§6.766ΑΘ. παντὸς γὰρ δὴ φυτοῦ ἡ πρώτη βλάστη καλῶς ὁρμηθεῖσα, πρὸς ἀρετὴν τῆς αὑτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον, τῶν τε ἄλλων φυτῶν καὶ τῶν ζῴων ἡμέρων καὶ ἀγρίων καὶ ἀνθρώπων·
ATH.:因为,任何植物最初的萌芽如果开始得好,就最具有决定性的力量,使其自身本性的美德达到相称的终点,这也适用于其他植物、温顺的和野生的动物,以及人类。
ἄνθρωπος δέ, ὥς φαμεν, ἥμερον, ὅμως μὴν παιδείας μὲν ὀρθῆς τυχὸν καὶ φύσεως εὐτυχοῦς, θειότατον ἡμερώτατόν τε ζῷον γίγνεσθαι φιλεῖ, μὴ ἱκανῶς δὲ ἢ μὴ καλῶς τραφὲν ἀγριώτατον, ὁπόσα φύει γῆ.
正如我们所说,人是一种温顺的动物,如果他能获得正确的教育和幸运的天性,他往往会成为最神圣、最温顺的动物;但如果不充分或不妥善地抚育,他就会成为大地上所生育的一切事物中最野蛮的。
ὧν ἕνεκα οὐ δεύτερον οὐδὲ πάρεργον δεῖ τὴν παίδων τροφὴν τὸν νομοθέτην ἐᾶν γίγνεσθαι, πρῶτον δὲ ἄρξασθαι χρεὼν τὸν μέλλοντα αὐτῶν ἐπιμελήσεσθαι καλῶς αἱρεθῆναι, τῶν ἐν τῇ πόλει ὃς ἂν ἄριστος εἰς πάντα ᾖ, τοῦτον κατὰ δύναμιν ὅτι μάλιστα αὐτοῖς καθιστάντα προστάττειν ἐπιμελητήν.
由于这些原因,立法者绝不能让儿童的抚育成为次要的或附带的事情,而必须首先从妥善选出将要监管他们的人开始,并尽可能选出城邦中在各方面最优秀的人,任命并命令他担任他们的监督者。
αἱ πᾶσαι τοίνυν ἀρχαὶ πλὴν βουλῆς καὶ πρυτάνεων εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐλθοῦσαι φερόντων ψῆφον κρύβδην, τῶν νομοφυλάκων ὅντινʼ ἂν ἕκαστος ἡγῆται κάλλιστʼ ἂν τῶν περὶ παιδείαν ἄρξαι γενομένων·
因此,除议事会和普里塔尼斯外,所有官职人员都应当前往阿波罗神庙,进行无记名投票,在法守护者中,投票给自己认为在曾任或现任的教育管理人员中表现最出色的人。
ᾧ δʼ ἂν πλεῖσται ψῆφοι συμβῶσιν, δοκιμασθεὶς ὑπὸ τῶν ἄλλων ἀρχόντων τῶν ἑλομένων, πλὴν νομοφυλάκων, ἀρχέτω ἔτη πέντε, ἕκτῳ δὲ κατὰ ταὐτὰ ἄλλον ἐπὶ ταύτην τὴν ἀρχὴν αἱρεῖσθαι.
得票最多的人,在接受除法守护者之外的其他选拔官员的资格审查后,应当掌管该职务五年;在第六年,应当以同样的方式选出另一人掌管该职务。
ἐὰν δέ τις δημοσίαν ἀρχὴν ἄρχων ἀποθάνῃ πρὶν ἐξήκειν αὐτῷ τὴν ἀρχὴν πλεῖον ἢ τριάκοντα ἐπιδεομένην ἡμερῶν, τὸν αὐτὸν τρόπον ἐπὶ τὴν ἀρχὴν ἄλλον καθιστάναι οἷς ἦν τοῦτο προσηκόντως μέλον.
如果某位担任公职的人在任期届满三十天以上前去世,应当由负责该事务的相关人员以同样的方式任命另一人接任该职位。
καὶ ἐὰν ὀρφανῶν ἐπίτροπος τελευτήσῃ τις, οἱ προσήκοντες καὶ ἐπιδημοῦντες πρὸς πατρὸς καὶ μητρὸς μέχρι ἀνεψιῶν παίδων ἄλλον καθιστάντων ἐντὸς δέκα ἡμερῶν, ἢ ζημιούσθων ἕκαστος δραχμῇ τῆς ἡμέρας, μέχριπερ ἂν τοῖς παισὶν καταστήσωσι τὸν ἐπίτροπον.
如果孤儿的监护人去世,其在国内的、父系和母系中直至堂表亲子女的亲属,应当在十天之内任命另一位监护人,否则在为儿童任命监护人之前,每个人每天应当被处以一德拉克马的罚款。
πᾶσα δὲ δήπου πόλις ἄπολις ἂν γίγνοιτο, ἐν ᾗ δικαστήρια μὴ καθεστῶτα εἴη κατὰ τρόπον·
毫无疑问,一个没有妥善设立法庭的城邦将不再是城邦。
ἄφωνος δʼ αὖ δικαστὴς ἡμῖν καὶ μὴ πλείω τῶν ἀντιδίκων ἐν ταῖς ἀνακρίσεσι φθεγγόμενος, καθάπερ ἐν ταῖς διαίταις, οὐκ ἄν ποτε ἱκανὸς γένοιτο περὶ τὴν τῶν δικαίων κρίσιν·
然而,对于我们来说,一个保持沉默的裁判官,或者一个在预备审讯中像在仲裁中一样、说话不比诉讼当事人多的裁判官,绝不能充分地做出公正的裁决。
ὧν ἕνεκα οὔτε πολλοὺς ὄντας ῥᾴδιον εὖ δικάζειν οὔτε ὀλίγους φαύλους.
因为这些原因,裁判官人数众多时不易判决得好,人数少且恶劣时亦然。
σαφὲς δὲ ἀεὶ τὸ ἀμφισβητούμενον χρεὼν γίγνεσθαι παρʼ ἑκατέρων, ὁ δὲ χρόνος ἅμα καὶ τὸ βραδὺ τό τε πολλάκις ἀνακρίνειν πρὸς τὸ φανερὰν γίγνεσθαι τὴν ἀμφισβήτησιν σύμφορον.
而争议的事物应当始终由双方予以澄清,同时,时间和缓慢的过程以及多次的审问,对于使争议明朗化是有益的。
§6.767ΑΘ. ὧν ἕνεκα πρῶτον μὲν εἰς γείτονας ἰέναι χρὴ τοὺς ἐπικαλοῦντας ἀλλήλοις καὶ τοὺς φίλους τε καὶ συνειδότας ὅτι μάλιστα τὰς ἀμφισβητουμένας πράξεις, ἐὰν δʼ ἄρα μὴ ἐν τούτοις τις ἱκανὴν κρίσιν λαμβάνῃ, πρὸς ἄλλο δικαστήριον ἴτω·
ATH.:因此,首先,互有指控的人们应当前往邻里、朋友以及最了解有争议行为的人那里。
τὸ δὲ τρίτον, ἂν τὰ δύο δικαστήρια μὴ δύνηται διαλλάξαι, τέλος ἐπιθέτω τῇ δίκῃ.
但如果有人在这些人中无法获得满意的判定,他应当前往另一个法庭;第三,如果这两个法庭都无法使他们和解,则第三个法庭应当为诉讼做出终审裁决。
τρόπον δή τινα καὶ τῶν δικαστηρίων αἱ καταστάσεις ἀρχόντων εἰσὶν αἱρέσεις· πάντα μὲν γὰρ ἄρχοντα ἀναγκαῖον καὶ δικαστὴν εἶναί τινων, δικαστὴς δὲ οὐκ ἄρχων καί τινα τρόπον ἄρχων οὐ πάνυ φαῦλος γίγνεται τὴν τόθʼ ἡμέραν ᾗπερ ἂν κρίνων τὴν δίκην ἀποτελῇ.
在某种意义上,法庭的设立也就是官吏的选拔;因为每一位官吏都必须是某些事务的裁判官,而裁判官虽非通常意义上的官吏,但在他审判并终结诉讼的那一天,他在某种意义上成为了一个绝非卑小的官吏。
θέντες δὴ καὶ τοὺς δικαστὰς ὡς ἄρχοντας, λέγωμεν τίνες ἂν εἶεν πρέποντες καὶ τίνων ἄρα δικασταὶ καὶ πόσοι ἐφʼ ἕκαστον.
在把裁判官也视作官吏之后,让我们来说明哪些人是合适的,他们究竟是谁的裁判官,以及每一项审判需要多少人。
κυριώτατον μὲν τοίνυν ἔστω δικαστήριον ὅπερ ἂν αὐτοὶ ἑαυτοῖς ἀποφήνωσιν ἕκαστοι, κοινῇ τινας ἑλόμενοι·
因此,最有权威的法庭应当是各人共同选择并为自己指定的法庭。
δύο δὴ τῶν λοιπῶν ἔστω κριτήρια, τὸ μὲν ὅταν τίς τινα ἰδιώτην ἰδιώτης, ἐπαιτιώμενος ἀδικεῖν αὐτόν, ἄγων εἰς δίκην βούληται διακριθῆναι, τὸ δʼ ὁπόταν τὸ δημόσιον ὑπό τινος τῶν πολιτῶν ἡγῆταί τις ἀδικεῖσθαι καὶ βουληθῇ τῷ κοινῷ βοηθεῖν, λεκτέον ὁποῖοί τʼ εἰσὶν καὶ τίνες οἱ κριταί.
至于其余的法庭,应当有两种:一种是一个私人起诉另一个私人,指控其对自己行不义,并希望通过将其带上法庭来获得裁决;另一种是当某人认为公共利益受到了某位公民的侵害并希望帮助共同体时。 我们必须说明这些裁判官是怎样的人,他们又是谁。
πρῶτον δὴ δικαστήριον ἡμῖν γιγνέσθω κοινὸν ἅπασι τοῖς τὸ τρίτον ἀμφισβητοῦσιν ἰδιώταις πρὸς ἀλλήλους, γενόμενον τῇδέ πῃ. πάσας δὴ τὰς ἀρχάς, ὁπόσαι τε κατʼ ἐνιαυτὸν καὶ ὁπόσαι πλείω χρόνον ἄρχουσιν, ἐπειδὰν μέλλῃ νέος ἐνιαυτὸς μετὰ θερινὰς τροπὰς τῷ ἐπιόντι μηνὶ γίγνεσθαι, ταύτης τῆς ἡμέρας τῇ πρόσθεν πάντας χρὴ τοὺς ἄρχοντας συνελθεῖν εἰς ἓν ἱερὸν καὶ τὸν θεὸν ὀμόσαντας οἷον ἀπάρξασθαι πάσης ἀρχῆς ἕνα δικαστήν, ὃς ἂν ἐν ἀρχῇ ἑκάστῃ ἄριστός τε εἶναι δόξῃ καὶ ἄριστʼ ἂν καὶ ὁσιώτατα τὰς δίκας τοῖς πολίταις αὐτῷ τὸν ἐπιόντα ἐνιαυτὸν φαίνηται διακρίνειν.
首先,对于我们来说,在第三阶段中,让所有作为私人而互有争议的人有一个共同的法庭,其产生方式大致如下:所有的官职,无论是任期一年的还是更长时间的,当夏至之后的新一年将在接下来的月份开始时,在其前一天,所有的官吏必须聚集在一个神殿中,并在向神宣誓之后,从每个官职中选出一名裁判官,即在每个官职中被认为最优秀、且在来年为公民审理诉讼时表现得最出色、最虔敬的人,作为所有官职的初物。
τούτων δὲ αἱρεθέντων γίγνεσθαι μὲν δοκιμασίαν ἐν τοῖς ἑλομένοις αὐτοῖς, ἐὰν δὲ ἀποδοκιμασθῇ τις, ἕτερον ἀνθαιρεῖσθαι κατὰ ταὐτά, τοὺς δὲ δοκιμασθέντας δικάζειν μὲν τοῖς τἆλλα δικαστήρια φυγοῦσι, τὴν δὲ ψῆφον φανερὰν φέρειν·
选出这些人后,要在选拔他们的人自身之中进行资格审查,如果有人被判定不合格,应当以同样的方式另选他人,而通过审查的人应当为那些在其他法庭不服而上诉的人进行审判,并且应当公开投票。
ἐπηκόους δʼ εἶναι καὶ θεατὰς τούτων τῶν δικῶν ἐξ ἀνάγκης μὲν βουλευτὰς καὶ τοὺς ἄλλους ἄρχοντας τοὺς ἑλομένους αὐτούς, τῶν δὲ ἄλλων τὸν βουλόμενον.
作为这些审判的旁听者和观众,议事会成员和选拔他们的其他官吏必须出席,其余人则听凭自愿。
ἐὰν δέ τις ἐπαιτιᾶταί τινα ἑκόντα ἀδίκως κρῖναι τὴν δίκην, εἰς τοὺς νομοφύλακας ἰὼν κατηγορείτω· ὁ δὲ ὀφλὼν τὴν τοιαύτην δίκην ὑπεχέτω μὲν τοῦ βλάβους τῷ βλαφθέντι τὸ ἥμισυ τίνειν, ἐὰν δὲ μείζονος ἄξιος εἶναι δόξῃ ζημίας, προστιμᾶν τοὺς κρίναντας τὴν δίκην ὅτι χρὴ πρὸς τούτῳ παθεῖν αὐτὸν ἢ ἀποτίνειν τῷ κοινῷ καὶ τῷ τὴν δίκην δικασαμένῳ.
如果有人指控某人故意做出不公判决,他应当前往法守护者处进行控告;在这种诉讼中败诉的人,应当向受害者承担一半损害赔偿,如果他被认为应受更重的处罚,则审理该诉讼的判定者们应当额外判定他应当遭受何种惩罚,或者向公共及提起诉讼者支付多少赔偿。