§6.758ΑΘ. οὕτω δὴ χρηστέον ἀναγκαίως μὲν τοῖν ἰσοτήτοιν ἀμφοῖν, ὡς δʼ ὅτι μάλιστα ἐπʼ ὀλιγίστοις τῇ ἑτέρᾳ, τῇ τῆς τύχης δεομένῃ.
ATH.:因此,必然应当同时使用这两种平等,但对于需要运气的那一种,应当尽可能在最少的情况下使用。
ταῦτα οὕτως διὰ ταῦτα, ὦ φίλοι, ἀναγκαῖον τὴν μέλλουσαν σῴζεσθαι δρᾶν πόλιν·
朋友们,为了使行将得到保存的城邦能够如此行事,出于这些原因,这是必不可少的。
ἐπειδὴ δὲ ναῦς τε ἐν θαλάττῃ πλέουσα φυλακῆς ἡμέρας δεῖται καὶ νυκτὸς ἀεί, πόλις τε ὡσαύτως ἐν κλύδωνι τῶν ἄλλων πόλεων διαγομένη καὶ παντοδαπαῖσιν ἐπιβουλαῖς οἰκεῖ κινδυνεύουσα ἁλίσκεσθαι, δεῖ δὴ διʼ ἡμέρας τε εἰς νύκτα καὶ ἐκ νυκτὸς συνάπτειν πρὸς ἡμέραν ἄρχοντας ἄρχουσιν, φρουροῦντάς τε φρουροῦσιν διαδεχομένους ἀεὶ καὶ παραδιδόντας μηδέποτε λήγειν.
因为既然在海上航行的船只昼夜都需要看守,城邦同样在其他城邦的惊涛骇浪中生存,面临着因各种阴谋而被攻陷的危险,所以必须在白天接续到黑夜,从黑夜接续到白天,由官吏接替官吏,卫兵接替卫兵,始终交接传递,绝不停息。
πλῆθος δὲ οὐ δυνατὸν ὀξέως οὐδέποτε οὐδὲν τούτων πράττειν, ἀναγκαῖον δὲ τοὺς μὲν πολλοὺς τῶν βουλευτῶν ἐπὶ τὸν πλεῖστον τοῦ χρόνου ἐᾶν ἐπὶ τοῖς αὑτῶν ἰδίοισι μένοντας εὐθημονεῖσθαι τὰ κατὰ τὰς αὑτῶν οἰκήσεις, τὸ δὲ δωδέκατον μέρος αὐτῶν ἐπὶ δώδεκα μῆνας νείμαντας, ἓν ἐφʼ ἑνὶ παρέχειν αὐτοὺς φύλακας ἰόντι τέ τινί ποθεν ἄλλοθεν εἴτε καὶ ἐξ αὐτῆς τῆς πόλεως ἑτοίμως ἐπιτυχεῖν, ἄντε ἀγγέλλειν βούληταί τις ἐάντʼ αὖ πυνθάνεσθαί τι τῶν ὧν προσήκει πόλει πρὸς πόλεις ἄλλας ἀποκρίνεσθαί τε, καὶ ἐρωτήσασαν ἑτέρας, ἀποδέξασθαι τὰς ἀποκρίσεις, καὶ δὴ καὶ τῶν κατὰ πόλιν ἑκάστοτε νεωτερισμῶν ἕνεκα παντοδαπῶν εἰωθότων ἀεὶ γίγνεσθαι, ὅπως ἂν μάλιστα μὲν μὴ γίγνωνται, γενομένων δέ, ὅτι τάχιστα αἰσθομένης τῆς πόλεως ἰαθῇ τὸ γενόμενον·
然而,大众绝不可能迅速地执行这些任务;因此,必须允许大多数议员在大部分时间里留给自己的私务,安排好自己的家政,而将他们的十二分之一的部分分配给十二个月,一个接一个地让他们提供卫兵,以便让从别处或从本城邦来的人能够随时遇到他们,无论是有人想要报告,还是想要询问城邦应当如何回复其他城邦的事宜,或者是本城邦向其他城邦询问并接受其回复,而且也为了应对城邦中总是习惯于发生的各种政治变革,以便尽可能不发生这些变革,而一旦发生,城邦能尽快察觉并医治所发生的事情。
διʼ ἃ συλλογῶν τε ἀεὶ δεῖ τοῦτο εἶναι τὸ προκαθήμενον τῆς πόλεως κύριον καὶ διαλύσεων, τῶν τε κατὰ νόμους τῶν τε ἐξαίφνης προσπιπτουσῶν τῇ πόλει.
为此,这一常设委员会必须始终是城邦的召集和解散的主管机关,无论是根据法律进行的,还是突然降临到城邦的紧急会议。
ταῦτα μὲν οὖν πάντα τὸ δωδέκατον ἂν μέρος τῆς βουλῆς εἴη τὸ διακοσμοῦν, τὰ ἕνδεκα ἀναπαυόμενον τοῦ ἐνιαυτοῦ μέρη·
因此,所有这些事务将由议会的十二分之一的部分来安排,而在一年中的其他十一个部分时间里,他们则处于休息状态。
κοινῇ δὲ μετὰ τῶν ἄλλων ἀρχῶν δεῖ τὰς φυλακὰς ταύτας φυλάττειν κατὰ πόλιν τοῦτο τὸ μόριον τῆς βουλῆς ἀεί.
议会的这一部分必须始终与其他的官吏共同在城邦中担任这些守卫职责。
καὶ τὰ μὲν κατὰ πόλιν οὕτως ἔχοντα μετρίως ἂν εἴη διατεταγμένα· τῆς δὲ ἄλλης χώρας πάσης τίς ἐπιμέλεια καὶ τίς τάξις;
城邦内的事物若以这种方式规定,便得到了适度的安排;但对于其余的全部国土,又该有怎样的管理和配置呢?
ἆρα οὐχ ἡνίκα πᾶσα μὲν ἡ πόλις, σύμπασα δὲ ἡ χώρα κατὰ δώδεκα μέρη διανενέμηται, τῆς πόλεως αὐτῆς ὁδῶν καὶ οἰκήσεων καὶ οἰκοδομιῶν καὶ λιμένων καὶ ἀγορᾶς καὶ κρηνῶν, καὶ δὴ καὶ τεμενῶν καὶ ἱερῶν καὶ πάντων τῶν τοιούτων, ἐπιμελητὰς δεῖ τινας ἀποδεδειγμένους εἶναι;
当整个城市以及整个国土被划分为十二个部分时,对于城市本身的道路、住宅、建筑物、港口、市场、泉水,甚至圣地、神殿和所有此类事物,难道不应该有某些被指定的管理人吗?
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 当然,怎么会不应该呢?
§6.759ΑΘ. λέγωμεν δὴ τοῖς μὲν ἱεροῖς νεωκόρους τε καὶ ἱερέας καὶ ἱερείας δεῖν γίγνεσθαι· ὁδῶν δὲ καὶ οἰκοδομιῶν καὶ κόσμου τοῦ περὶ τὰ τοιαῦτα, ἀνθρώπων τε, ἵνα μὴ ἀδικῶσιν, καὶ τῶν ἄλλων θηρίων, ἐν αὐτῷ τε τῷ τῆς πόλεως περιβόλῳ καὶ προαστείῳ ὅπως ἂν τὰ προσήκοντα πόλεσιν γίγνηται, ἑλέσθαι δεῖ τρία μὲν ἀρχόντων εἴδη, περὶ μὲν τὸ νυνδὴ λεχθὲν ἀστυνόμους ἐπονομάζοντα, τὸ δὲ περὶ ἀγορᾶς κόσμον ἀγορανόμους.
ATH.:那么我们要说,对于神殿,必须有神殿守护人、男祭司和女祭司;至于道路、建筑物以及与此类事物相关的秩序,还有人类以及其他动物,在城邦的围墙内和郊区,为了使城邦应有的秩序得以实现,必须选出三种官吏,将负责刚才所说事务的命名为“市监”,将负责市场秩序的命名为“市集监”。
ἱερῶν δὲ ἱερέας, οἷς μέν εἰσιν πάτριαι ἱερωσύναι καὶ αἷς, μὴ κινεῖν· εἰ δέ, οἷον τὸ πρῶτον κατοικιζομένοις εἰκὸς γίγνεσθαι περὶ τὰ τοιαῦτα, ἢ μηδενὶ ἤ τισιν ὀλίγοις, οἷς μὴ καθεστήκοι καταστατέον ἱερέας τε καὶ ἱερείας νεωκόρους γίγνεσθαι τοῖς θεοῖς.
至于神殿,凡是有祖传祭司职位的男祭司或女祭司,都不要触动他们;但如果,就像首次建城者在这类事情上很可能发生的那样,没有任何人或只有极少数人确立了这一职位,那么对于那些尚未确立的,必须设立男祭司、女祭司和神殿守护人来服侍神明。
τούτων δὴ πάντων τὰ μὲν αἱρετὰ χρή, τὰ δὲ κληρωτὰ ἐν ταῖς καταστάσεσι γίγνεσθαι, μειγνύντας πρὸς φιλίαν ἀλλήλοις δῆμον καὶ μὴ δῆμον ἐν ἑκάστῃ χώρᾳ καὶ πόλει, ὅπως ἂν μάλιστα ὁμονοῶν εἴη.
在所有这些职位的设立中,有些应当通过选举产生,有些应当通过抽签产生,使每个地区和城邦中的平民与非平民在友好中相互融合,从而使他们能够最大程度地达成和睦。
τὰ μὲν οὖν τῶν ἱερέων, τῷ θεῷ ἐπιτρέποντα αὐτῷ τὸ κεχαρισμένον γίγνεσθαι, κληροῦν οὕτω τῇ θείᾳ τύχῃ ἀποδιδόντα, δοκιμάζειν δὲ τὸν ἀεὶ λαγχάνοντα πρῶτον μὲν ὁλόκληρον καὶ γνήσιον, ἔπειτα ὡς ὅτι μάλιστα ἐκ καθαρευουσῶν οἰκήσεων, φόνου δὲ ἁγνὸν καὶ πάντων τῶν περὶ τὰ τοιαῦτα εἰς τὰ θεῖα ἁμαρτανομένων αὐτὸν καὶ πατέρα καὶ μητέρα κατὰ ταὐτὰ βεβιωκότας.
因此,关于祭司的职务,应当让神明自己来决定什么是符合其心意的,从而将其交由神圣的运气进行抽签,但必须对每次中签的人进行审查,首先看他是否健全且是嫡出,其次看他是否尽可能来自洁净的家庭,且他本人以及其父亲和母亲都同样以洁净的方式生活,没有犯下杀人罪以及任何针对神圣事物的此类罪行。
ἐκ Δελφῶν δὲ χρὴ νόμους περὶ τὰ θεῖα πάντα κομισαμένους καὶ καταστήσαντας ἐπʼ αὐτοῖς ἐξηγητάς, τούτοις χρῆσθαι.
应当从德尔斐引入关于一切神圣事物的法律,并为此设立释法官,依循他们的释义。
κατʼ ἐνιαυτὸν δὲ εἶναι καὶ μὴ μακρότερον τὴν ἱερωσύνην ἑκάστην, ἔτη δὲ μὴ ἔλαττον ἑξήκοντα ἡμῖν εἴη γεγονὼς ὁ μέλλων καθʼ ἱεροὺς νόμους περὶ τὰ θεῖα ἱκανῶς ἁγιστεύσειν· ταὐτὰ δὲ καὶ περὶ τῶν ἱερειῶν ἔστω τὰ νόμιμα.
每一项祭司职务的任期应当为一年,不得更长;而根据神圣法律充分主持神圣仪式的人,在我们这里应当不少于六十岁;对于女祭司也应当适用同样的规定。
τοὺς δὲ ἐξηγητὰς τρὶς φερέτωσαν μὲν αἱ τέτταρες φυλαὶ τέτταρας, ἕκαστον ἐξ αὑτῶν, τρεῖς δέ, οἷς ἂν πλείστη γένηται ψῆφος, δοκιμάσαντας, ἐννέα πέμπειν εἰς Δελφοὺς ἀνελεῖν ἐξ ἑκάστης τριάδος ἕνα· τὴν δὲ δοκιμασίαν αὐτῶν καὶ τοῦ χρόνου τὴν ἡλικίαν εἶναι καθάπερ τῶν ἱερέων.
至于释法官,应当由四个部落各自从自己人中选出一人、共四人进行三次提名,在对获得最多票数的三人进行审查后,将共九人送往德尔斐,从每一个三人组中选出一人;他们的审查和年龄要求应当与祭司相同。
οὗτοι δὲ ἔστων ἐξηγηταὶ διὰ βίου· τὸν δέ γε λιπόντα προαιρείσθωσαν αἱ τέτταρες φυλαὶ ὅθεν ἂν ἐκλίπῃ.
这些人应当终身担任释法官;若有人空出职位,则应当由四个部落从空缺所产生的那个部落中重新选出继任者。