§6.780ΑΘ. ὅστις δὴ διανοεῖται πόλεσιν ἀποφαίνεσθαι νόμους, πῇ τὰ δημόσια καὶ κοινὰ αὐτοὺς χρὴ ζῆν πράττοντας, τῶν δὲ ἰδίων ὅσον ἀνάγκη μηδὲ οἴεται δεῖν, ἐξουσίαν δὲ ἑκάστοις εἶναι τὴν ἡμέραν ζῆν ὅπως ἂν ἐθέλῃ, καὶ μὴ πάντα διὰ τάξεως δεῖν γίγνεσθαι, προέμενος δὲ τὰ ἴδια ἀνομοθέτητα, ἡγεῖται τά γε κοινὰ καὶ δημόσια ἐθελήσειν αὐτοὺς ζῆν διὰ νόμων, οὐκ ὀρθῶς διανοεῖται.
ATH.:凡是打算为城邦颁布法律,规定他们应当如何在管理公共和共同事务中生活和行动,却认为对于私人事务甚至连必要的部分也无须规定法律,认为每个人应当有自由按照自己的意愿度过每一天,且无须一切都依循秩序——即放任私人事务不作立法,却妄想他们会愿意在公共和共同事务中依循法律生活的人,其想法是不正确的。
τίνος δὴ χάριν ταῦτα εἴρηται;
那么,为什么要说这些话呢?
τοῦδε, ὅτι φήσομεν δεῖν ἡμῖν τοὺς νυμφίους μηδὲν διαφερόντως μηδὲ ἧττον ἐν συσσιτίοις τὴν δίαιταν ποιεῖσθαι τοῦ πρὸ τῶν γάμων χρόνου γενομένου.
这是因为:我们将要指出,新郎们在共同饮食(syssitia)中的生活方式,应当与婚礼之前的生活没有任何区别,也绝不能少于那时。
καὶ τοῦτο μὲν δὴ θαυμαστὸν ὄν, ὅτε κατʼ ἀρχὰς πρῶτον ἐγένετο ἐν τοῖς παρʼ ὑμῖν τόποις, πολέμου τινὸς αὐτό, ὥς γʼ εἰκός, νομοθετήσαντος ἤ τινος ἑτέρου τὴν αὐτὴν δύναμιν ἔχοντος πράγματος ἐν ὀλιγανθρωπίαις ὑπὸ πολλῆς ἀπορίας ἐχομένοις, γευσαμένοις δὲ καὶ ἀναγκασθεῖσι χρήσασθαι τοῖς συσσιτίοις ἔδοξεν μέγα διαφέρειν εἰς σωτηρίαν τὸ νόμιμον, καὶ κατέστη δὴ τρόπῳ τινὶ τοιούτῳ τὸ ἐπιτήδευμα ὑμῖν τὸ τῶν συσσιτίων.
虽然这件事在最初出现在你们的地方时确实令人惊异——当时大概是由于某种战争,或者是其他具有同等力量的事件,在人口稀少、面临极大困境时对此作出了立法——但对于那些尝试过并被迫使用共同饮食的人来说,这一习惯似乎对安全起到了极大的作用,于是你们的共同饮食习惯便以某种这样的方式确立了下来。
ΚΛ. ἔοικε γοῦν.
CLE.:确实如此。
ΑΘ. ὃ δὴ ἔλεγον, ὅτι θαυμαστὸν ὂν τοῦτό ποτε καὶ φοβερὸν ἐπιτάξαι τισίν, νῦν οὐχ ὁμοίως τῷ προστάττοντι δυσχερὲς ἂν εἴη νομοθετεῖν αὐτό·
ATH.:所以我刚才说,虽然曾经要求人们遵守这一规定是令人惊异且可怕的,但现在对于下达命令的人来说,将其制定为法律并不会同样困难。
τὸ δʼ ἑξῆς τούτῳ, πεφυκός τε ὀρθῶς ἂν γίγνεσθαι γιγνόμενον, νῦν τε οὐδαμῇ γιγνόμενον, ὀλίγου τε ποιοῦν τὸν νομοθέτην, τὸ τῶν παιζόντων, εἰς πῦρ ξαίνειν καὶ μυρία ἕτερα τοιαῦτα ἀνήνυτα ποιοῦντα δρᾶν, οὐ ῥᾴδιον οὔτʼ εἰπεῖν οὔτʼ εἰπόντα ἀποτελεῖν.
然而,紧接在这一条之后的另一件事——如果实行的话,其本质本应是正确的,但现在却在任何地方都没有实行,这使得立法者几乎就像俗话所说的“在火中梳理羊毛”以及做无数其他同样徒劳无功的事情一样——这件事既不容易说出口,说出口后也难以实现。
ΚΛ. τί δὴ τοῦτο, ὦ ξένε, ἐπιχειρῶν λέγειν ἔοικας σφόδρα ἀποκνεῖν;
CLE.:异邦人,你现在试图说明却似乎极其犹豫不决的这件事,究竟是什么呢?
ΑΘ. ἀκούοιτʼ ἄν, ἵνα μὴ πολλὴ διατριβὴ γίγνηται περὶ τοῦτʼ αὐτὸ μάτην.
ATH.:请听我说明,以免我们在这个问题上徒然浪费太多时间。
πᾶν μὲν γάρ, ὅτιπερ ἂν τάξεως καὶ νόμου μετέχον ἐν πόλει γίγνηται, πάντα ἀγαθὰ ἀπεργάζεται, τῶν δὲ ἀτάκτων ἢ τῶν κακῶς ταχθέντων λύει τὰ πολλὰ τῶν εὖ τεταγμένων ἄλλα ἕτερα.
因为在城邦中,凡是参与了秩序和法律的事物,都会产生一切良好的结果;而那些无秩序或秩序混乱的事物,则会败坏大部分其他原本井然有序的事物。
οὗ δὴ καὶ νῦν ἐφέστηκεν πέρι τὸ λεγόμενον.
而现在所讨论的也正是这个问题。
ὑμῖν γάρ, ὦ Κλεινία καὶ Μέγιλλε, τὰ μὲν περὶ τοὺς ἄνδρας συσσίτια καλῶς ἅμα καί, ὅπερ εἶπον, θαυμαστῶς καθέστηκεν ἐκ θείας τινὸς ἀνάγκης, τὸ δὲ περὶ τὰς γυναῖκας οὐδαμῶς ὀρθῶς ἀνομοθέτητον μεθεῖται καὶ οὐκ εἰς τὸ φῶς ἦκται τὸ τῆς συσσιτίας αὐτῶν ἐπιτήδευμα,
克莱尼亚斯和梅吉洛斯,在你们那里,关于男子的共同饮食在某种神圣的必然性下,已经非常美好且正如我所说令人惊异地确立了下来;但关于女子的部分,却以一种完全不正确的方式被放任未作立法,她们的共同饮食习惯也未能显露出来。
§6.781ΑΘ. ἀλλʼ ὃ καὶ ἄλλως γένος ἡμῶν τῶν ἀνθρώπων λαθραιότερον μᾶλλον καὶ ἐπικλοπώτερον ἔφυ, τὸ θῆλυ, διὰ τὸ ἀσθενές, οὐκ ὀρθῶς τοῦτο εἴξαντος τοῦ νομοθέτου δύστακτον ὂν ἀφείθη.
ATH.:不仅如此,在我们人类之中,女性这一性别由于其软弱性,本就天生更具隐秘性和狡黠性,但由于立法者在此事上作出了不正确的妥协,导致这一性别被当作难以规制的群体而被放任。
διὰ δὲ τούτου μεθειμένου πολλὰ ὑμῖν παρέρρει, πολὺ ἄμεινον ἂν ἔχοντα, εἰ νόμων ἔτυχεν, ἢ τὰ νῦν·
正因为这一点的放任,你们流失了许多事物,而如果这些事物得到了法律的规范,其状态本会比现在好得多。
οὐ γὰρ ἥμισυ μόνον ἐστίν, ὡς δόξειεν ἄν, τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον, ὅσῳ δὲ ἡ θήλεια ἡμῖν φύσις ἐστὶ πρὸς ἀρετὴν χείρων τῆς τῶν ἀρρένων, τοσούτῳ διαφέρει πρὸς τὸ πλέον ἢ διπλάσιον εἶναι.
因为对女性无秩序的放任,并不像看起来那样仅仅是一半的问题;而是因为女性的自然本性在德性上比男性要差,其所造成的差距使得其恶影响不只是一半,而是两倍以上。
τοῦτʼ οὖν ἐπαναλαβεῖν καὶ ἐπανορθώσασθαι καὶ πάντα συντάξασθαι κοινῇ γυναιξί τε καὶ ἀνδράσιν ἐπιτηδεύματα βέλτιον πρὸς πόλεως εὐδαιμονίαν·
因此,重新拾起并纠正这一点,将所有习惯作为男女双方共同的内容整理出来,对城邦的幸福会更好。
νῦν δὲ οὕτως ἦκται τὸ τῶν ἀνθρώπων γένος οὐδαμῶς εἰς τοῦτο εὐτυχῶς, ὥστε οὐδὲ μνησθῆναι περὶ αὐτοῦ ἐν ἄλλοις γʼ ἐστὶν τόποις καὶ πόλεσιν νοῦν ἔχοντος, ὅπου μηδὲ συσσίτια ὑπάρχει τὸ παράπαν δεδογμένα κατὰ πόλιν εἶναι.
但现在,人类在这一方面被引导得非常不幸,以至于在其他根本不存在城邦公认共同饮食的地区和城市里,有理智的人甚至都无法提起这件事。
πόθεν δή τίς γε ἔργῳ μὴ καταγελάστως ἐπιχειρήσει γυναῖκας προσβιάζεσθαι τὴν σίτων καὶ ποτῶν ἀνάλωσιν φανερὰν θεωρεῖσθαι;
在那种地方,有谁能实际且不招致嘲笑地尝试强迫女性在公开场合展示她们对食物和饮料的消耗呢?
τούτου γὰρ οὐκ ἔστιν ὅτι χαλεπώτερον ἂν ὑπομείνειεν τοῦτο τὸ γένος·
因为对于这一性别来说,没有什么比这更难忍受的了。
εἰθισμένον γὰρ δεδυκὸς καὶ σκοτεινὸν ζῆν, ἀγόμενον δʼ εἰς φῶς βίᾳ πᾶσαν ἀντίτασιν ἀντιτεῖνον, πολὺ κρατήσει τοῦ νομοθέτου.
因为她们习惯于过着隐蔽和黑暗的生活,一旦被强行拖入光亮之中,她们便会尽一切力量反抗,从而远远战胜立法者。
τοῦτʼ οὖν ἄλλοθι μέν, ὅπερ εἶπον, οὐδʼ ἂν τὸν λόγον ὑπομείνειε τὸν ὀρθὸν ῥηθέντα ἄνευ πάσης βοῆς, ἐνθάδε δὲ ἴσως ἄν.
因此在其他地方,正如我所说,这个正确的论点甚至在免不了喧嚣的情况下都无法被容忍,但在这里或许可以。
εἰ δὴ δοκεῖ λόγου γʼ ἕνεκα μὴ ἀτυχῆ τὸν περὶ πάσης τῆς πολιτείας γενέσθαι λόγον, ἐθέλω λέγειν ὡς ἀγαθόν ἐστι καὶ πρέπον, εἰ καὶ σφῷν συνδοκεῖ ἀκούειν, εἰ δὲ μή, ἐᾶν.
如果确实为了讨论的缘故,我们不希望关于整个政治体制的讨论半途而废,那么我愿意说明为什么这是有益且合宜的,只要你们两位也同意听取;如果不同意,那就作罢。
ΚΛ. ἀλλʼ, ὦ ξένε, θαυμαστῶς τό γε ἀκοῦσαι νῷν πάντως που συνδοκεῖ.
CLE.:不,异邦人,听你说明这件事,对我们俩来说在任何方面都是非常赞同的。
ΑΘ. ἀκούωμεν δή.
ATH.:那我们就听下去吧。
θαυμάσητε δὲ μηδὲν ἐὰν ὑμῖν ἄνωθέν ποθεν ἐπιχειρεῖν δόξω·
如果你们觉得我试图从某个极高(根本)的地方开始讨论,请不要感到惊讶;因为我们享有闲暇,没有任何急迫的事情来阻止我们从各个角度彻底考察法律的事情。
σχολῆς γὰρ ἀπολαύομεν καὶ οὐδὲν ἡμᾶς ἐστὶ τὸ κατεπεῖγον τὸ μὴ πάντῃ πάντως σκοπεῖν τὰ περὶ τοὺς νόμους. ΚΛ. ὀρθῶς εἴρηκας.
CLE.:你说得很对。