Humanitext Reader

柏拉图 · 法律篇 §6.779

摒弃城墙之论与民居防御及城市管理

第 82 段,共 186 段 · 希腊语

内容简介

雅典异乡人反对建造传统的城墙,认为这会损害居民的健康与勇气,转而提议将私人住宅整齐紧密地相连以起到城墙的作用,随后讨论转向城市管理及婚后初期生活的制度设计。

§6.779ΑΘ. τὸ δʼ ἡμέτερον ἔτι πρὸς τούτοις γέλωτʼ ἂν δικαίως πάμπολυν ὄφλοι, τὸ κατʼ ἐνιαυτὸν μὲν ἐκπέμπειν εἰς τὴν χώραν τοὺς νέους, τὰ μὲν σκάψοντας, τὰ δὲ ταφρεύσοντας, τὰ δὲ καὶ διά τινων οἰκοδομήσεων εἴρξοντας τοὺς πολεμίους, ὡς δὴ τῶν ὅρων τῆς χώρας οὐκ ἐάσοντας ἐπιβαίνειν, τεῖχος δὲ περιβαλοίμεθα, ὃ πρῶτον μὲν πρὸς ὑγίειαν ταῖς πόλεσιν οὐδαμῶς συμφέρει, πρὸς δέ τινα μαλθακὴν ἕξιν ταῖς ψυχαῖς τῶν ἐνοικούντων εἴωθε ποιεῖν, προκαλούμενον εἰς αὐτὸ καταφεύγοντας μὴ ἀμύνεσθαι τοὺς πολεμίους, μηδὲ τῷ φρουρεῖν ἀεί τινας ἐν αὐτῇ νύκτωρ καὶ μεθʼ ἡμέραν, τούτῳ τῆς σωτηρίας τυγχάνειν, τείχεσι δὲ καὶ πύλαις διανοεῖσθαι φραχθέντας τε καὶ καθεύδοντας σωτηρίας ὄντως ἕξειν μηχανάς, ὡς ἐπὶ τὸ μὴ πονεῖν γεγονότας, ἀγνοοῦντας δʼ αὖ τὴν ῥᾳστώνην ὡς ὄντως ἐστὶν ἐκ τῶν πόνων· ἐκ ῥᾳστώνης δέ γε, οἶμαι, τῆς αἰσχρᾶς οἱ πόνοι καὶ ῥᾳθυμίας πεφύκασι γίγνεσθαι πάλιν.
ATH.:此外,除这些之外,我们自己的做法将会理所当然地招致极大的嘲笑——也就是说,我们每年把青年人派遣到乡间,有的去挖掘,有的去筑壕,还有的通过建造某些建筑物来阻挡敌人,就好像我们绝不允许敌人踏上国土的边界,但我们自己却要围起一道城墙! 这首先对城市的健康毫无益处,而且往往会在居民的灵魂中养成某种软弱的习惯,引诱他们躲入城墙之中而不去抵御敌人,也不是通过日夜在其中保持警备来获得安全,而是以为自己被城墙和城门隔绝起来安睡,就真的拥有了安全的保障,仿佛他们生来就是为了不承受劳苦,又不知道真正的安逸其实是源于劳苦;而我认为,从可耻的安逸和懈怠中,劳苦必将再次产生。
ἀλλʼ εἰ δὴ τεῖχός γέ τι χρεὼν ἀνθρώποις εἶναι, τὰς οἰκοδομίας χρὴ τὰς τῶν ἰδίων οἰκήσεων οὕτως ἐξ ἀρχῆς βάλλεσθαι, ὅπως ἂν ᾖ πᾶσα ἡ πόλις ἓν τεῖχος, ὁμαλότητί τε καὶ ὁμοιότησιν εἰς τὰς ὁδοὺς πασῶν τῶν οἰκήσεων ἐχουσῶν εὐέρκειαν, ἰδεῖν τε οὐκ ἀηδὲς μιᾶς οἰκίας σχῆμα ἐχούσης αὐτῆς, εἴς τε τὴν τῆς φυλακῆς ῥᾳστώνην ὅλῳ καὶ παντὶ πρὸς σωτηρίαν γίγνοιτʼ ἂν διάφορος.
但是,如果人类确实需要某种城墙,那么私人住宅的建造在开始时就应当这样设计,使整座城市成为单一的城墙,通过所有住宅对街道保持平整和一致而具有易守性,这不仅看起来像是一座单独的房子而并不难看,而且对于守卫的便利以及安全来说,将是完全且彻底有利的。
τούτων δέ, ὡς ἂν μένῃ τὰ κατʼ ἀρχὰς οἰκοδομηθέντα, μέλειν μὲν μάλιστα τοῖς ἐνοικοῦσι πρέπον ἂν εἴη, τοὺς δὲ ἀστυνόμους ἐπιμελεῖσθαι καὶ προσαναγκάζοντας τὸν ὀλιγωροῦντα ζημιοῦντας, καὶ πάντων δὴ τῶν κατὰ τὸ ἄστυ καθαρότητός τʼ ἐπιμελεῖσθαι, καὶ ὅπως ἰδιώτης μηδεὶς μηδὲν τῶν τῆς πόλεως μήτε οἰκοδομήμασι μήτε οὖν ὀρύγμασιν ἐπιλήψεται.
只要最初建造的建筑保持原样,居民们对其多加照看是极为合宜的;而城市管理员(astynomoi)应当负责监管,通过惩罚来强制那些疏忽的人,并负责城市中一切事物的清洁,确保没有私人公民通过建筑物或挖掘物侵占城市的任何公共财产。
καὶ δὴ καὶ ὑδάτων τῶν ἐκ Διὸς εὐροίας τούτους ἐπιμελεῖσθαι χρεών, καὶ ὅσα ἐντὸς πόλεως ἢ ὁπόσα ἔξω πρέπον ἂν οἰκεῖν εἴη·
此外,他们还必须负责雨水的顺畅排放,以及城市内部或可能在外部居住的所有合宜之所。
ταῦτα δὲ πάντα συνιδόντες ταῖς χρείαις οἱ νομοφύλακες ἐπινομοθετούντων καὶ τῶν ἄλλων ὁπόσα ἂν ὁ νόμος ἐκλείπῃ διʼ ἀπορίαν.
法律护卫者们在根据实际需要通盘考虑这些事情之后,应当制定补充法律,并规定由于困难而使法律遗漏的其他所有事项。
ὅτε δὲ ταῦτά τε καὶ τὰ περὶ ἀγορὰν οἰκοδομήματα καὶ τὰ περὶ τὰ γυμνάσια καὶ πάντα ὅσα διδασκαλεῖα κατεσκευασμένα περιμένει τοὺς φοιτητὰς καὶ θεατὰς θέατρα, πορευώμεθα ἐπὶ τὰ μετὰ τοὺς γάμους, τῆς νομοθεσίας ἑξῆς ἐχόμενοι.
当这些设施、集市周围的建筑物、体育馆以及所有建好的学校都在等待着学生,剧场在等待着观众时,让我们按照立法的顺序,继续讨论婚礼之后的事务。
ΚΛ. πάνυ μὲν οὖν.
CLE.:确实如此。
ΑΘ. γάμοι μὲν τοίνυν ἡμῖν ἔστωσαν γεγονότες, ὦ Κλεινία·
ATH.:那么,克莱尼亚斯,让我们把婚礼视作已经举行;而在此之后,在生育子女之前不少于一年的生活方式将是接下来的内容。
δίαιτα δὲ πρὸ παιδογονίας οὐκ ἐλάττων ἐνιαυσίας γίγνοιτʼ ἂν τὸ μετὰ τοῦτο, ἣν δὴ τίνα τρόπον χρὴ ζῆν νυμφίον καὶ νύμφην ἐν πόλει διαφερούσῃ τῶν πολλῶν ἐσομένῃ—τὸ δὴ τῶν νῦν εἰρημένων ἐχόμενον—εἰπεῖν οὐ πάντων εὐκολώτατον, ἀλλὰ ὄντων οὐκ ὀλίγων τῶν ἔμπροσθεν τοιούτων, τοῦτο ἔτι ἐκείνων τῶν πολλῶν δυσχερέστερον ἀποδέχεσθαι τῷ πλήθει.
新郎和新妇在这座将不同于大多数城市的城市中应当如何生活——这确实是紧接在刚才所说内容之后的——这并不是最容易说明的,而且虽然此前有不免有些类似的事情,但这比起之前的许多事情来,更难被大众所接受。
τό γε μὴν δοκοῦν ὀρθὸν καὶ ἀληθὲς εἶναι πάντως ῥητέον, ὦ Κλεινία. ΚΛ. πάνυ μὲν οὖν.
然而,克莱尼亚斯,凡是被认为正确和真实的事情,无论如何都必须说出来。 CLE.:确实如此。

词汇与语法注释

  1. 779τὸ δʼ ἡμέτερον ... τεῖχος δὲ περιβαλοίμεθα — 句首的单数中性对格短语 `τὸ δʼ ἡμέτερον` 作为主句的主语,其具体内容由其后跟随的 `τὸ ... ἐκπέμπει`(对格不定式短语)和 `τεῖχος δὲ περιβαλοίμεθα`(独立虚拟语气分句)所解释。后者在语法上本应与前者平行,使用类似于 `τὸ ... περιβαλέσθαι` 的不定式形式,但这里作为独立的虚拟语气(劝诱/设想)分句插入,以形成强烈的修辞对比,强调“而我们自己却要围起一道城墙”。
  2. 779aὡς δὴ τῶν ὅρων τῆς χώρας οὐκ ἐάσοντας ἐπιβαίνειν — 由 `ὡς δὴ` 引导的分词 `ἐάσοντας` 是阳性复数对格,修饰前文的 `τοὺς νέους`(青年们)。其意思是“就好像他们(青年们)确实不允许(敌人)踏上边界”。
  3. 779aἀγνοοῦντας δʼ αὖ τὴν ῥᾳστώνην ὡς ὄντως ἐστὶν ἐκ τῶν πόνων — 短语 `τὴν ῥᾳστώνην ὡς ...` 是先行(prolepsis)构文,从句的主语被提至主句中作为支配动词的宾语。译为“不知道安逸实际上源于劳苦”。分词 `ἀγνοοῦντας`(对格复数)与前文不定式结构中隐含的主语(居民们)一致。
  4. 779bὅπως ἂν ᾖ πᾶσα ἡ πόλις ἓν τεῖχος — 接有虚拟语气 `ᾖ` 的连词 `ὅπως ἂν` 引导目的或方法从句(“使得……/以至于……”)。在此表示“使整座城市成为单一的城墙”的设计意图。

引用这一段

柏拉图, 法律篇 §6.779. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.779

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。