Humanitext Reader

柏拉图 · 法律篇 §6.762-6.763

地方监的惩戒规约与市监市集监的选任

第 73 段,共 186 段 · 希腊语

内容简介

文中规定了地方监违纪时的裁判程序及其严苛的自立集体生活,随后规定了市监和市集监的选举程序与具体职责。

§6.762ΑΘ. καὶ δὴ καὶ τοὺς ἀγρονόμους τούτους, ἐὰν ὑβρίζωσί τι περὶ τοὺς ὧν ἐπιμελοῦνται, προστάξεις τε προστάττοντες ἀνίσους, καὶ ἐπιχειροῦντες λαμβάνειν τε καὶ φέρειν τῶν ἐν ταῖς γεωργίαις μὴ πείσαντες, καὶ ἐὰν δέχωνταί τι κολακείας ἕνεκα διδόντων, ἢ καὶ δίκας ἀδίκως διανέμωσι, ταῖς μὲν θωπείαις ὑπείκοντες ὀνείδη φερέσθωσαν ἐν πάσῃ τῇ πόλει, τῶν δὲ ἄλλων ἀδικημάτων ὅτι ἂν ἀδικῶσι τοὺς ἐν τῷ τόπῳ, τῶν μέχρι μνᾶς ἐν τοῖς κωμήταις καὶ γείτοσιν ὑπεχέτωσαν ἑκόντες δίκας, τῶν δὲ μειζόνων ἑκάστοτε ἀδικημάτων ἢ καὶ τῶν ἐλαττόνων, ἐὰν μὴ ʼθέλωσιν ὑπέχειν, πιστεύοντες τῷ μεθίστασθαι κατὰ μῆνας εἰς ἕτερον ἀεὶ τόπον φεύγοντες ἀποφευξεῖσθαι, τούτων πέρι λαγχάνειν μὲν ἐν ταῖς κοιναῖς δίκαις τὸν ἀδικούμενον, ἐὰν δʼ ἕλῃ, τὴν διπλασίαν πραττέσθω τὸν ὑποφεύγοντα καὶ μὴ ἐθελήσαντα ὑποσχεῖν ἑκόντα τιμωρίαν.
ATH.:而且,至于这些地方监,如果他们对他们所监管的人犯下任何暴行,下达不平等的命令,并企图在未经同意的情况下拿走并掠夺务农者的财产,或者如果他们为了迎合而从赠送者那里接受任何东西,甚至在分配审判时因屈服于谄媚而不公,那么他们应当在整个城邦中承受耻辱。 对于他们对该地方的人所犯下的其他不正当行为,涉及一明纳以下金额的,应当自愿在村民和邻里中接受审判。 但对于较大的不正当行为,或者较小的行为,如果他们不愿接受审判,指望通过每月调换到另一个地方来逃避惩罚,那么受害者应当在公共法庭上就这些事情提出诉讼;如果他胜诉,应当向那个逃避且不愿自愿接受惩罚的人索取双倍的赔偿。
διαιτάσθων δὲ οἵ τε ἄρχοντες οἵ τʼ ἀγρονόμοι τὰ δύο ἔτη τοιόνδε τινὰ τρόπον· πρῶτον μὲν δὴ καθʼ ἑκάστους τοὺς τόπους εἶναι συσσίτια, ἐν οἷς κοινῇ τὴν δίαιταν ποιητέον ἅπασιν·
这些官吏和地方监在两年的任期内,应当以如下方式生活:首先,在每一个地方应当设有共同食堂,所有人必须在其中共同生活。
ὁ δὲ ἀποσυσσιτήσας κἂν ἡντιναοῦν ἡμέραν, ἢ νύκτα ἀποκοιμηθείς, μὴ τῶν ἀρχόντων ταξάντων ἢ πάσης τινὸς ἀνάγκης ἐπιπεσούσης, ἐὰν ἀποφήνωσιν αὐτὸν οἱ πέντε, καὶ γράψαντες θῶσιν ἐν ἀγορᾷ καταλελυκότα τὴν φρουράν, ὀνείδη τε ἐχέτω τὴν πολιτείαν ὡς προδιδοὺς τὸ ἑαυτοῦ μέρος, κολαζέσθω τε πληγαῖς ὑπὸ τοῦ συντυγχάνοντος καὶ ἐθέλοντος κολάζειν ἀτιμωρήτως.
如果有人哪怕在一天中缺席共同食堂,或在夜间外宿,而没有官吏的命令或未遭遇绝对不可抗拒的必然性,如果五位官吏对其予以指控,并写下告示贴在广场上,说明他放弃了守备,那么他应当在国制中承受耻辱,被视为背叛了自己职责的人,并且任何遇到他并愿意惩罚他的人都可以对其进行鞭打而不受处罚。
τῶν δὲ ἀρχόντων αὐτῶν ἐάν τίς τι δρᾷ τοιοῦτον αὐτός, ἐπιμελεῖσθαι μὲν τοῦ τοιούτου πάντας τοὺς ἑξήκοντα χρεών, ὁ δὲ αἰσθόμενός τε καὶ πυθόμενος μὴ ἐπεξιὼν ἐν τοῖς αὐτοῖς ἐνεχέσθω νόμοις καὶ πλείονι τῶν νέων ζημιούσθω· περὶ τὰς τῶν νέων ἀρχὰς ἠτιμάσθω πάσας.
如果官吏自己有人做出此类事情,六十人全体都必须对此进行监督,而察觉并得知此事却不予起诉的人,应当受到同样法律的约束,并承受比青年人更重的惩罚;他应当被剥夺担任青年人一切官职的资格。
τούτων δὲ οἱ νομοφύλακες ἐπίσκοποι ἀκριβεῖς ἔστωσαν, ὅπως ἢ μὴ γίγνηται τὴν ἀρχὴν ἢ γιγνόμενα τῆς ἀξίας δίκης τυγχάνῃ.
对此,守护法律者应当成为严格的监督者,使这些事情要么根本不发生,要么在发生时得到应得的审判。
δεῖ δὴ πάντʼ ἄνδρα διανοεῖσθαι περὶ ἁπάντων ἀνθρώπων ὡς ὁ μὴ δουλεύσας οὐδʼ ἂν δεσπότης γένοιτο ἄξιος ἐπαίνου, καὶ καλλωπίζεσθαι χρὴ τῷ καλῶς δουλεῦσαι μᾶλλον ἢ τῷ καλῶς ἄρξαι, πρῶτον μὲν τοῖς νόμοις, ὡς ταύτην τοῖς θεοῖς οὖσαν δουλείαν, ἔπειτʼ ἀεὶ τοῖς πρεσβυτέροις τε καὶ ἐντίμως βεβιωκόσι τοὺς νέους.
确实,每一个人都应当对所有的人有这样的认识:没有当过奴仆的人,绝不可能成为值得称赞的主人;而且人应当以很好地服侍为荣,而不是以很好地统治为荣,首先是对法律,因为这是对神明的服侍,其次是青年人应当始终服侍长者和体面生活的人。
μετὰ δὲ ταῦτα τῆς καθʼ ἡμέραν διαίτης δεῖ τῆς ταπεινῆς καὶ ἀπόρου γεγευμένον εἶναι τὰ δύο ἔτη ταῦτα τὸν τῶν ἀγρονόμων γεγονότα.
在这些事情之后,担任过地方监的人在这两年内必须尝过卑微和困顿的日常生活。
§6.763ΑΘ. ἐπειδὰν γὰρ δὴ καταλεγῶσιν οἱ δώδεκα, συνελθόντες μετὰ τῶν πέντε, βουλευέσθωσαν ὡς οἷόνπερ οἰκέται οὐχ ἕξουσιν αὑτοῖς ἄλλους οἰκέτας τε καὶ δούλους, οὐδʼ ἐκ τῶν ἄλλων γεωργῶν τε καὶ κωμητῶν τοῖς ἐκείνων ἐπὶ τὰ ἴδια χρήσονται ὑπηρετήματα διακόνοις, ἀλλὰ μόνον ὅσα εἰς τὰ δημόσια·
ATH.:因为当这十二个人被召集起来,与这五个人一起聚集时,他们应当商议,仿佛他们自己就是奴仆一样,不为自己雇用其他的奴仆和奴隶,也不从其他务农者和村民中把他们的奴仆当做自己私事的侍从,而仅仅是在公共事务需要时才使用。
τὰ δʼ ἄλλα αὐτοὶ διʼ αὑτῶν διανοηθήτωσαν ὡς βιωσόμενοι διακονοῦντές τε καὶ διακονούμενοι ἑαυτοῖς, πρὸς δὲ τούτοις πᾶσαν τὴν χώραν διεξερευνώμενοι θέρους καὶ χειμῶνος σὺν τοῖς ὅπλοις φυλακῆς τε καὶ γνωρίσεως ἕνεκα πάντων ἀεὶ τῶν τόπων.
至于其他事情,他们自己应当考虑如何通过互相侍奉和自我侍奉来生活。 此外,他们还应当在夏天和冬天携带着武器搜寻整个国土,以进行防卫并始终熟悉所有的地点。
κινδυνεύει γὰρ οὐδενὸς ἔλαττον μάθημα εἶναι διʼ ἀκριβείας ἐπίστασθαι πάντας τὴν αὑτῶν χώραν· οὗ δὴ χάριν κυνηγέσια καὶ τὴν ἄλλην θήραν οὐχ ἧττον ἐπιτηδεύειν δεῖ τὸν ἡβῶντα ἢ τῆς ἄλλης ἡδονῆς ἅμα καὶ ὠφελίας τῆς περὶ τὰ τοιαῦτα γιγνομένης πᾶσιν.
因为这似乎是丝毫不亚于其他任何学问的事情,即精确地了解自己的国土;为此,青年人不仅应当为了其他的娱乐,同时也应当为了这类活动对所有人带来的益处,积极从事猎犬狩猎和其它的捕猎。
τούτους οὖν, αὐτούς τε καὶ τὸ ἐπιτήδευμα, εἴτε τις κρυπτοὺς εἴτε ἀγρονόμους εἴθʼ ὅτι καλῶν χαίρει, τοῦτο προσαγορεύων, προθύμως πᾶς ἀνὴρ εἰς δύναμιν ἐπιτηδευέτω, ὅσοι μέλλουσι τὴν αὑτῶν πόλιν ἱκανῶς σῴζειν.
因此,这些人以及这一活动,无论有人乐意称他们为秘密警察、地方监还是其他什么称呼,凡是打算充分拯救自己城邦的人,都应当尽其所能积极地从事这一活动。
τὸ δὲ μετὰ τοῦτο ἀρχόντων αἱρέσεως ἀγορανόμων πέρι καὶ ἀστυνόμων πέρι ἦν ἡμῖν ἑπόμενον.
在此之后,紧接着我们的便是关于选举市场监和市监的官吏。
ἕποιντο δʼ ἂν ἀγρονόμοις γε ἀστυνόμοι τρεῖς ἑξήκοντα οὖσιν, τριχῇ δώδεκα μέρη τῆς πόλεως διαλαβόντες, μιμούμενοι ἐκείνους τῶν τε ὁδῶν ἐπιμελούμενοι τῶν κατὰ τὸ ἄστυ καὶ τῶν ἐκ τῆς χώρας λεωφόρων εἰς τὴν πόλιν ἀεὶ τεταμένων καὶ τῶν οἰκοδομιῶν, ἵνα κατὰ νόμους γίγνωνται πᾶσαι, καὶ δὴ καὶ τῶν ὑδάτων, ὁπόσʼ ἂν αὐτοῖς πέμπωσι καὶ παραδιδῶσιν οἱ φρουροῦντες τεθεραπευμένα, ὅπως εἰς τὰς κρήνας ἱκανὰ καὶ καθαρὰ πορευόμενα, κοσμῇ τε ἅμα καὶ ὠφελῇ τὴν πόλιν.
三名市监应当跟随这六十名地方监,他们将城邦的十二个部分分为三份,效法他们照管市内的道路,以及从国土各处一直通往城邦的公路,并且照管建筑物,以使所有建筑物都按照法律建造,当然还要照管水流,只要是防守人员将治理好的水流传送并交托给他们,以使其足够且清洁地流入泉水中,从而在装饰城邦的同时造福城邦。
δεῖ δὴ καὶ τούτους δυνατούς τε εἶναι καὶ σχολάζοντας τῶν κοινῶν ἐπιμελεῖσθαι·
确实,这些人也必须是有能力且有闲暇来照管公职的人;因此,每一个人应当从最高财产评定额的人中推荐任何他所希望的市监。
διὸ προβαλλέσθω μὲν πᾶς ἀνὴρ ἐκ τῶν μεγίστων τιμημάτων ἀστυνόμον ὃν ἂν βούληται, διαχειροτονηθέντων δὲ καὶ ἀφικομένων εἰς ἓξ οἷς ἂν πλεῖσται γίγνωνται, τοὺς τρεῖς ἀποκληρωσάντων οἷς τούτων ἐπιμελές, δοκιμασθέντες δὲ ἀρχόντων κατὰ τοὺς τεθέντας αὐτοῖς νόμους.
在进行了举手表决并得出了得票最多的六个人之后,由负责这些事务的人在其中抽签决定三人,并在通过审查之后按照为他们制定的法律担任官吏。
ἀγορανόμους δʼ ἑξῆς τούτοις αἱρεῖσθαι μὲν ἐκ τῶν δευτέρων καὶ πρώτων τιμημάτων πέντε, τὰ δʼ ἄλλα αὐτῶν γίγνεσθαι τὴν αἵρεσιν καθάπερ ἡ τῶν ἀστυνόμων· δέκα ἐκ τῶν ἄλλων χειροτονηθέντας τοὺς πέντε ἀποκληρῶσαι, καὶ δοκιμασθέντας αὐτοὺς ἄρχοντας ἀποφῆναι.
紧接着这些,应当从第二和第一财产评定额的人中选出五名市场监,而他们的其他选举过程应当与市监相同:从其他人中通过表决选出的十人中抽签决定五人,并在通过审查之后宣布他们为官吏。

词汇与语法注释

  1. 762aλαμβάνειν τε καὶ φέρειν — 希腊语常用成语 ἄγειν καὶ φέρειν(驱赶并掠夺,即掠夺)的变体。在此指地方监强行征收或掠夺务农者的财产。
  2. 763aὡς οἷόνπερ οἰκέται — 连词 ὡς 与比较关系代词 οἷος(带有限制性小词 -περ)的结合,意为“仿佛他们自己就是奴仆一样”。这是一种方式表达法,表明地方监必须谦卑地生活,在不依赖他人奴隶的情况下自我服务和相互服务。
  3. 763bοὐχ ἧττον... ἢ τῆς ἄλλης ἡδονῆς — 以比较句式 οὐχ ἧττον... ἢ(不亚于/同等以上)为骨架。属格 τῆς ἄλλης ἡδονῆς(其他娱乐)作为比较对象,并由并列连词与 ἅμα καὶ ὠφελίας(同时为了益处)相连。这表明鼓励狩猎具有双重目的:不仅作为一种娱乐,同时也是为了掌握国土虚实的实际益处。

引用这一段

柏拉图, 法律篇 §6.762-6.763. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.762-6.763

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。