Humanitext Reader

柏拉图 · 法律篇 §6.753

三十七位法律护卫者的推选与选举程序

第 68 段,共 186 段 · 希腊语

内容简介

确立了克诺索斯人与移民共同选出首批“法律护卫者”的方法,并规划了未来的常规选举程序,同时指出了在新城邦中建立首批官职的困难与重要性。

§6.753ΑΘ. τόνδε.
ATH.:如下途径。
φημί, ὦ παῖδες Κρητῶν, χρῆναι Κνωσίους, διὰ τὸ πρεσβεύειν τῶν πολλῶν πόλεων, κοινῇ μετὰ τῶν ἀφικομένων εἰς τὴν συνοίκησιν ταύτην ἐξ αὑτῶν τε καὶ ἐκείνων αἱρεῖσθαι τριάκοντα μὲν καὶ ἑπτὰ τοὺς πάντας, ἐννέα δὲ καὶ δέκα ἐκ τῶν ἐποικησάντων, τοὺς δὲ ἄλλους ἐξ αὐτῆς Κνωσοῦ·
克里特的子孙们,我认为,克诺索斯人由于在众多城邦中居于长者地位,应当与来到这个联合定居点的移民共同,从他们自身和那些移民中总共选出三十七人:十九人来自定居者,其余的人来自克诺索斯本身。
τούτους δʼ οἱ Κνώσιοι τῇ πόλει σοι δόντων, καὶ αὐτόν σε πολίτην εἶναι ταύτης τῆς ἀποικίας καὶ ἕνα τῶν ὀκτωκαίδεκα, πείσαντες ἢ τῇ μετρίᾳ δυνάμει βιασάμενοι.
克诺索斯人应当把这些人送给你们的城邦,并说服或以适度的力量强迫你本人也成为这个殖民地的公民,并成为那十八人中的一员。
ΚΛ. τί δῆτα οὐ καὶ σύ τε καὶ ὁ Μέγιλλος, ὦ ξένε, ἐκοινωνησάτην ἡμῖν τῆς πολιτείας;
CLE.:客人,那为什么你和梅吉鲁斯不也和我们一起分享这个国制呢?
ΑΘ. μέγα μέν, ὦ Κλεινία, φρονοῦσιν αἱ Ἀθῆναι, μέγα δὲ καὶ ἡ Σπάρτη, καὶ μακρὰν ἀποικοῦσιν ἑκάτεραι·
ATH.:克雷尼亚斯,雅典志向高远,斯巴达也志向高远,而且两城都相距甚远。
σοὶ δὲ κατὰ πάντα ἐμμελῶς ἔχει καὶ τοῖς ἄλλοις οἰκισταῖς κατὰ ταὐτά, ὥσπερ τὰ περὶ σοῦ νῦν λεγόμενα.
但对你来说,一切都很合适,对其他建立者来说也是如此,正如刚才对你所说的那样。
ὡς μὲν οὖν γένοιτʼ ἂν ἐπιεικέστατα ἐκ τῶν ὑπαρχόντων ἡμῖν τὰ νῦν, εἰρήσθω, προελθόντος δὲ χρόνου καὶ μεινάσης τῆς πολιτείας, αἵρεσις αὐτῶν ἔστω τοιάδε τις·
那么,关于如何根据我们目前的条件最合理地进行选举,就说到这里。
πάντες μὲν κοινωνούντων τῆς τῶν ἀρχόντων αἱρέσεως ὁπόσοιπερ ἂν ὅπλα ἱππικὰ ἢ πεζικὰ τιθῶνται καὶ πολέμου κεκοινωνήκωσιν ἐν ταῖς σφετέραις αὐτῶν τῆς ἡλικίας δυνάμεσιν·
但随着时间的流逝和国制的存续,他们的选举应当是这样的:凡是佩戴骑兵或步兵装备、并在其年龄限制内参与过战争的人,都应当共同参与官吏的选举。
ποιεῖσθαι δὲ τὴν αἵρεσιν ἐν ἱερῷ ὅπερ ἂν ἡ πόλις ἡγῆται τιμιώτατον, φέρειν δʼ ἐπὶ τὸν τοῦ θεοῦ βωμὸν ἕκαστον εἰς πινάκιον γράψαντα τοὔνομα πατρόθεν καὶ φυλῆς καὶ δήμου ὁπόθεν ἂν δημοτεύηται, παρεγγράφειν δὲ καὶ τὸ αὑτοῦ κατὰ ταὐτὰ οὕτως ὄνομα.
选举应当在城邦认为最神圣的圣所中进行,每人将一块写有候选人名字、父名、部落名以及登记注册的民主区名的木板带到神明的祭坛前,并以同样的方式在旁边写上自己的名字。
τῷ βουλομένῳ δʼ ἐξέστω τῶν πινακίων ὅτιπερ ἂν φαίνηται μὴ κατὰ νοῦν αὑτῷ γεγραμμένον ἀνελόντα εἰς ἀγορὰν θεῖναι μὴ ἔλαττον τριάκοντα ἡμερῶν.
任何有意愿的人,如果发现其中任何木板上写着不合自己心意的内容,都可以将其取走并陈列在广场上,时间不得少于三十天。
τὰ δὲ τῶν πινακίων κριθέντα ἐν πρώτοις μέχρι τριακοσίων δεῖξαι τοὺς ἄρχοντας ἰδεῖν πάσῃ τῇ πόλει, τὴν δὲ πόλιν ὡσαύτως ἐκ τούτων φέρειν πάλιν ὃν ἂν ἕκαστος βούληται, τοὺς δὲ τὸ δεύτερον ἐξ αὐτῶν προκριθέντας ἑκατὸν δεῖξαι πάλιν ἅπασιν.
官吏们应当将首先选出的、最多达三百张的木板展示给全城邦看,城邦应当同样从这些人中再次投票给每个人所希望的人,官吏们应当再次将第二次从中预选出的一百人展示给所有人。
τὸ δὲ τρίτον φερέτω μὲν ἐκ τῶν ἑκατὸν ὁ βουληθεὶς ὃν ἂν βούληται, διὰ τομίων πορευόμενος·
第三次,有意愿的人可以在通过祭品之间(举行庄严宣誓)的同时,从这一百人中投票给他所希望的人。
ἑπτὰ δὲ καὶ τριάκοντα, οἷς ἂν πλεῖσται γένωνται ψῆφοι, κρίναντες ἀποφηνάντων ἄρχοντας.
获得最多选票的三十七人,在通过审查后,应当被宣布为官吏。
τίνες οὖν, ὦ Κλεινία καὶ Μέγιλλε, πάντα ἡμῖν ταῦτʼ ἐν τῇ πόλει καταστήσουσι τῶν ἀρχῶν τε πέρι καὶ δοκιμασιῶν αὐτῶν;
那么,克雷尼亚斯和梅吉鲁斯,究竟谁来为我们在城邦中确立关于官职及其审查的一切呢?
ἆρα ἐννοοῦμεν ὡς ταῖς πρῶτον οὕτω καταζευγνυμέναις πόλεσιν ἀνάγκη μὲν εἶναί τινας, οἵτινες δὲ εἶεν ἂν πρὸς πασῶν τῶν ἀρχῶν γεγονότες, οὐκ ἔστιν;
我们是否想到,对于这样首次结合在一起的城邦,虽然必须要有一些人来确立它们,但却不可能有任何先于所有官职而存在的人?
δεῖ μὴν ἁμῶς γέ πως, καὶ ταῦτα οὐ φαύλους ἀλλʼ ὅτι μάλιστα ἄκρους.
然而,无论如何必须有这样的人,而且他们不能是平庸之辈,而必须是尽可能最杰出的人。
ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε·
因为在谚语中,“开始(官职)”被称为是所有工作的一半,而我们每次都会赞美一个良好的开端。

词汇与语法注释

  1. 753aαὐτόν σε πολίτην εἶναι... καὶ ἕνα τῶν ὀκτωκαίδεκα — 代格与不定式结构“αὐτόν σε πολίτην εἶναι... καὶ ἕνα τῶν ὀκτωκαίδεκα”受前文非人称动词“χρῆναι”(应当)的支配。在37名护卫者中,19名选自移民,其余18名选自克诺索斯本地。这里指出,身为克诺索斯人的克雷尼亚斯本人应当被“说服或强迫”成为这18人中的一员。
  2. 753cἀνελόντα — 阳性单数代格分词“ἀνελόντα”(取走)指的是不定式“θεῖναι”(陈列)的逻辑主语,在格上与该隐含主语一致(代格),而不是与前文的与格“τῷ βουλομένῳ”(给有意愿的人)一致。这是一种顺应意义的构造(constructio ad sensum)。
  3. 753dδιὰ τομίων πορευόμενος — “διὰ τομίων πορευόμενος”(通过祭品之间)这一表达指的是古希腊一种极庄严的宣誓仪式。宣誓者会从被切开的牺牲兽的肢体之间走过,象征着如果违背誓言,自己也将遭受同样的命运。
  4. 753eἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου — 此处引用了著名的谚语“开始是全部工作的一半”(亦见于赫西俄德等人的作品),同时也利用了“arche”(ἀρχή)一词的双重含义,它既指“开始”,又指“官职、统治”,在当前讨论确立官职的语境中构成了一个巧妙的双关语。

引用这一段

柏拉图, 法律篇 §6.753. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.753

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。