子们总是抱到某处去,或者是去田野,或者是去神殿,或者是去亲戚家,直到他们能够充分站立为止;即便到了那时,由于他们还年幼,还要小心防范,以免他们因用力支撑而使四肢弯曲,乳母们仍需继续费力抱着他们,直到这孩子满三岁为止?

词汇与语法注释

  1. 788aἣν εἶναι μὲν ἄρρητον — 关系代词 `ἣν` 指代前件 `τροφὴν καὶ παιδείαν`(宾格),并作为不定式 `εἶναι` 的逻辑主语(宾格主语)起作用。
  2. 788bἀπεργάζοιτʼ ἂν τὰ τῶν πολιτῶν ἤθη — 带有 ἄν 的希求法过去时动词 `ἀπεργάζοιτ' 准` 为单数第三人称,但其主语是 `788a` 中的中性复数主语 `πολλὰ καὶ σμικρὰ καὶ οὐκ ἐμφανῆ`。这里符合古希腊语“中性复数主语搭配单数动词”的语法规则。
  3. 789cπολλοῦ δὴ δέουσιν — 这一表达是非人称句构 `πολλοῦ δεῖ`(远不及、绝不)的复数人称形式,表示强烈的否定:“他们绝不认为……”。属格 `πολλοῦ` 表示程度或距离的差异。
  4. 789dἄκοπα ὀνίναται — 形容词中性复数宾格 `ἄκοπα`(无疲劳的)作副词用,修饰动词 `ὀνίναται`(获益),意为“毫无疲劳地大获裨益”。

引用这一段

柏拉图, 法律篇 §7.788-7.789. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.788-7.789

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。