§6.772ΑΘ. τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδιὰς ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας κόρους καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσης εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχριπερ αἰδοῦς σώφρονος ἑκάστων.
ATH.:因此,为了这种热忱,我们必须安排活动,让少男少女们伴随着舞蹈,进行游乐。 同时,在合乎情理且提供合适借口的年龄,在每个人的适度羞耻心允许的范围内,让他们裸体相见,互相观察。
τούτων δʼ ἐπιμελητὰς πάντων καὶ κοσμητὰς τοὺς τῶν χορῶν ἄρχοντας γίγνεσθαι καὶ νομοθέτας μετὰ τῶν νομοφυλάκων, ὅσον ἂν ἡμεῖς ἐκλείπωμεν τάττοντες·
而这些活动的监督者和调整者应当是合唱队的指导者,他们应与法护官一起作为立法者,规定我们留下来未作安排的部分。
ἀναγκαῖον δέ, ὅπερ εἴπομεν, περὶ τὰ τοιαῦτα πάντα ὅσα σμικρὰ καὶ πολλὰ νομοθέτην μὲν ἐκλείπειν, τοὺς δʼ ἐμπείρους ἀεὶ κατʼ ἐνιαυτὸν γιγνομένους αὐτῶν, ἀπὸ τῆς χρείας μανθάνοντας, τάττεσθαι καὶ ἐπανορθουμένους κινεῖν κατʼ ἐνιαυτόν, ἕως ἂν ὅρος ἱκανὸς δόξῃ τῶν τοιούτων νομίμων καὶ ἐπιτηδευμάτων γεγονέναι.
然而,正如我们所说,对于所有这些既琐碎又众多的事务,立法者必须省略它们,而由那些每年积累经验、并从实际需要中学习的人来进行规定、修正并每年进行修改,直到这些习俗和活动似乎已经达到了足够完美的标准。
χρόνος μὲν οὖν μέτριος ἅμα καὶ ἱκανὸς γίγνοιτʼ ἂν τῆς ἐμπειρίας δεκαετηρὶς θυσιῶν τε καὶ χορειῶν, ἐπὶ πάντα καὶ ἕκαστα ταχθείς, ζῶντος μὲν τοῦ τάξαντος νομοθέτου κοινῇ, τέλος δὲ σχόντος, αὐτὰς ἑκάστας τὰς ἀρχὰς εἰς τοὺς νομοφύλακας εἰσφερούσας τὸ παραλειπόμενον τῆς αὑτῶν ἀρχῆς ἐπανορθοῦσθαι, μέχριπερ ἂν τέλος ἔχειν ἕκαστον δόξῃ τοῦ καλῶς ἐξειργάσθαι, τότε δὲ ἀκίνητα θεμένους, ἤδη χρῆσθαι μετὰ τῶν ἄλλων νόμων οὓς ἔταξε κατʼ ἀρχὰς ὁ θεὶς αὐτοῖς νομοθέτης·
因此,对于这种经验,一个适度且充足的时间是针对一切和每个具体事项而规定的十年祭祀与舞踏期,这在制定规则的立法者在世时共同进行;而当他去世后,各个官职本身应将各自管辖范围内遗留的不足之处提交给法护官,予以修正,直到每项事务看起来都已达到完美完成的终点。 那时,在将它们确立为不可更改之后,便应与制定它们的立法者最初为他们规定的其他法律一同使用。
ὧν πέρι κινεῖν μὲν ἑκόντας μηδέποτε μηδέν, εἰ δέ τις ἀνάγκη δόξειέ ποτε καταλαβεῖν, πάσας μὲν τὰς ἀρχὰς χρὴ συμβούλους, πάντα δὲ τὸν δῆμον καὶ πάσας θεῶν μαντείας ἐπελθόντας, ἐὰν συμφωνῶσι πάντες, οὕτω κινεῖν, ἄλλως δὲ μηδέποτε μηδαμῶς, ἀλλὰ τὸν κωλύοντα ἀεὶ κατὰ νόμον κρατεῖν.
关于这些法律,任何人绝不得自愿作任何修改;但如果今后看起来出现了某种必然性,则必须咨询所有官职,并向全体民众以及神明的所有神谕求问,如果全体一致同意,方可进行修改,否则绝不以任何方式修改,而应当让依法阻止修改的人始终占上风。
ὁπότε τις οὖν καὶ ὁπηνίκα τῶν πέντε καὶ εἴκοσι γεγονότων ἔτη, σκοπῶν καὶ σκοπούμενος ὑπʼ ἄλλων, κατὰ νοῦν ἑαυτῷ καὶ πρέποντα εἰς παίδων κοινωνίαν καὶ γένεσιν ἐξηυρηκέναι πιστεύει, γαμείτω μὲν πᾶς ἐντὸς τῶν πέντε καὶ τριάκοντα ἐτῶν, τὸ δὲ πρέπον καὶ τὸ ἁρμόττον ὡς χρὴ ζητεῖν, πρῶτον ἐπακουσάτω· δεῖ γάρ, ὥς φησιν Κλεινίας, ἔμπροσθεν τοῦ νόμου προοίμιον οἰκεῖον ἑκάστῳ προτιθέναι.
因此,任何已满二十五岁的人,在观察他人并被他人观察的过程中,如果相信自己已经找到了一个心意相投、且适合于孕育和共同繁衍子女的伴侣,就应当在三十五岁之前结婚。 但是,关于如何去寻找合适且相配的伴侣,让他首先听一听:因为正如克莱尼亚斯所说,必须在每项法律之前放上适合于它的前奏。
ΚΛ. κάλλιστα, ὦ ξένε, διεμνημόνευσας, ἔλαβές τε τοῦ λόγου καιρὸν καὶ μάλʼ ἐμοὶ δοκοῦντʼ εἶναι σύμμετρον.
CLE.:客人啊,你记得最清楚了,你把握住了谈话的时机,而且这对我来说确实是非常合宜的。
§6.773ΑΘ. εὖ λέγεις.
ATH.:你说得对。
ὦ παῖ, τοίνυν φῶμεν ἀγαθῶν πατέρων φύντι, τοὺς παρὰ τοῖς ἔμφροσιν εὐδόξους γάμους χρὴ γαμεῖν, οἵ σοι παραινοῖεν ἂν μὴ φεύγειν τὸν τῶν πενήτων μηδὲ τὸν τῶν πλουσίων διώκειν διαφερόντως γάμον, ἀλλʼ ἐὰν τἆλλα ἰσάζῃ, τὸν ὑποδεέστερον ἀεὶ τιμῶντα εἰς τὴν κοινωνίαν συνιέναι.
“孩子啊,让我们对出身于优秀父亲的人说:你应当在明智者中缔结名声好的婚姻,他们会劝告你不要避开与穷人结婚,也不要特别追求与富人结婚,而如果其他条件相等,应当始终重视地位较低的一方,并进入这一共同关系。
τῇ τε γὰρ πόλει σύμφορον ἂν εἴη ταύτῃ ταῖς τε συνιούσαις ἑστίαις· τὸ γὰρ ὁμαλὸν καὶ σύμμετρον ἀκράτου μυρίον διαφέρει πρὸς ἀρετήν.
”因为这对于城邦以及结合的家庭来说都是有利的;因为在美德方面,均等和适度比纯粹无杂的东西要好上千万倍。
κοσμίων τε πατέρων χρὴ προθυμεῖσθαι γίγνεσθαι κηδεστὴν τὸν αὑτῷ συνειδότα ἰταμώτερον ἅμα καὶ θᾶττον τοῦ δέοντος πρὸς πάσας τὰς πράξεις φερόμενον· τὸν δʼ ἐναντίως πεφυκότα ἐπὶ τἀναντία χρὴ κηδεύματα πορεύεσθαι.
而那些自知在一切行动中都过于急躁和冲动的人,应当努力使自己成为规矩的父亲的女婿;而天生性格相反的人,则应当向相反的方向寻求联姻。
καὶ κατὰ παντὸς εἷς ἔστω μῦθος γάμου· τὸν γὰρ τῇ πόλει δεῖ συμφέροντα μνηστεύειν γάμον ἕκαστον, οὐ τὸν ἥδιστον αὑτῷ.
关于婚姻应当有一个通用的说辞:“每个人都应当追求有利于城邦的婚姻,而不是对自己最愉快的婚姻。
φέρεται δέ πως πᾶς ἀεὶ κατὰ φύσιν πρὸς τὸν ὁμοιότατον αὑτῷ, ὅθεν ἀνώμαλος ἡ πόλις ὅλη γίγνεται χρήμασίν τε καὶ τρόπων ἤθεσιν· ἐξ ὧν ἃ μὴ βουλόμεθα συμβαίνειν ἡμῖν, καὶ μάλιστα συμβαίνει ταῖς πλείσταις πόλεσι.
”然而,每个人在天性上不知怎的总是被吸引向与自己最相似的人,城邦整体便因此在财富和性格习俗上变得不均等;从这些事情中,发生了我们不希望发生在自己身上的事情,并且这在大多数城邦中最常发生。
ταῦτα δὴ διὰ λόγου μὲν νόμῳ προστάττειν, μὴ γαμεῖν πλούσιον πλουσίου, μηδὲ πολλὰ δυνάμενον πράττειν ἄλλου τοιούτου, θάττους δὲ ἤθεσι πρὸς βραδυτέρους καὶ βραδυτέρους πρὸς θάττους ἀναγκάζειν τῇ τῶν γάμων κοινωνίᾳ πορεύεσθαι, πρὸς τῷ γελοῖα εἶναι θυμὸν ἂν ἐγείραι πολλοῖς·
因此,如果用文言通过法律来命令这些事——不准富人与富人结婚,也不准拥有强大权力的人与另一个相似的人结婚,强制性格急躁的人与性格迟缓的人结婚、性格迟缓的人与急躁的人在婚姻关系中结合——这除了显得荒谬之外,还会激起许多人的愤怒。
οὐ γὰρ ῥᾴδιον ἐννοεῖν ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκραμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.
因为人们不容易理解,一个城邦应当像混合的混酒器那样被调配,注入其中的疯狂之酒在沸腾,但受到另一个清醒的神明惩治后,便达成了美好的结合,制成了适度而优良的饮料。
τοῦτʼ οὖν γιγνόμενον ἐν τῇ τῶν παίδων μείξει διορᾶν ὡς ἔπος εἰπεῖν δυνατὸς οὐδείς· τούτων δὴ χάριν ἐᾶν μὲν νόμῳ τὰ τοιαῦτα ἀναγκαῖον, ἐπᾴδοντα δὲ πείθειν πειρᾶσθαι τὴν τῶν παίδων ὁμαλότητα αὐτῶν αὑτοῖς τῆς τῶν γάμων ἰσότητος ἀπλήστου χρημάτων οὔσης περὶ πλείονος ἕκαστον ποιεῖσθαι, καὶ διʼ ὀνείδους ἀποτρέπειν τὸν περὶ τὰ χρήματα ἐν τοῖς γάμοις ἐσπουδακότα, ἀλλὰ μὴ γραπτῷ νόμῳ βιαζόμενον.
因此,在子女的结合中看清这种情况的发生,可以说是谁也做不到的;因为这些原因,必然要在成文法中省去这些规定,而应当通过吟唱劝说,使每个人都把子女之间性格的均等看得比贪图财富的婚姻平等更为重要,并用非难来打消在婚姻中热衷于财富之人的念头,而不是用成文法来强迫他。